Humanitext Reader

プラトン · ゴルギアス §486-487

カリクレスの忠告と試金石としての対話者

27 / 53 箇所 · ギリシア語

要旨

カリクレスは悲劇の詩句を引用し、哲学に執着するソクラテスが現実の社会で無力であると忠告し実務を勧める。これに対しソクラテスは、彼を自分の魂の正しさを検証するための、知識・好意・率直さを兼ね備えた最適な「試金石」として歓迎する。

§486ΚΑΛ. καὶ γὰρ ἐμοὶ τοιαῦτʼ ἄττα ἐπέρχεται πρὸς σὲ λέγειν, οἷάπερ ἐκεῖνος πρὸς τὸν ἀδελφόν, ὅτι ἀμελεῖς, ὦ Σώκρατες, ὧν δεῖ σε ἐπιμελεῖσθαι, καὶ φύσιν ψυχῆς ὧδε γενναίαν μειρακιώδει τινὶ διατρέπεις μορφώματι, καὶ οὔτʼ ἂν δίκης βουλαῖσι προσθεῖʼ ἂν ὀρθῶς λόγον, οὔτʼ εἰκὸς ἂν καὶ πιθανὸν ἂν λάβοις, οὔθʼ ὑπὲρ ἄλλου νεανικὸν βούλευμα βουλεύσαιο.
カリクレス:というのも、私にも君に対して、ちょうどあの(ゼトスが)兄弟に対して語ったような、次のような言葉が思い浮かぶからだ。 すなわち、「ソクラテスよ、君は心に留めるべきことを怠っており、このように気高い魂の天性を、どこか少年じみた姿へと歪めている。 そして、正義の評議において正しく弁論を述べることもできなければ、それらしく説得力のある議論を掴み取ることもできず、他人のために雄々しい計画を企てることもできない」と。
καίτοι, ὦ φίλε Σώκρατες—καί μοι μηδὲν ἀχθεσθῇς· εὐνοίᾳ γὰρ ἐρῶ τῇ σῇ—οὐκ αἰσχρὸν δοκεῖ σοι εἶναι οὕτως ἔχειν ὡς ἐγὼ σὲ οἶμαι ἔχειν καὶ τοὺς ἄλλους τοὺς πόρρω ἀεὶ φιλοσοφίας ἐλαύνοντας;
しかし、愛するソクラテスよ――そして私の言うことに決して腹を立てないでくれ、私は君への好意から言っているのだから――私が君について、また絶えず哲学の奥深くへと突き進んでいる他の人々について思っているように、そのような状態でいることは恥ずべきことだと思わないか。
νῦν γὰρ εἴ τις σοῦ λαβόμενος ἢ ἄλλου ὁτουοῦν τῶν τοιούτων εἰς τὸ δεσμωτήριον ἀπάγοι, φάσκων ἀδικεῖν μηδὲν ἀδικοῦντα, οἶσθʼ ὅτι οὐκ ἂν ἔχοις ὅτι χρήσαιο σαυτῷ, ἀλλʼ ἰλιγγιῴης ἂν καὶ χασμῷο οὐκ ἔχων ὅτι εἴποις, καὶ εἰς τὸ δικαστήριον ἀναβάς, κατηγόρου τυχὼν πάνυ φαύλου καὶ μοχθηροῦ, ἀποθάνοις ἄν, εἰ βούλοιτο θανάτου σοι τιμᾶσθαι.
もし今、誰かが君や、あるいは同類のだれか他の者を捕らえて、何も悪いことをしていないのに悪いことをしたと主張して牢獄へと連行したなら、君は自分自身をどう扱っていいか分からなくなるのではないか。 ただ頭をふらつかせ、言うべき言葉も見つからずに口をぽかんと開け、法廷に引き出されて、いかに取るに足らない極悪非道な告訴人に当たったとしても、もしその者が君に死刑を求めようとするなら、君は死ぬことになるだろう。
καίτοι πῶς σοφὸν τοῦτό ἐστιν, ὦ Σώκρατες, "ἥτις εὐφυῆ λαβοῦσα τέχνη φῶτα ἔθηκε χείρονα" , μήτε αὐτὸν αὑτῷ δυνάμενον βοηθεῖν μηδʼ ἐκσῶσαι ἐκ τῶν μεγίστων κινδύνων μήτε ἑαυτὸν μήτε ἄλλον μηδένα, ὑπὸ δὲ τῶν ἐχθρῶν περισυλᾶσθαι πᾶσαν τὴν οὐσίαν, ἀτεχνῶς δὲ ἄτιμον ζῆν ἐν τῇ πόλει;
しかし、ソクラテスよ、「優れた天性を持つ男を手に入れながら、彼をより劣った者に仕立て上げる技術」とは、どうして知恵と言えようか。 自分自身を助けることもできず、最大の危機から自分も他人も誰も救い出すこともできず、敵にすべての財産を強奪されるままにされ、都市の中で全く名誉を剥奪された状態で生きるようにする技術が。
τὸν δὲ τοιοῦτον, εἴ τι καὶ ἀγροικότερον εἰρῆσθαι, ἔξεστιν ἐπὶ κόρρης τύπτοντα μὴ διδόναι δίκην.
そのような者は、いささか野暮な言い方を許してもらえるなら、頬を殴られても告発できないのだ。
ἀλλʼ ὠγαθέ, ἐμοὶ πείθου, "παῦσαι δὲ ἐλέγχων, πραγμάτων δʼ εὐμουσίαν ἄσκει" , καὶ ἄσκει ὁπόθεν δόξεις φρονεῖν, "ἄλλοις τὰ κομψὰ ταῦτα ἀφείς" , εἴτε ληρήματα χρὴ φάναι εἶναι εἴτε φλυαρίας, "ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις" ·
だから、わが友よ、私に従って、「吟味することはやめ、実務の美しさに励みなさい」、そして君が賢明であると思われるようなことに励み、「他の人々に、こうしたこざかしい戯れ言を譲りなさい」、それをたわごとと呼ぶべきか、それともくだらないおしゃべりというべきかはともかく、「それによって君は、空っぽの家の中に住むことになるだろう」。
ζηλῶν οὐκ ἐλέγχοντας ἄνδρας τὰ μικρὰ ταῦτα, ἀλλʼ οἷς ἔστιν καὶ βίος καὶ δόξα καὶ ἄλλα πολλὰ ἀγαθά.
そうした、ささいなことを吟味する人々ではなく、生活の資力も名声も、その他多くの良きものを持っている人々を模範としなさい。
ΣΩ. εἰ χρυσῆν ἔχων ἐτύγχανον τὴν ψυχήν, ὦ Καλλίκλεις, οὐκ ἂν οἴει με ἅσμενον εὑρεῖν τούτων τινὰ τῶν λίθων ᾗ βασανίζουσιν τὸν χρυσόν, τὴν ἀρίστην, πρὸς ἥντινα ἔμελλον προσαγαγὼν αὐτήν, εἴ μοι ὁμολογήσειεν ἐκείνη καλῶς τεθεραπεῦσθαι τὴν ψυχήν, εὖ εἴσεσθαι ὅτι ἱκανῶς ἔχω καὶ οὐδέν με δεῖ ἄλλης βασάνου;
ソクラテス:もし私が黄金の魂を持っていたなら、カリクレスよ、黄金を試すあの石の中で、最も優れたものを喜んで見つけ出したいと君は思わないか。 その石に私の魂を当ててみて、もしその石が私の魂が立派に養われてきたと認めてくれるなら、私は自分が十分な状態にあること、そしてこれ以上の試練は何も必要ないことを、十分に確信できるのだから。
ΚΑΛ. πρὸς τί δὴ τοῦτο ἐρωτᾷς, ὦ Σώκρατες;
カリクレス:一体どうしてそんなことを尋ねるのだ、ソクラテス?
ΣΩ. ἐγώ σοι ἐρῶ·
ソクラテス:話そう。
νῦν οἶμαι ἐγὼ σοὶ ἐντετυχηκὼς τοιούτῳ ἑρμαίῳ ἐντετυχηκέναι.
今、私は君に出会って、まさにそのような掘り出し物に出会ったと思っているのだ。
ΚΑΛ. τί δή;
カリクレス:どういうことだ?
§487ΣΩ. εὖ οἶδʼ ὅτι, ἅν μοι σὺ ὁμολογήσῃς περὶ ὧν ἡ ἐμὴ ψυχὴ δοξάζει, ταῦτʼ ἤδη ἐστὶν αὐτὰ τἀληθῆ.
ソクラテス:私の魂が抱いている意見について君が私と合意してくれるなら、それらこそがまさに真理そのものであると、私はよく知っているからだ。
ἐννοῶ γὰρ ὅτι τὸν μέλλοντα βασανιεῖν ἱκανῶς ψυχῆς πέρι ὀρθῶς τε ζώσης καὶ μὴ τρία ἄρα δεῖ ἔχειν ἃ σὺ πάντα ἔχεις, ἐπιστήμην τε καὶ εὔνοιαν καὶ παρρησίαν.
私は次のように考えている。 正しく生きているか否かについて魂を十分に吟味しようとする者は、三つのものを備えていなければならず、君はそれらすべてを、すなわち知識、好意、そして率直さを備えている。
ἐγὼ γὰρ πολλοῖς ἐντυγχάνω οἳ ἐμὲ οὐχ οἷοί τέ εἰσιν βασανίζειν διὰ τὸ μὴ σοφοὶ εἶναι ὥσπερ σύ·
実際、私は多くの人々に出会うが、彼らは君のように賢明ではないために、私を吟味することができない。
ἕτεροι δὲ σοφοὶ μέν εἰσιν, οὐκ ἐθέλουσιν δέ μοι λέγειν τὴν ἀλήθειαν διὰ τὸ μὴ κήδεσθαί μου ὥσπερ σύ·
また他の人々は賢明ではあるが、君のように私を気遣ってくれないために、私に真実を語ろうとしない。
τὼ δὲ ξένω τώδε, Γοργίας τε καὶ πῶλος, σοφὼ μὲν καὶ φίλω ἐστὸν ἐμώ, ἐνδεεστέρω δὲ παρρησίας καὶ αἰσχυντηροτέρω μᾶλλον τοῦ δέοντος·
そしてここにいる二人の客人、ゴルギアスとポロスは、賢明で私の友人ではあるが、率直さに欠け、必要以上に内気である。
πῶς γὰρ οὔ;
実際そうではないか。
ὥ γε εἰς τοσοῦτον αἰσχύνης ἐληλύθατον, ὥστε διὰ τὸ αἰσχύνεσθαι τολμᾷ ἑκάτερος αὐτῶν αὐτὸς αὑτῷ ἐναντία λέγειν ἐναντίον πολλῶν ἀνθρώπων, καὶ ταῦτα περὶ τῶν μεγίστων.
この二人はあまりにも内気なために、多くの人々の前で、しかも最も重大な事柄について、恥ずかしさのあまりそれぞれ自分自身と矛盾することをあえて言ってしまうほどなのだ。
σὺ δὲ ταῦτα πάντα ἔχεις ἃ οἱ ἄλλοι οὐκ ἔχουσιν·
しかし、君は他の人々が持っていないこれらすべてを持っている。
πεπαίδευσαί τε γὰρ ἱκανῶς, ὡς πολλοὶ ἂν φήσαιεν Ἀθηναίων, καὶ ἐμοὶ εἶ εὔνους.
というのも、多くの雅典市民が言うように、君は十分に教育を受けており、また私に対して好意を持っているからだ。
τίνι τεκμηρίῳ χρῶμαι; ἐγώ σοι ἐρῶ.
どのような証拠に基づいてそう言うのか、話そう。
οἶδα ὑμᾶς ἐγώ, ὦ Καλλίκλεις, τέτταρας ὄντας κοινωνοὺς γεγονότας σοφίας, σέ τε καὶ Τείσανδρον τὸν Ἀφιδναῖον καὶ Ἄνδρωνα τὸν Ἀνδροτίωνος καὶ Ναυσικύδην τὸν Χολαργέα·
私は知っているのだ、カリクレスよ。 君たち四人が、知恵を共有する仲間となったことを。 すなわち、君と、アピドナイのテイサンドロス、アンドロティオンの子アンドロン、そしてコラルゴスのナウシキュデスだ。
καί ποτε ὑμῶν ἐγὼ ἐπήκουσα βουλευομένων μέχρι ὅποι τὴν σοφίαν ἀσκητέον εἴη, καὶ οἶδα ὅτι ἐνίκα ἐν ὑμῖν τοιάδε τις δόξα, μὴ προθυμεῖσθαι εἰς τὴν ἀκρίβειαν φιλοσοφεῖν, ἀλλὰ εὐλαβεῖσθαι παρεκελεύεσθε ἀλλήλοις ὅπως μὴ πέρα τοῦ δέοντος σοφώτεροι γενόμενοι λήσετε διαφθαρέντες.
かつて私は、君たちがどこまで知恵を修めるべきかについて相談しているのを立ち聞きした。 そして、君たちの間で次のような意見が優勢であったことを知っている。 すなわち、厳密に哲学することに熱を上げすぎてはならず、必要以上に賢くなって、自分でも気づかないうちに破滅してしまわないように用心すべきだと、互いに勧め合っていたことを。
ἐπειδὴ οὖν σου ἀκούω ταὐτὰ ἐμοὶ συμβουλεύοντος ἅπερ τοῖς σεαυτοῦ ἑταιροτάτοις, ἱκανόν μοι τεκμήριόν ἐστιν ὅτι ὡς ἀληθῶς μοι εὔνους εἶ.
それゆえ、君が私に対して、君自身の最も親しい仲間たちに勧めたのと全く同じことを勧めているのを聞くとき、それは君が私に対して本当に好意を抱いているという十分な証拠になる。
καὶ μὴν ὅτι γε οἷος παρρησιάζεσθαι καὶ μὴ αἰσχύνεσθαι, αὐτός τε φῂς καὶ ὁ λόγος ὃν ὀλίγον πρότερον ἔλεγες ὁμολογεῖ σοι.
さらに、君が率直に語ることができ、恥ずかしがらない人物であることは、君自身もそう言っているし、少し前に君が語った議論もそれを裏付けている。
ἔχει δὴ οὑτωσὶ δῆλον ὅτι τούτων πέρι νυνί·
さて、これらのことについては、現在は明らかに出そろっている。
ἐάν τι σὺ ἐν τοῖς λόγοις ὁμολογήσῃς μοι, βεβασανισμένον τοῦτʼ ἤδη ἔσται ἱκανῶς ὑπʼ ἐμοῦ τε καὶ σοῦ, καὶ οὐκέτι αὐτὸ δεήσει ἐπʼ ἄλλην βάσανον ἀναφέρειν.
もし君が議論の中で私の言うことに何か同意してくれるなら、それはすでに私と君によって十分に吟味されたことになり、もはやそれを別の試練にかける必要はなくなる。
οὐ γὰρ ἄν ποτε αὐτὸ συνεχώρησας σὺ οὔτε σοφίας ἐνδείᾳ οὔτʼ αἰσχύνης περιουσίᾳ, οὐδʼ αὖ ἀπατῶν ἐμὲ συγχωρήσαις ἄν·
なぜなら、君が知識の不足や過度の内気さから同意を与えることは決してないだろうし、また私を騙して同意することもないだろうからだ。
φίλος γάρ μοι εἶ, ὡς καὶ αὐτὸς φῄς.
君自身が言うように、君は私の友人なのだから。
τῷ ὄντι οὖν ἡ ἐμὴ καὶ ἡ σὴ ὁμολογία τέλος ἤδη ἕξει τῆς ἀληθείας.
それゆえ、実に私と君との合意こそが、真理の究極の到達点となるだろう。

語釈・文法注

  1. 486aπροσθεῖʼ ἂν ὀρθῶς λόγον — エウリピデスの悲劇からの引用に基づく箇所で、二重の `ἂν`(`προσθεῖʼ` の後と直前)を伴う可能希求法(potential optative)が用いられている。この小辞の重複は古典期ギリシア語において、可能性を強調したり控えめな主張を強めるための詩的かつ慣用的な表現である。
  2. 486bἥτις εὐφυῆ λαβοῦσα τέχνη φῶτα ἔθηκε χείρονα — 関係代名詞 `ἥτις` は主節の非人称構文 `πῶς σοφὸν τοῦτό ἐστιν` の `τοῦτο`(または暗黙の先行詞である「技術」)を形容詞的に修飾・説明する。この `ἥτις` は本質的な属性や理由を表す定性的関係節('such as to...')を導き、「才能ある者を捕らえながら、その者をより劣った者にしてしまうような[技術]」というニュアンスを付与している。
  3. 487aτὸν μέλλοντα βασανιεῖν — 非人称動詞 `δεῖ` の意味上の主語として対格の `τὸν μέλλοντα` が置かれ、それに不定詞 `βασανιεῖν` が続く対格不定詞構文(accusative with infinitive)を形成している。`βασανιεῖν`(動詞 `βασανίζω` の収縮未来不定詞)は「吟味しようとする者」という意図を表す `μέλλοντα` と組み合わさって、魂の吟味を行う主体とその動作を示している。
  4. 487bὥ γε εἰς τοσοῦτον αἰσχύνης ἐληλύθατον — 主格双数形の関係代名詞 `ὥ`(Gorgias と Polus を指す)に強意の小辞 `γε` が伴い、主格双数動詞 `ἐληλύθατον` に係っている。`αἰσχύνης` は程度を表す副詞的対格 `εἰς τοσοῦτον` に修飾される部分属格(partitive genitive)で、「恥ずかしさのそのような極みにまで」を意味する。

この箇所を引用する

プラトン, ゴルギアス §486-487. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:486-487

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。