Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §507-508

节制之魂的善与几何平等的秩序

第 41 段,共 53 段 · 希腊语

内容简介

苏格拉底论证了节制的灵魂是完全善良的,具备正义、勇敢和虔敬,并且是通往幸福的唯一途径。他进一步阐明了主宰宇宙的秩序与几何平等的重要性,并重申了自己的主张,即行不义比受不义更可耻、更糟糕。

§507ΣΩ. ἡ δέ γε κοσμία σώφρων;
苏格拉底:而守序(节制)的灵魂是克己(节制)的吗?
—πολλὴ ἀνάγκη.
——大有必要。
—ἡ ἄρα σώφρων ψυχὴ ἀγαθή.
——那么,克己的灵魂是善的。
ἐγὼ μὲν οὐκ ἔχω παρὰ ταῦτα ἄλλα φάναι, ὦ φίλε Καλλίκλεις· σὺ δʼ εἰ ἔχεις, δίδασκε.
就我而言,亲爱的卡里克勒斯,我无法对此提出异议;但如果你能,请指教。
ΚΑΛ. λέγʼ, ὠγαθέ.
卡里克勒斯:你说吧,好人。
ΣΩ. λέγω δὴ ὅτι, εἰ ἡ σώφρων ἀγαθή ἐστιν, ἡ τοὐναντίον τῇ σώφρονι πεπονθυῖα κακή ἐστιν· ἦν δὲ αὕτη ἡ ἄφρων τε καὶ ἀκόλαστος.
苏格拉底:那么我说,如果克己的灵魂是善的,那么处于与克己相反状态的灵魂就是恶的;而这就是那愚蠢和放纵的灵魂。
—πάνυ γε.
——确实如此。
—καὶ μὴν ὅ γε σώφρων τὰ προσήκοντα πράττοι ἂν καὶ περὶ θεοὺς καὶ περὶ ἀνθρώπους· οὐ γὰρ ἂν σωφρονοῖ τὰ μὴ προσήκοντα πράττων;
——而且,克己的人必定会做神和人所看重的事;因为如果他不做该做的事,他就不能算作克己了。
— ἀνάγκη ταῦτʼ εἶναι οὕτω.
—— 必然是这样。
—καὶ μὴν περὶ μὲν ἀνθρώπους τὰ προσήκοντα πράττων δίκαιʼ ἂν πράττοι, περὶ δὲ θεοὺς ὅσια· τὸν δὲ τὰ δίκαια καὶ ὅσια πράττοντα ἀνάγκη δίκαιον καὶ ὅσιον εἶναι.
——而且,对于人,他若做该做的事,便做出了正义的事;对于神,他若做该做的事,便做出了虔敬的事;而做正义与虔敬之事的人,必然是正义和虔敬的人。
—ἔστι ταῦτα.
——确实如此。
—καὶ μὲν δὴ καὶ ἀνδρεῖόν γε ἀνάγκη· οὐ γὰρ δὴ σώφρονος ἀνδρός ἐστιν οὔτε διώκειν οὔτε φεύγειν ἃ μὴ προσήκει, ἀλλʼ ἃ δεῖ καὶ πράγματα καὶ ἀνθρώπους καὶ ἡδονὰς καὶ λύπας φεύγειν καὶ διώκειν, καὶ ὑπομένοντα καρτερεῖν ὅπου δεῖ·
——而且,他也必然是勇敢的;因为一个克己的人,绝不会去追求或逃避不该追求或逃避的东西,而是会逃避和追求他应当对待的事物、人、快乐和痛苦,并且在应当坚持的地方坚忍不拔。
ὥστε πολλὴ ἀνάγκη, ὦ Καλλίκλεις, τὸν σώφρονα, ὥσπερ διήλθομεν, δίκαιον ὄντα καὶ ἀνδρεῖον καὶ ὅσιον ἀγαθὸν ἄνδρα εἶναι τελέως, τὸν δὲ ἀγαθὸν εὖ τε καὶ καλῶς πράττειν ἃ ἂν πράττῃ, τὸν δʼ εὖ πράττοντα μακάριόν τε καὶ εὐδαίμονα εἶναι, τὸν δὲ πονηρὸν καὶ κακῶς πράττοντα ἄθλιον· οὗτος δʼ ἂν εἴη ὁ ἐναντίως ἔχων τῷ σώφρονι, ὁ ἀκόλαστος, ὃν σὺ ἐπῄνεις.
因此,卡里克勒斯,正如我们所论证的那样,克己的人既然是正义、勇敢和虔敬的,就大有必要是一个完全善的人,而善的人无论做什么,都会做好做美,做好的人必定是福祉和幸福的,而做坏事且行恶的人必定是悲惨的;而这后一种人,就是处于与克己者相反状态的人,也就是你所赞美的那放纵的人。
ἐγὼ μὲν οὖν ταῦτα οὕτω τίθεμαι καί φημι ταῦτα ἀληθῆ εἶναι· εἰ δὲ ἔστιν ἀληθῆ, τὸν βουλόμενον, ὡς ἔοικεν, εὐδαίμονα εἶναι σωφροσύνην μὲν διωκτέον καὶ ἀσκητέον, ἀκολασίαν δὲ φευκτέον ὡς ἔχει ποδῶν ἕκαστος ἡμῶν, καὶ παρασκευαστέον μάλιστα μὲν μηδὲν δεῖσθαι τοῦ κολάζεσθαι, ἐὰν δὲ δεηθῇ ἢ αὐτὸς ἢ ἄλλος τις τῶν οἰκείων, ἢ ἰδιώτης ἢ πόλις, ἐπιθετέον δίκην καὶ κολαστέον, εἰ μέλλει εὐδαίμων εἶναι.
因此,我把这些作为定论,并断言这些是真实的;如果这些是真实的,那么正如所见,想要幸福的人,应当追求和锻炼克己,而应当尽我们每个人双腿所能及的速度逃离放纵,并且应当特别做好准备,使自己完全不需要惩戒,但如果他自己或他的亲人有此需要,无论是普通公民还是城邦,若要幸福,就必须施加惩罚并予以惩戒。
οὗτος ἔμοιγε δοκεῖ ὁ σκοπὸς εἶναι πρὸς ὃν βλέποντα δεῖ ζῆν, καὶ πάντα εἰς τοῦτο τὰ αὑτοῦ συντείνοντα καὶ τὰ τῆς πόλεως, ὅπως δικαιοσύνη παρέσται καὶ σωφροσύνη τῷ μακαρίῳ μέλλοντι ἔσεσθαι, οὕτω πράττειν, οὐκ ἐπιθυμίας ἐῶντα ἀκολάστους εἶναι καὶ ταύτας ἐπιχειροῦντα πληροῦν, ἀνήνυτον κακόν, λῃστοῦ βίον ζῶντα.
在我看来,这就是人们在生活中应该注视并为之奋斗的目标,并将自己的一切以及城邦的一切努力都凝聚于此,以便正义和克己能够赋予给那将要获得幸福的人,从而如此行事,不任由欲望放纵并企图去满足它们——那是无休止的恶,过着强盗般的生活。
οὔτε γὰρ ἂν ἄλλῳ ἀνθρώπῳ προσφιλὴς ἂν εἴη ὁ τοιοῦτος οὔτε θεῷ· κοινωνεῖν γὰρ ἀδύνατος, ὅτῳ δὲ μὴ ἔνι κοινωνία, φιλία οὐκ ἂν εἴη.
因为这样的人对任何其他人或神都不会是可亲的;因为他无法与人共享,而对任何无法共享的人来说,友谊是不可能存在的。
§508ΣΩ. φασὶ δʼ οἱ σοφοί, ὦ Καλλίκλεις, καὶ οὐρανὸν καὶ γῆν καὶ θεοὺς καὶ ἀνθρώπους τὴν κοινωνίαν συνέχειν καὶ φιλίαν καὶ κοσμιότητα καὶ σωφροσύνην καὶ δικαιότητα, καὶ τὸ ὅλον τοῦτο διὰ ταῦτα κόσμον καλοῦσιν, ὦ ἑταῖρε, οὐκ ἀκοσμίαν οὐδὲ ἀκολασίαν.
苏格拉底:卡里克勒斯,智者们说,天、地、神和人,都被共享、友谊、规整、克己和正义紧密地联系在一起,朋友啊,正是因为这个原因,他们把这整个宇宙称为“秩序(宇宙)”,而不是无秩序或放纵。
σὺ δέ μοι δοκεῖς οὐ προσέχειν τὸν νοῦν τούτοις, καὶ ταῦτα σοφὸς ὤν, ἀλλὰ λέληθέν σε ὅτι ἡ ἰσότης ἡ γεωμετρικὴ καὶ ἐν θεοῖς καὶ ἐν ἀνθρώποις μέγα δύναται, σὺ δὲ πλεονεξίαν οἴει δεῖν ἀσκεῖν· γεωμετρίας γὰρ ἀμελεῖς.
但在我看来,你并没有把心思放在这些事情上,而且你还是个智者,但你却忽略了:几何平等在神和人之间都具有巨大的力量,而你却认为应当追求贪婪(多得);因为你忽视了几何学。
εἶεν· ἢ ἐξελεγκτέος δὴ οὗτος ὁ λόγος ἡμῖν ἐστιν, ὡς οὐ δικαιοσύνης καὶ σωφροσύνης κτήσει εὐδαίμονες οἱ εὐδαίμονες, κακίας δὲ οἱ ἄθλιοι, ἢ εἰ οὗτος ἀληθής ἐστιν, σκεπτέον τί τὰ συμβαίνοντα.
好吧;要么我们必须反驳这个论点,即幸福的人不是因为拥有正义和克己而幸福,悲惨的人也不是因为邪恶而悲惨,或者,如果这是真实的,我们必须考虑其后果是什么。
τὰ πρόσθεν ἐκεῖνα, ὦ Καλλίκλεις, συμβαίνει πάντα, ἐφʼ οἷς σύ με ἤρου εἰ σπουδάζων λέγοιμι, λέγοντα ὅτι κατηγορητέον εἴη καὶ αὑτοῦ καὶ ὑέος καὶ ἑταίρου, ἐάν τι ἀδικῇ, καὶ τῇ ῥητορικῇ ἐπὶ τοῦτο χρηστέον· καὶ ἃ Πῶλον αἰσχύνῃ ᾤου συγχωρεῖν, ἀληθῆ ἄρα ἦν, τὸ εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι ὅσῳπερ αἴσχιον τοσούτῳ κάκιον· καὶ τὸν μέλλοντα ὀρθῶς ῥητορικὸν ἔσεσθαι δίκαιον ἄρα δεῖ εἶναι καὶ ἐπιστήμονα τῶν δικαίων, ὃ αὖ Γοργίαν ἔφη πῶλος διʼ αἰσχύνην ὁμολογῆσαι.
卡里克勒斯,以前的那些事情全都会成为后果,关于那些事,你曾问我是否在说正经话,当时我说:如果一个人犯了任何不义,他就应该控告自己、他的儿子和同伴,而修辞学就应该为此目的而使用;而你以为波洛斯因羞愧而承认的事情,原来终究是真实的:即行不义比受不义,丑陋多少,就糟糕多少;而要成为正确的修辞学家,终究必须是正义的,并且精通正义之事,这又是波洛斯所说的戈尔吉亚因羞愧而同意的。
τούτων δὲ οὕτως ἐχόντων σκεψώμεθα τί ποτʼ ἐστὶν ἃ σὺ ἐμοὶ ὀνειδίζεις, ἆρα καλῶς λέγεται ἢ οὔ, ὡς ἄρα ἐγὼ οὐχ οἷός τʼ εἰμὶ βοηθῆσαι οὔτε ἐμαυτῷ οὔτε τῶν φίλων οὐδενὶ οὐδὲ τῶν οἰκείων, οὐδʼ ἐκσῶσαι ἐκ τῶν μεγίστων κινδύνων, εἰμὶ δὲ ἐπὶ τῷ βουλομένῳ ὥσπερ οἱ ἄτιμοι τοῦ ἐθέλοντος, ἄντε τύπτειν βούληται, τὸ νεανικὸν δὴ τοῦτο τὸ τοῦ σοῦ λόγου, ἐπὶ κόρρης, ἐάντε χρήματα ἀφαιρεῖσθαι, ἐάντε ἐκβάλλειν ἐκ τῆς πόλεως, ἐάντε, τὸ ἔσχατον, ἀποκτεῖναι· καὶ οὕτω διακεῖσθαι πάντων δὴ αἴσχιστόν ἐστιν, ὡς ὁ σὸς λόγος.
这些事情既然如此,让我们考虑一下你对我所指责的到底是什么,这些指责是否说得对:即我既无法帮助我自己,也无法帮助我的任何朋友或亲人,也无法把他们从最大的危险中救出来,而是任凭任何想加害我的人处置,就像那些失去公民权的人一样,无论是想打我的耳光——用你那言辞中的豪放表达——还是想夺去我的财产,或者想把我驱逐出城邦,甚至作为极点,想杀害我;而在你看来,处于这种状态是所有事情中最可耻的。
ὁ δὲ δὴ ἐμὸς ὅστις, πολλάκις μὲν ἤδη εἴρηται, οὐδὲν δὲ κωλύει καὶ ἔτι λέγεσθαι· οὔ φημι, ὦ Καλλίκλεις, τὸ τύπτεσθαι ἐπὶ κόρρης ἀδίκως αἴσχιστον εἶναι, οὐδέ γε τὸ τέμνεσθαι οὔτε τὸ σῶμα τὸ ἐμὸν οὔτε τὸ βαλλάντιον, ἀλλὰ τὸ τύπτειν καὶ ἐμὲ καὶ τὰ ἐμὰ ἀδίκως καὶ τέμνειν καὶ αἴσχιον καὶ κάκιον, καὶ κλέπτειν γε ἅμα καὶ ἀνδραποδίζεσθαι καὶ τοιχωρυχεῖν καὶ συλλήβδην ὁτιοῦν ἀδικεῖν καὶ ἐμὲ καὶ τὰ ἐμὰ τῷ ἀδικοῦντι καὶ κάκιον καὶ αἴσχιον εἶναι ἢ ἐμοὶ τῷ ἀδικουμένῳ.
但是至于我自己的看法,虽然它已经被说过很多次,但并不妨碍它再次被说出来:卡里克勒斯,我说,不义地被打耳光并不是最可耻的事,不义地被割伤我的身体或我的钱包也不是;相反,不义地殴打、割伤我和我的东西,才是更可耻、更糟糕的;而盗窃、奴役、撬锁入室,简而言之,对我和我的东西行任何不义,对于行不义者而言,都比对于承受不义的我来说,既更糟糕也更可耻。

词汇与语法注释

  1. 507bσώφρονος ἀνδρός — 表示性质、本分或特征的属格(所有属格),与 `ἐστίν` 连用,意为“……是克己之人的本分/特征”或“克己之人的义务是……”。
  2. 507cεὖ τε καὶ καλῶς πράττειν — 动词短语 `εὖ πράτ提诺` 具有双重含义:“做好事/行善(道德上的善)”与“处境好/生活幸福(福祉上的善)”。苏格拉底利用了这一词义的双重性,通过句法上的过渡,将“善行(德性)”直接与“幸福(`εὐδαιμονία`)”联系在一起,构成了其伦理学论证的核心。
  3. 508aλέληθέν σε ὅτι — 动词 `λανθάνω`(未被察觉)的完成时形式 `λέληθα` 与宾格代词 `σε`(你)连用,并引导一个 `ὅτι` 从句。这种构式意为“……这件事对你而言是隐蔽的”,即“你没有注意到……”。与常见的 `λανθάνω` + 分词(“不知不觉地做某事”)构式不同,这里由 `ὅτι` 从句整体承担了主语的功能。

引用这一段

柏拉图, 高尔吉亚篇 §507-508. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:507-508

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。