§486ΚΑΛ. καὶ γὰρ ἐμοὶ τοιαῦτʼ ἄττα ἐπέρχεται πρὸς σὲ λέγειν, οἷάπερ ἐκεῖνος πρὸς τὸν ἀδελφόν, ὅτι
ἀμελεῖς, ὦ Σώκρατες, ὧν δεῖ σε ἐπιμελεῖσθαι, καὶ φύσιν ψυχῆς ὧδε γενναίαν μειρακιώδει τινὶ διατρέπεις μορφώματι, καὶ οὔτʼ ἂν δίκης βουλαῖσι προσθεῖʼ ἂν ὀρθῶς λόγον, οὔτʼ εἰκὸς ἂν καὶ πιθανὸν ἂν λάβοις, οὔθʼ ὑπὲρ ἄλλου νεανικὸν βούλευμα βουλεύσαιο.
卡里克勒斯:事实上,我脑海中也浮现出一些对你说的话,正像那个人对他的兄弟所说的一样,即: “苏格拉底,你疏忽了你应当关心的事,你用某种少年般的形态扭曲了灵魂那本高贵的品质。 你既不能在正义的议会中正确地提出申辩,也不能掌握可能且具有说服力的论点,更不能为他人出谋划策。
καίτοι, ὦ φίλε Σώκρατες—καί μοι μηδὲν ἀχθεσθῇς· εὐνοίᾳ γὰρ ἐρῶ τῇ σῇ—οὐκ αἰσχρὸν δοκεῖ σοι εἶναι οὕτως ἔχειν ὡς ἐγὼ σὲ οἶμαι ἔχειν καὶ τοὺς ἄλλους τοὺς πόρρω ἀεὶ φιλοσοφίας ἐλαύνοντας;
” 然而,我亲爱的苏格拉底——请千万不要对我动怒,因为我是出于对你的好意才说的——你难道不觉得处于这种状态是可耻的吗? 我认为你和那些总是深入研究哲学的人正是如此。
νῦν γὰρ εἴ τις σοῦ λαβόμενος ἢ ἄλλου ὁτουοῦν τῶν τοιούτων εἰς τὸ δεσμωτήριον ἀπάγοι, φάσκων ἀδικεῖν μηδὲν ἀδικοῦντα, οἶσθʼ ὅτι οὐκ ἂν ἔχοις ὅτι χρήσαιο σαυτῷ, ἀλλʼ ἰλιγγιῴης ἂν καὶ χασμῷο οὐκ ἔχων ὅτι εἴποις, καὶ εἰς τὸ δικαστήριον ἀναβάς, κατηγόρου τυχὼν πάνυ φαύλου καὶ μοχθηροῦ, ἀποθάνοις ἄν, εἰ βούλοιτο θανάτου σοι τιμᾶσθαι.
因为现在,如果有人抓住你或任何其他此类的人,将你带到监狱,声称你犯了罪,而你实际上没有犯任何罪,你可知道你不知道该如何应对,而是会头晕目眩、张口结舌,说不出话来;当你走上法庭,即使遇到了一个极其猥琐和恶劣的控告者,如果他要求判你死刑,你就会死掉。
καίτοι πῶς σοφὸν τοῦτό ἐστιν, ὦ Σώκρατες,
"ἥτις εὐφυῆ λαβοῦσα τέχνη φῶτα ἔθηκε χείρονα"
, μήτε αὐτὸν αὑτῷ δυνάμενον βοηθεῖν μηδʼ ἐκσῶσαι ἐκ τῶν μεγίστων κινδύνων μήτε ἑαυτὸν μήτε ἄλλον μηδένα, ὑπὸ δὲ τῶν ἐχθρῶν περισυλᾶσθαι πᾶσαν τὴν οὐσίαν, ἀτεχνῶς δὲ ἄτιμον ζῆν ἐν τῇ πόλει;
然而,苏格拉底,这怎么能说是智慧呢? “一门技艺,它得到一个天资优秀的人,却使他变得更差,” 既不能帮助他自己,也不能将他自己或任何其他人从极大的危险中救出,反而在城邦中被敌人剥夺所有的财产,完全毫无尊严地活着。
τὸν δὲ τοιοῦτον, εἴ τι καὶ ἀγροικότερον εἰρῆσθαι, ἔξεστιν ἐπὶ κόρρης τύπτοντα μὴ διδόναι δίκην.
对于这样的人,即使说起来有点粗俗,也可以打他的耳光而不受任何惩罚。
ἀλλʼ ὠγαθέ, ἐμοὶ πείθου,
"παῦσαι δὲ ἐλέγχων, πραγμάτων δʼ εὐμουσίαν ἄσκει"
, καὶ ἄσκει ὁπόθεν δόξεις φρονεῖν,
"ἄλλοις τὰ κομψὰ ταῦτα ἀφείς"
, εἴτε ληρήματα χρὴ φάναι εἶναι εἴτε φλυαρίας,
"ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις"
· ζηλῶν οὐκ ἐλέγχοντας ἄνδρας τὰ μικρὰ ταῦτα, ἀλλʼ οἷς ἔστιν καὶ βίος καὶ δόξα καὶ ἄλλα πολλὰ ἀγαθά.
但是,我的好朋友,听我的话, “停止反驳,去实践事务的和谐”,并努力在那些能让你显得聪明的事情上大展拳脚, “把这些聪明的花招留给别人”,无论这些是该被称为胡言乱语还是闲扯, “你将因此住在空无一物的房子里”;不要去效仿那些反驳这些细枝末节的人,而要去效仿那些既有生活资财、又有声誉和许多其他美好事物的人。
ΣΩ. εἰ χρυσῆν ἔχων ἐτύγχανον τὴν ψυχήν, ὦ Καλλίκλεις, οὐκ ἂν οἴει με ἅσμενον εὑρεῖν τούτων τινὰ τῶν λίθων ᾗ βασανίζουσιν τὸν χρυσόν, τὴν ἀρίστην, πρὸς ἥντινα ἔμελλον προσαγαγὼν αὐτήν, εἴ μοι ὁμολογήσειεν ἐκείνη καλῶς τεθεραπεῦσθαι τὴν ψυχήν, εὖ εἴσεσθαι ὅτι ἱκανῶς ἔχω καὶ οὐδέν με δεῖ ἄλλης βασάνου;
苏格拉底:卡里克勒斯,如果我碰巧拥有一颗黄金般的灵魂,你难道不认为我会很高兴能找到那些用来检验黄金的石头中最好的一种吗? 当我将我的灵魂靠过去时,如果它向我承认我的灵魂得到了良好的照料,我就会确信我已经处于足够好的状态,不再需要任何其他的检验了。
ΚΑΛ. πρὸς τί δὴ τοῦτο ἐρωτᾷς, ὦ Σώκρατες;
卡里克勒斯:苏格拉底,你究竟为什么要问这个?
ΣΩ. ἐγώ σοι ἐρῶ·
苏格拉底:我会告诉你的。
νῦν οἶμαι ἐγὼ σοὶ ἐντετυχηκὼς τοιούτῳ ἑρμαίῳ ἐντετυχηκέναι.
现在我认为,遇到了你,我就是遇到了这样一个宝贝。
ΚΑΛ. τί δή;
卡里克勒斯:怎么说?
§487ΣΩ. εὖ οἶδʼ ὅτι, ἅν μοι σὺ ὁμολογήσῃς περὶ ὧν ἡ ἐμὴ ψυχὴ δοξάζει, ταῦτʼ ἤδη ἐστὶν αὐτὰ τἀληθῆ.
苏格拉底:因为我清楚地知道,凡是就我灵魂所持的观点你与我达成一致的事,那些事就已经是真理本身了。
ἐννοῶ γὰρ ὅτι τὸν μέλλοντα βασανιεῖν ἱκανῶς ψυχῆς πέρι ὀρθῶς τε ζώσης καὶ μὴ τρία ἄρα δεῖ ἔχειν ἃ σὺ πάντα ἔχεις, ἐπιστήμην τε καὶ εὔνοιαν καὶ παρρησίαν.
因为我考虑到,凡是想要充分检验一个灵魂是否活得正确的人,必须具备三样东西,而你全部具备:知识、好意和率直。
ἐγὼ γὰρ πολλοῖς ἐντυγχάνω οἳ ἐμὲ οὐχ οἷοί τέ εἰσιν βασανίζειν διὰ τὸ μὴ σοφοὶ εἶναι ὥσπερ σύ· ἕτεροι δὲ σοφοὶ μέν εἰσιν, οὐκ ἐθέλουσιν δέ μοι λέγειν τὴν ἀλήθειαν διὰ τὸ μὴ κήδεσθαί μου ὥσπερ σύ· τὼ δὲ ξένω τώδε, Γοργίας τε καὶ πῶλος, σοφὼ μὲν καὶ φίλω ἐστὸν ἐμώ, ἐνδεεστέρω δὲ παρρησίας καὶ αἰσχυντηροτέρω μᾶλλον τοῦ δέοντος·
因为我遇到了许多人,他们不能检验我,是因为他们不像你那样聪明;另一些人虽然聪明,却不愿意对我说真话,因为他们不像你那样关心我;至于这两位客人,革律翁和波洛斯,他们固然聪明,也是我的朋友,但他们缺乏率直,且比应有的更加害羞。
πῶς γὰρ οὔ;
怎么能不这样呢?
ὥ γε εἰς τοσοῦτον αἰσχύνης ἐληλύθατον, ὥστε διὰ τὸ αἰσχύνεσθαι τολμᾷ ἑκάτερος αὐτῶν αὐτὸς αὑτῷ ἐναντία λέγειν ἐναντίον πολλῶν ἀνθρώπων, καὶ ταῦτα περὶ τῶν μεγίστων.
他们两个已经到了如此羞怯的地步,以至于因为害羞,他们竟然敢在众人面前,而且是在最重大的事情上,说出与自己相反的话。
σὺ δὲ ταῦτα πάντα ἔχεις ἃ οἱ ἄλλοι οὐκ ἔχουσιν· πεπαίδευσαί τε γὰρ ἱκανῶς, ὡς πολλοὶ ἂν φήσαιεν Ἀθηναίων, καὶ ἐμοὶ εἶ εὔνους.
但你拥有所有这些其他人所没有的东西:因为你接受了充分的教育,正如许多雅典人会说的那样,而且你对我有好意。
τίνι τεκμηρίῳ χρῶμαι;
我用什么作为凭证呢?
ἐγώ σοι ἐρῶ.
我会告诉你的。
οἶδα ὑμᾶς ἐγώ, ὦ Καλλίκλεις, τέτταρας ὄντας κοινωνοὺς γεγονότας σοφίας, σέ τε καὶ Τείσανδρον τὸν Ἀφιδναῖον καὶ Ἄνδρωνα τὸν Ἀνδροτίωνος καὶ Ναυσικύδην τὸν Χολαργέα·
卡里克勒斯,我知道你们四个人成了共享智慧的伙伴:你、阿菲德奈的帖桑德罗、安德罗提翁之子安德隆,以及霍拉尔戈斯的纳乌西库德斯。
καί ποτε ὑμῶν ἐγὼ ἐπήκουσα βουλευομένων μέχρι ὅποι τὴν σοφίαν ἀσκητέον εἴη, καὶ οἶδα ὅτι ἐνίκα ἐν ὑμῖν τοιάδε τις δόξα, μὴ προθυμεῖσθαι εἰς τὴν ἀκρίβειαν φιλοσοφεῖν, ἀλλὰ εὐλαβεῖσθαι παρεκελεύεσθε ἀλλήλοις ὅπως μὴ πέρα τοῦ δέοντος σοφώτεροι γενόμενοι λήσετε διαφθαρέντες.
有一次,我听到你们在商议智慧应当学习到什么程度,我知道在你们中间占上风的是这样一种观点:不要热衷于将哲学研究到严密的程度,而是要互相告诫要小心,以免由于变得比应有的更聪明而不知不觉地走向毁灭。
ἐπειδὴ οὖν σου ἀκούω ταὐτὰ ἐμοὶ συμβουλεύοντος ἅπερ τοῖς σεαυτοῦ ἑταιροτάτοις, ἱκανόν μοι τεκμήριόν ἐστιν ὅτι ὡς ἀληθῶς μοι εὔνους εἶ.
因此,当我听到你向我提出与你向自己最亲密的同伴所提出的完全相同的建议时,这对我来说就是一个充分的凭证,证明你确实对我有好意。
καὶ μὴν ὅτι γε οἷος παρρησιάζεσθαι καὶ μὴ αἰσχύνεσθαι, αὐτός τε φῂς καὶ ὁ λόγος ὃν ὀλίγον πρότερον ἔλεγες ὁμολογεῖ σοι.
再者,至于说你是一个能够率直直言、毫不羞怯的人,这不仅是你自己说的,你刚才所说的话也与你相符。
ἔχει δὴ οὑτωσὶ δῆλον ὅτι τούτων πέρι νυνί· ἐάν τι σὺ ἐν τοῖς λόγοις ὁμολογήσῃς μοι, βεβασανισμένον τοῦτʼ ἤδη ἔσται ἱκανῶς ὑπʼ ἐμοῦ τε καὶ σοῦ, καὶ οὐκέτι αὐτὸ δεήσει ἐπʼ ἄλλην βάσανον ἀναφέρειν.
显然,关于这些事情现在的情况就是这样:如果你在讨论中与我达成任何一致,这件事情就已经是被你和我充分检验过的了,不再需要将它提交给另一种检验。
οὐ γὰρ ἄν ποτε αὐτὸ συνεχώρησας σὺ οὔτε σοφίας ἐνδείᾳ οὔτʼ αἰσχύνης περιουσίᾳ, οὐδʼ αὖ ἀπατῶν ἐμὲ συγχωρήσαις ἄν· φίλος γάρ μοι εἶ, ὡς καὶ αὐτὸς φῄς.
因为你绝不会因为缺乏智慧或因为过度害羞而做出妥协,更不会为了欺骗我而做出妥协;因为正如你自己所说,你是我的朋友。
τῷ ὄντι οὖν ἡ ἐμὴ καὶ ἡ σὴ ὁμολογία τέλος ἤδη ἕξει τῆς ἀληθείας.
因此,实际上你和我的共同一致,就将是真理的终点。