§507ΣΩ. ἡ δέ γε κοσμία σώφρων;
ソクラテス:では、規律ある魂は節制(思慮深い)ではないかね。
—πολλὴ ἀνάγκη.
――大いに必然だ。
—ἡ ἄρα σώφρων ψυχὴ ἀγαθή.
――それなら、節制ある魂は善いものだ。
ἐγὼ μὲν οὐκ ἔχω παρὰ ταῦτα ἄλλα φάναι, ὦ φίλε Καλλίκλεις·
親愛なるカリクレスよ、私はこれら以外に他のことを言うことはできない。
σὺ δʼ εἰ ἔχεις, δίδασκε.
だが、もし君が他にあるなら教えてくれ。
ΚΑΛ. λέγʼ, ὠγαθέ.
ΚΑΛ. 友よ、語るがよい。
ΣΩ. λέγω δὴ ὅτι, εἰ ἡ σώφρων ἀγαθή ἐστιν, ἡ τοὐναντίον τῇ σώφρονι πεπονθυῖα κακή ἐστιν·
ソクラテス:では語ろう。 もし節制ある魂が善いものであるなら、それと反対の状態にある魂は悪いものである。
ἦν δὲ αὕτη ἡ ἄφρων τε καὶ ἀκόλαστος.
そしてそれは、愚かで放縦な魂であった。
—πάνυ γε.
――まったくその通りだ。
—καὶ μὴν ὅ γε σώφρων τὰ προσήκοντα πράττοι ἂν καὶ περὶ θεοὺς καὶ περὶ ἀνθρώπους·
――さらには、節制ある者は神々に対しても人間に対しても、ふさわしいことを行うだろう。
οὐ γὰρ ἂν σωφρονοῖ τὰ μὴ προσήκοντα πράττων;
なぜなら、ふさわしくないことを行いながら節制していることなどありえないからだ。
— ἀνάγκη ταῦτʼ εἶναι οὕτω.
―― そうであるのは必然だ。
—καὶ μὴν περὶ μὲν ἀνθρώπους τὰ προσήκοντα πράττων δίκαιʼ ἂν πράττοι, περὶ δὲ θεοὺς ὅσια·
――さらに、人間に対してふさわしいことを行うなら正義にかなったことを行うだろうし、神々に対してなら敬虔なことを行うだろう。
τὸν δὲ τὰ δίκαια καὶ ὅσια πράττοντα ἀνάγκη δίκαιον καὶ ὅσιον εἶναι.
そして、正義にかなったことや敬虔なことを行う者は、必然的に正義の人であり敬虔な人でなければならない。
—ἔστι ταῦτα.
――その通りだ。
—καὶ μὲν δὴ καὶ ἀνδρεῖόν γε ἀνάγκη·
――さらに、勇敢であることもまた必然だ。
οὐ γὰρ δὴ σώφρονος ἀνδρός ἐστιν οὔτε διώκειν οὔτε φεύγειν ἃ μὴ προσήκει, ἀλλʼ ἃ δεῖ καὶ πράγματα καὶ ἀνθρώπους καὶ ἡδονὰς καὶ λύπας φεύγειν καὶ διώκειν, καὶ ὑπομένοντα καρτερεῖν ὅπου δεῖ·
なぜなら、ふさわしくないものを追い求めたり、それから逃げたりすることは、節制ある男のすることではなく、避けるべきもの、あるいは追うべき事柄や人々、快楽や苦痛を、避けるべき時に避け、追うべき時に追い、また耐え忍ぶべき場所で持ちこたえて耐えることこそがそうだからだ。
ὥστε πολλὴ ἀνάγκη, ὦ Καλλίκλεις, τὸν σώφρονα, ὥσπερ διήλθομεν, δίκαιον ὄντα καὶ ἀνδρεῖον καὶ ὅσιον ἀγαθὸν ἄνδρα εἶναι τελέως, τὸν δὲ ἀγαθὸν εὖ τε καὶ καλῶς πράττειν ἃ ἂν πράττῃ, τὸν δʼ εὖ πράττοντα μακάριόν τε καὶ εὐδαίμονα εἶναι, τὸν δὲ πονηρὸν καὶ κακῶς πράττοντα ἄθλιον·
したがって、カリクレスよ、我々が論じてきたように、節制ある者は、正義の人であり勇敢な人であり敬虔な人であるのだから、完全に善い男であることは大いに必然であり、善い人は何を行うにしても良くかつ美しく行い、良く行う者は祝福され幸福であり、邪悪で悪しく行う者は惨めであることは大いに必然だ。
οὗτος δʼ ἂν εἴη ὁ ἐναντίως ἔχων τῷ σώφρονι, ὁ ἀκόλαστος, ὃν σὺ ἐπῄνεις.
そして、この者こそは、節制ある者と反対の状態にある者、すなわち君が称賛していたあの放縦な者だろう。
ἐγὼ μὲν οὖν ταῦτα οὕτω τίθεμαι καί φημι ταῦτα ἀληθῆ εἶναι·
それゆえ、私はこれらをこのように想定し、これらが真実であると主張する。
εἰ δὲ ἔστιν ἀληθῆ, τὸν βουλόμενον, ὡς ἔοικεν, εὐδαίμονα εἶναι σωφροσύνην μὲν διωκτέον καὶ ἀσκητέον, ἀκολασίαν δὲ φευκτέον ὡς ἔχει ποδῶν ἕκαστος ἡμῶν, καὶ παρασκευαστέον μάλιστα μὲν μηδὲν δεῖσθαι τοῦ κολάζεσθαι, ἐὰν δὲ δεηθῇ ἢ αὐτὸς ἢ ἄλλος τις τῶν οἰκείων, ἢ ἰδιώτης ἢ πόλις, ἐπιθετέον δίκην καὶ κολαστέον, εἰ μέλλει εὐδαίμων εἶναι.
そして、もしこれらが真実であるなら、幸福になろうと望む者は、どうやら節制を追い求め鍛錬すべきであり、放縦からは、我々の各々が持てる限りの足の速さで逃げるべきだ。 そして、最も望ましいのは、懲らしめを受ける必要が全くないように自らを整えることだが、もし自分自身、あるいは親族の誰か、あるいは一人の市民、あるいは国家がそれを必要とするなら、幸福になろうとする限り、罰を科して懲らしめるべきである。
οὗτος ἔμοιγε δοκεῖ ὁ σκοπὸς εἶναι πρὸς ὃν βλέποντα δεῖ ζῆν, καὶ πάντα εἰς τοῦτο τὰ αὑτοῦ συντείνοντα καὶ τὰ τῆς πόλεως, ὅπως δικαιοσύνη παρέσται καὶ σωφροσύνη τῷ μακαρίῳ μέλλοντι ἔσεσθαι, οὕτω πράττειν, οὐκ ἐπιθυμίας ἐῶντα ἀκολάστους εἶναι καὶ ταύτας ἐπιχειροῦντα πληροῦν, ἀνήνυτον κακόν, λῃστοῦ βίον ζῶντα.
これこそが、それを見つめて生きるべき標的であり、自らのすべての営みと国家の営みをこれへと集中させ、幸福になろうとする者に正義と節制が備わるように、そのように行動すべきだと私には思われる。 欲望を放縦なままにしておいて、それを満たそうと企てるべきではない。 それは終わりのない悪であり、盗賊の生活を送るようなものだ。
οὔτε γὰρ ἂν ἄλλῳ ἀνθρώπῳ προσφιλὴς ἂν εἴη ὁ τοιοῦτος οὔτε θεῷ·
なぜなら、そのような者は他のどんな人間にとっても、神にとっても、愛される存在とはなりえないからだ。
κοινωνεῖν γὰρ ἀδύνατος, ὅτῳ δὲ μὴ ἔνι κοινωνία, φιλία οὐκ ἂν εἴη.
共同することが不可能だからである。 そして、共同のない者には、友情もありえないのだ。
§508ΣΩ. φασὶ δʼ οἱ σοφοί, ὦ Καλλίκλεις, καὶ οὐρανὸν καὶ γῆν καὶ θεοὺς καὶ ἀνθρώπους τὴν κοινωνίαν συνέχειν καὶ φιλίαν καὶ κοσμιότητα καὶ σωφροσύνην καὶ δικαιότητα, καὶ τὸ ὅλον τοῦτο διὰ ταῦτα κόσμον καλοῦσιν, ὦ ἑταῖρε, οὐκ ἀκοσμίαν οὐδὲ ἀκολασίαν.
ソクラテス:カリクレスよ、賢者たちは、天も地も、神々も人間も、共同と、友情と、秩序と、節制と、正義とが、一つに繋ぎ止めていると言っている。 そして、友よ、それゆえに彼らはこの宇宙全体を「コスモス(秩序)」と呼ぶのであって、「無秩序」とも「放縦」とも呼ばないのだ。
σὺ δέ μοι δοκεῖς οὐ προσέχειν τὸν νοῦν τούτοις, καὶ ταῦτα σοφὸς ὤν, ἀλλὰ λέληθέν σε ὅτι ἡ ἰσότης ἡ γεωμετρικὴ καὶ ἐν θεοῖς καὶ ἐν ἀνθρώποις μέγα δύναται, σὺ δὲ πλεονεξίαν οἴει δεῖν ἀσκεῖν·
しかし君は、これらに心を留めていないように私には見える。 それも、これほど知恵があるのに。 かえって、幾何学的平等が神々の間でも人間の間でも大きな力を持っているということを、君は気づいていない。 そして君は、他者より多く得ることを修練すべきだと思っている。
γεωμετρίας γὰρ ἀμελεῖς.
幾何学を怠っているからだ。
εἶεν·
よし。
ἢ ἐξελεγκτέος δὴ οὗτος ὁ λόγος ἡμῖν ἐστιν, ὡς οὐ δικαιοσύνης καὶ σωφροσύνης κτήσει εὐδαίμονες οἱ εὐδαίμονες, κακίας δὲ οἱ ἄθλιοι, ἢ εἰ οὗτος ἀληθής ἐστιν, σκεπτέον τί τὰ συμβαίνοντα.
それでは、幸福な人々が幸福なのは正義と節制の獲得によるのではなく、惨めな人々が惨めなのは悪徳によるのではない、というこの議論を我々が論破せねばならないか、あるいは、もしこの議論が真実であるなら、そこからいかなる結果が生じるかを検討せねばならない。
τὰ πρόσθεν ἐκεῖνα, ὦ Καλλίκλεις, συμβαίνει πάντα, ἐφʼ οἷς σύ με ἤρου εἰ σπουδάζων λέγοιμι, λέγοντα ὅτι κατηγορητέον εἴη καὶ αὑτοῦ καὶ ὑέος καὶ ἑταίρου, ἐάν τι ἀδικῇ, καὶ τῇ ῥητορικῇ ἐπὶ τοῦτο χρηστέον·
カリクレスよ、以前のあのことすべてが結果として生じるのだ。 それに対して君は私に、本気で言っているのかと尋ねたのだった。 つまり、もし誰かが不正を行うなら、自分自身をも、息子をも、友をも告発すべきであり、弁論術はそのために用いられるべきだという主張である。
καὶ ἃ Πῶλον αἰσχύνῃ ᾤου συγχωρεῖν, ἀληθῆ ἄρα ἦν, τὸ εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι ὅσῳπερ αἴσχιον τοσούτῳ κάκιον·
そして、ポロスが恥ずかしさのあまり同意したと君が思っていたこと、すなわち、不正を行うことは、不正を被ることよりも、醜いものであるのとまさに同じだけ、より悪いことであるというのは、やはり真実だったのだ。
καὶ τὸν μέλλοντα ὀρθῶς ῥητορικὸν ἔσεσθαι δίκαιον ἄρα δεῖ εἶναι καὶ ἐπιστήμονα τῶν δικαίων, ὃ αὖ Γοργίαν ἔφη πῶλος διʼ αἰσχύνην ὁμολογῆσαι.
そして、正しく弁論家になろうとする者は、やはり正義の人であり、正義に関する知識を持つ者でなければならないということ、これまたポロスが、ゴルギアスが恥ずかしさのあまり同意したのだと言っていたことだが、それもやはり真実だったのだ。
τούτων δὲ οὕτως ἐχόντων σκεψώμεθα τί ποτʼ ἐστὶν ἃ σὺ ἐμοὶ ὀνειδίζεις, ἆρα καλῶς λέγεται ἢ οὔ, ὡς ἄρα ἐγὼ οὐχ οἷός τʼ εἰμὶ βοηθῆσαι οὔτε ἐμαυτῷ οὔτε τῶν φίλων οὐδενὶ οὐδὲ τῶν οἰκείων, οὐδʼ ἐκσῶσαι ἐκ τῶν μεγίστων κινδύνων, εἰμὶ δὲ ἐπὶ τῷ βουλομένῳ ὥσπερ οἱ ἄτιμοι τοῦ ἐθέλοντος, ἄντε τύπτειν βούληται, τὸ νεανικὸν δὴ τοῦτο τὸ τοῦ σοῦ λόγου, ἐπὶ κόρρης, ἐάντε χρήματα ἀφαιρεῖσθαι, ἐάντε ἐκβάλλειν ἐκ τῆς πόλεως, ἐάντε, τὸ ἔσχατον, ἀποκτεῖναι· καὶ οὕτω διακεῖσθαι πάντων δὴ αἴσχιστόν ἐστιν, ὡς ὁ σὸς λόγος.
これらのことがこのようであるなら、君が私に対して非難していることが一体何であるか、それが正しく言われているのかどうかを検討しよう。 すなわち、私は自分自身にも、友人の誰にも、親族の誰にも助力をすることができず、最大の危険から救い出すこともできず、市民権を剥奪された者たちのように、望む者の意のままになっており、君の言葉にあるあの威勢の良い表現で言えば、頬を叩ようと望む者がいれば叩かれ、財産を奪おうとする者、国から追放しようとする者、あるいは極限として、殺そうとする者がいればその意のままになる、そしてそのような状態にあることは、君の言葉によれば、何よりも最も醜いことである、という非難だ。
ὁ δὲ δὴ ἐμὸς ὅστις, πολλάκις μὲν ἤδη εἴρηται, οὐδὲν δὲ κωλύει καὶ ἔτι λέγεσθαι·
これに対して、私の主張はといえば、すでに何度も語られてきたが、さらに語ることを妨げるものは何もない。
οὔ φημι, ὦ Καλλίκλεις, τὸ τύπτεσθαι ἐπὶ κόρρης ἀδίκως αἴσχιστον εἶναι, οὐδέ γε τὸ τέμνεσθαι οὔτε τὸ σῶμα τὸ ἐμὸν οὔτε τὸ βαλλάντιον, ἀλλὰ τὸ τύπτειν καὶ ἐμὲ καὶ τὰ ἐμὰ ἀδίκως καὶ τέμνειν καὶ αἴσχιον καὶ κάκιον, καὶ κλέπτειν γε ἅμα καὶ ἀνδραποδίζεσθαι καὶ τοιχωρυχεῖν καὶ συλλήβδην ὁτιοῦν ἀδικεῖν καὶ ἐμὲ καὶ τὰ ἐμὰ τῷ ἀδικοῦντι καὶ κάκιον καὶ αἴσχιον εἶναι ἢ ἐμοὶ τῷ ἀδικουμένῳ.
カリクレスよ、不当に頬を叩かれることが最も醜いのではないし、不当に切り裂かれることが、私の身体であれ、財布であれ、最も醜いのではない。 むしろ、私や私のものを不当に叩いたり、切り裂いたりすることこそが、より醜く、より悪いのだ。 そして、盗むこと、奴隷にすること、壁に穴をあけて泥棒に入ること、要するに私や私のものに対して何らかの不正を行うことは、不正を行う者にとって、不正を被る私にとってよりも、より悪く、より醜いのだ。