§492ΚΑΛ. πάνυ γε σφόδρα, ὦ Σώκρατες.
カリクレス:まさにその通りだ、ソクラテスよ。
ἐπεὶ πῶς ἂν εὐδαίμων γένοιτο ἄνθρωπος δουλεύων ὁτῳοῦν;
そもそも、何者かであれ奴隷として仕えている人間が、どうして幸福になり得ようか。
ἀλλὰ τοῦτʼ ἐστὶν τὸ κατὰ φύσιν καλὸν καὶ δίκαιον, ὃ ἐγώ σοι νῦν παρρησιαζόμενος λέγω, ὅτι δεῖ τὸν ὀρθῶς βιωσόμενον τὰς μὲν ἐπιθυμίας τὰς ἑαυτοῦ ἐᾶν ὡς μεγίστας εἶναι καὶ μὴ κολάζειν, ταύταις δὲ ὡς μεγίσταις οὔσαις ἱκανὸν εἶναι ὑπηρετεῖν διʼ ἀνδρείαν καὶ φρόνησιν, καὶ ἀποπιμπλάναι ὧν ἂν ἀεὶ ἡ ἐπιθυμία γίγνηται.
むしろ、これこそが自然本来の美と正義であり、私は今、君に率直に語っているのだ。 すなわち、正しく生きようとする者は、自らの欲望を抑制せず、可能な限り大きく育つに任せるべきであり、それらが最大となった時に、自らの勇気と知恵によってそれに仕え、かつ欲望が望むものをその都度満たす能力があるべきだ、ということだ。
ἀλλὰ τοῦτʼ οἶμαι τοῖς πολλοῖς οὐ δυνατόν·
しかし、多くの人々にとってこれは不可能だと思う。
ὅθεν ψέγουσιν τοὺς τοιούτους διʼ αἰσχύνην, ἀποκρυπτόμενοι τὴν αὑτῶν ἀδυναμίαν, καὶ αἰσχρὸν δή φασιν εἶναι τὴν ἀκολασίαν, ὅπερ ἐν τοῖς πρόσθεν ἐγὼ ἔλεγον, δουλούμενοι τοὺς βελτίους τὴν φύσιν ἀνθρώπους, καὶ αὐτοὶ οὐ δυνάμενοι ἐκπορίζεσθαι ταῖς ἡδοναῖς πλήρωσιν ἐπαινοῦσιν τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην διὰ τὴν αὑτῶν ἀνανδρίαν.
それゆえ彼らは、自らの無能さを隠しつつ、恥ずかしさからそのような人々を非難し、放縦は恥ずべきことだと言うのだ。 本性においてより優れた人々を奴隷化し、自らは快楽への充足を調達することができないために、彼らは自らの臆病さゆえに、節制と正義を称賛するのだ。
ἐπεὶ ὅσοις ἐξ ἀρχῆς ὑπῆρξεν ἢ βασιλέων ὑέσιν εἶναι ἢ αὐτοὺς τῇ φύσει ἱκανοὺς ἐκπορίσασθαι ἀρχήν τινα ἢ τυραννίδα ἢ δυναστείαν, τί ἂν τῇ ἀληθείᾳ αἴσχιον καὶ κάκιον εἴη σωφροσύνης καὶ δικαιοσύνης τούτοις τοῖς ἀνθρώποις, οἷς ἐξὸν ἀπολαύειν τῶν ἀγαθῶν καὶ μηδενὸς ἐμποδὼν ὄντος, αὐτοὶ ἑαυτοῖς δεσπότην ἐπαγάγοιντο τὸν τῶν πολλῶν ἀνθρώπων νόμον τε καὶ λόγον καὶ ψόγον;
というのも、最初から王の息子であるか、あるいは自らの本性によって何らかの支配権、僭主権、権力を自ら調達する能力のあった人々にとって、これら節制や正義以上に、真に恥ずかしく、また害になるものが彼らにとって他にあるだろうか。 彼らには善きものを享受することが許されており、何の障害もないのに、自ら進んで多くの人々の規範と言論、非難を支配者として自らの上に招き入れるというのか。
ἢ πῶς οὐκ ἂν ἄθλιοι γεγονότες εἶεν ὑπὸ τοῦ καλοῦ τοῦ τῆς δικαιοσύνης καὶ τῆς σωφροσύνης, μηδὲν πλέον νέμοντες τοῖς φίλοις τοῖς αὑτῶν ἢ τοῖς ἐχθροῖς, καὶ ταῦτα ἄρχοντες ἐν τῇ ἑαυτῶν πόλει;
あるいは、彼らは自らの都市で支配者でありながら、自らの友人に自らの敵よりも多くを与えることもしないのだから、正義や節制の美によって惨めな存在にされたのではないとでもいうのか。
ἀλλὰ τῇ ἀληθείᾳ, ὦ Σώκρατες, ἣν φῂς σὺ διώκειν, ὧδʼ ἔχει·
しかしソクラテスよ、君が追い求めているという真実は、次の通りだ。
τρυφὴ καὶ ἀκολασία καὶ ἐλευθερία, ἐὰν ἐπικουρίαν ἔχῃ, τοῦτʼ ἐστὶν ἀρετή τε καὶ εὐδαιμονία, τὰ δὲ ἄλλα ταῦτʼ ἐστὶν τὰ καλλωπίσματα, τὰ παρὰ φύσιν συνθήματα ἀνθρώπων, φλυαρία καὶ οὐδενὸς ἄξια.
贅沢と放縦と自由、これらが力(支援)を伴うならば、それこそが徳であり幸福なのだ。 それ以外のものは、自然に反する人間の取り決めという虚飾であり、くだらないことであって、何の値打ちもない。
ΣΩ. οὐκ ἀγεννῶς γε, ὦ Καλλίκλεις, ἐπεξέρχῃ τῷ λόγῳ παρρησιαζόμενος·
ソクラテス:カリクレスよ、君は率直に語って、見事に議論を展開している。
σαφῶς γὰρ σὺ νῦν λέγεις ἃ οἱ ἄλλοι διανοοῦνται μέν, λέγειν δὲ οὐκ ἐθέλουσιν.
というのも、君は今、他の人々が心の中では考えていながらも、口にするのを躊躇していることを明確に語っているからだ。
δέομαι οὖν ἐγώ σου μηδενὶ τρόπῳ ἀνεῖναι, ἵνα τῷ ὄντι κατάδηλον γένηται πῶς βιωτέον.
だから私は君に、決して引き下がらないようにお願いしたい。 そうすれば、いかに生きるべきかが本当に明らかになるだろうから。
καί μοι λέγε·
そして答えてほしい。
τὰς μὲν ἐπιθυμίας φῂς οὐ κολαστέον, εἰ μέλλει τις οἷον δεῖ εἶναι, ἐῶντα δὲ αὐτὰς ὡς μεγίστας πλήρωσιν αὐταῖς ἁμόθεν γέ ποθεν ἑτοιμάζειν, καὶ τοῦτο εἶναι τὴν ἀρετήν;
君は、もし人があるべき姿であろうとするなら、欲望を抑制すべきではなく、それらが最大になるのを許し、それらに対してどこからともなく充足を準備すべきであり、これが徳なのだと言うのだね。
ΚΑΛ. φημὶ ταῦτα ἐγώ.
カリクレス:私はそう言っている。
ΣΩ. οὐκ ἄρα ὀρθῶς λέγονται οἱ μηδενὸς δεόμενοι εὐδαίμονες εἶναι.
ソクラテス:それなら、何も必要としない人々が幸福であると言われるのは正しくないな。
ΚΑΛ. οἱ λίθοι γὰρ ἂν οὕτω γε καὶ οἱ νεκροὶ εὐδαιμονέστατοι εἶεν.
カリクレス:そうだとすれば、石ころや死人が最も幸福ということになってしまうからな。
§493ΣΩ. ἀλλὰ μὲν δὴ καὶ ὥς γε σὺ λέγεις δεινὸς ὁ βίος.
ソクラテス:だが、君が言うような生も恐ろしいものだ。
οὐ γάρ τοι θαυμάζοιμʼ ἂν εἰ Εὐριπίδης ἀληθῆ ἐν τοῖσδε λέγει, λέγων—
"
τίς δʼ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ κατθανεῖν δὲ ζῆν; "
καὶ ἡμεῖς τῷ ὄντι ἴσως τέθναμεν·
エウリピデスが次のように言うとき、彼が真実を語っているとしても不思議ではない。 「生が死であり、死が生であると、誰が知ろうか」そして私たちは実際、おそらく死んでいるのだ。
ἤδη γάρ του ἔγωγε καὶ ἤκουσα τῶν σοφῶν ὡς νῦν ἡμεῖς τέθναμεν καὶ τὸ μὲν σῶμά ἐστιν ἡμῖν σῆμα, τῆς δὲ ψυχῆς τοῦτο ἐν ᾧ ἐπιθυμίαι εἰσὶ τυγχάνει ὂν οἷον ἀναπείθεσθαι καὶ μεταπίπτειν ἄνω κάτω, καὶ τοῦτο ἄρα τις μυθολογῶν κομψὸς ἀνήρ, ἴσως Σικελός τις ἢ Ἰταλικός, παράγων τῷ ὀνόματι διὰ τὸ πιθανόν τε καὶ πειστικὸν ὠνόμασε πίθον, τοὺς δὲ ἀνοήτους ἀμυήτους, τῶν δʼ ἀνοήτων τοῦτο τῆς ψυχῆς οὗ αἱ ἐπιθυμίαι εἰσί, τὸ ἀκόλαστον αὐτοῦ καὶ οὐ στεγανόν, ὡς τετρημένος εἴη πίθος, διὰ τὴν ἀπληστίαν ἀπεικάσας.
というのも、私はかつて智者たちから、今私たちは死んでおり、肉体は私たちにとって墓であり、魂のうちに欲望があるその部分は、説得されやすく、あちこちへと移り変わりやすいものであると聞いたからだ。 そして、このことを神話的に語った、おそらくシケリアかイタリアの機知に富んだある人が、言葉を文字って、その信じやすさと説得性のゆえに、これを「水瓶」と呼び、愚かな者たちを「秘儀に参入していない者たち」と呼んだのだ。 そして愚かな者たちのうち、欲望が宿る魂のその部分、すなわち放縦で水が漏れない部分を、彼はその強欲さのゆえに、穴の開いた水瓶に例えたのだ。
τοὐναντίον δὴ οὗτος σοί, ὦ Καλλίκλεις, ἐνδείκνυται ὡς τῶν ἐν Ἅιδου—τὸ ἀιδὲς δὴ λέγων—οὗτοι ἀθλιώτατοι ἂν εἶεν, οἱ ἀμύητοι, καὶ φοροῖεν εἰς τὸν τετρημένον πίθον ὕδωρ ἑτέρῳ τοιούτῳ τετρημένῳ κοσκίνῳ.
これとは反対に、カリクレスよ、彼は君に対して、ハデスにおいて――目に見えぬ場所という意味だが――これら秘儀に参入していない者たちが最も惨めであり、彼らは穴の開いた水瓶に、やはり穴の開いた篩のような別のもので水を運ぶことになるのだと示している。
τὸ δὲ κόσκινον ἄρα λέγει, ὡς ἔφη ὁ πρὸς ἐμὲ λέγων, τὴν ψυχὴν εἶναι·
そして、私に語った者の話によれば、その篩とは魂のことだという。
τὴν δὲ ψυχὴν κοσκίνῳ ἀπῄκασεν τὴν τῶν ἀνοήτων ὡς τετρημένην, ἅτε οὐ δυναμένην στέγειν διʼ ἀπιστίαν τε καὶ λήθην.
彼は、愚かな者たちの魂を、不信と忘却のために保持することができないことから、穴の開いた篩に例えたのだ。
ταῦτʼ ἐπιεικῶς μέν ἐστιν ὑπό τι ἄτοπα, δηλοῖ μὴν ὃ ἐγὼ βούλομαί σοι ἐνδειξάμενος, ἐάν πως οἷός τε ὦ, πεῖσαι μεταθέσθαι, ἀντὶ τοῦ ἀπλήστως καὶ ἀκολάστως ἔχοντος βίου τὸν κοσμίως καὶ τοῖς ἀεὶ παροῦσιν ἱκανῶς καὶ ἐξαρκούντως ἔχοντα βίον ἑλέσθαι.
これらは幾分奇妙な話ではあるが、私が君に示し、もしできるなら、強欲で放縦な生の代わりに、秩序正しく、常に手元にあるもので満足して自足する生を選ぶように説得したいと望んでいることを表している。
ἀλλὰ πότερον πείθω τί σε καὶ μετατίθεσθαι εὐδαιμονεστέρους εἶναι τοὺς κοσμίους τῶν ἀκολάστων, ἢ οὐδʼ ἂν ἄλλα πολλὰ τοιαῦτα μυθολογῶ, οὐδέν τι μᾶλλον μεταθήσῃ;
しかし、私は君をいくらか説得し、秩序正しい人々の方が放縦な人々よりも幸福であると同意させつつあるだろうか、それとも、このような神話的な話を他にも多く語ったところで、君は少しも考えを変えないのだろうか。
ΚΑΛ. τοῦτʼ ἀληθέστερον εἴρηκας, ὦ Σώκρατες.
カリクレス:後者の方が本当だ、ソクラテスよ。
ΣΩ. φέρε δή, ἄλλην σοι εἰκόνα λέγω ἐκ τοῦ αὐτοῦ γυμνασίου τῇ νῦν.
ソクラテス:では、同じ鍛錬所から、今の比喩に似た別の比喩を語ろう。
σκόπει γὰρ εἰ τοιόνδε λέγεις περὶ τοῦ βίου ἑκατέρου, τοῦ τε σώφρονος καὶ τοῦ ἀκολάστου, οἷον εἰ δυοῖν ἀνδροῖν ἑκατέρῳ πίθοι πολλοὶ εἶεν καὶ τῷ μὲν ἑτέρῳ ὑγιεῖς καὶ πλήρεις, ὁ μὲν οἴνου, ὁ δὲ μέλιτος, ὁ δὲ γάλακτος, καὶ ἄλλοι πολλοὶ πολλῶν, νάματα δὲ σπάνια καὶ χαλεπὰ ἑκάστου τούτων εἴη καὶ μετὰ πολλῶν πόνων καὶ χαλεπῶν ἐκποριζόμενα·
二人の人物のそれぞれが多くの水瓶を持っており、一人の水瓶は無傷で満たされており、一つはワイン、一つは蜜、一つは牛乳、その他多くのものがそれぞれ満ちているとし、一方でこれらの流れは稀で難しく、多くの労苦と困難を伴ってしか得られないとしよう。