§464ΣΩ. ἀλλʼ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική·
ソクラテス:だが、私は弁論術が私にとって何であると思われるか、とにかく言ってみることにしよう。
εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, πῶλος ὅδε ἐλέγξει.
もしそれがたまたまそのようなものでないならば、ここにいるポロスが反論するだろう。
σῶμά που καλεῖς τι καὶ ψυχήν;
君はあるものを「身体」、あるものを「魂」と呼ぶね。
ΓΟΡ. πῶς γὰρ οὔ;
ΓΟΡ. もちろん呼びますとも。
ΣΩ. οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν;
ソクラテス:では、これらのそれぞれについて、ある種の健康状態があると思うかね。
ΓΟΡ. ἔγωγε.
ΓΟΡ. 思います。
ΣΩ. τί δέ;
ソクラテス:では、こういうのはどうだ。
δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δʼ οὔ;
見かけだけの健康状態で、実際はそうではないというものは?
οἷον τοιόνδε λέγω·
例えば次のようなことだ。
πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὅτι οὐκ εὖ ἔχουσιν, ἀλλʼ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις.
多くの人が身体が健康であるように見え、彼らが健康ではないことに、医師や体育の専門家以外の誰もが容易には気づかない。
ΓΟΡ. ἀληθῆ λέγεις.
ΓΟΡ. 本当ですね。
ΣΩ. τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, ἔχει δὲ οὐδὲν μᾶλλον.
ソクラテス:私はそのようなものが身体にも魂にもあると言っているのだ。 それが身体や魂を健康であるように見えさせるが、実際は少しも健康ではないのだ。
ΓΟΡ. ἔστι ταῦτα.
ΓΟΡ. その通りです。
ΣΩ. φέρε δή σοι, ἐὰν δύνωμαι, σαφέστερον ἐπιδείξω ὃ λέγω.
ソクラテス:さあ、できることなら、私が言っていることを君にもっと明確に示してみせよう。
δυοῖν ὄντοιν τοῖν πραγμάτοιν δύο λέγω τέχνας·
二つの事柄があるのだから、私は二つの技術があると言う。
τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δὲ ἐπὶ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δὲ ἰατρικήν·
魂に関するものを私は政治術と呼び、身体に関するものについては、このように一つの名前で呼ぶことはできない。 だが、身体の世話という一つのものに対して二つの部分を言うなら、一つは体育であり、もう一つは医術である。
τῆς δὲ πολιτικῆς ἀντὶ μὲν τῆς γυμναστικῆς τὴν νομοθετικήν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην.
そして、政治術のうち体育に対応するものとしては立法術を、医術に対応するものとしては司法を置く。
ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις, ἅτε περὶ τὸ αὐτὸ οὖσαι, ἑκάτεραι τούτων, ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαιοσύνη τῇ νομοθετικῇ·
これらは実際、同じものを対象としているのだから、互いに共通点を持っている。 すなわち医術は体育と、司法は立法術とね。
ὅμως δὲ διαφέρουσίν τι ἀλλήλων.
しかし、それでも互いにある程度は異なっている。
τεττάρων δὴ τούτων οὐσῶν, καὶ ἀεὶ πρὸς τὸ βέλτιστον θεραπευουσῶν τῶν μὲν τὸ σῶμα, τῶν δὲ τὴν ψυχήν, ἡ κολακευτικὴ αἰσθομένη —οὐ γνοῦσα λέγω ἀλλὰ στοχασαμένη—τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ὑπὸ ἕκαστον τῶν μορίων, προσποιεῖται εἶναι τοῦτο ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἀεὶ ἡδίστῳ θηρεύεται τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖ πλείστου ἀξία εἶναι.
このように四つ(の技術)があって、一方は身体を、他方は魂を、常に最善の状態を目指して世話しているが、諂いがこれに気づき――知った上でではなく推測によってだが――自分を四つに分割し、それぞれの部分の下に潜り込んで、自分がその潜り込んだもの(技術)であるかのように装うのだ。 そして、最善のことには一切構わず、常に最も快いものでもって無知な者たちを狩り出し、騙す。 その結果、最も価値があると思われるのだ。
ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκεν, καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστʼ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρόν, ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιός, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν.
こうして、医術の下には料理術が潜り込み、身体に最善の食物を知っているかのように装う。 だから、もし子供たちの前で、あるいは子供たちのように愚かな大人たちの前で、医師と料理人が、どちらが良い食べ物と悪い食べ物をわきまえているかを競うことになれば、医師は飢えて死ぬことになるだろう。
§465ΣΩ. κολακείαν μὲν οὖν αὐτὸ καλῶ, καὶ αἰσχρόν φημι εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε—τοῦτο γὰρ πρὸς σὲ λέγω—ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου·
ソクラテス:ポロスよ、これを私は諂いと呼ぶ。 そして私はこのようなものを醜いと言うのだ――というのは、これは君に向かって言っているのだからね――なぜなら、これは最善のことを考慮せず、快いものを目指すからだ。
τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι ἀλλʼ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει ἃ προσφέρει ὁποῖʼ ἄττα τὴν φύσιν ἐστίν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν.
そして、私はこれを技術ではなく、熟練であると言う。 なぜなら、それが提供するものが、本性上どのようなものであるかについて、何らの論理(ロゴス)も持っておらず、したがって、それぞれの原因を説明することができないからだ。
ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα·
私はロゴスを持たない事柄を技術とは呼ばない。
τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον.
もし君がこれらのことについて異論を唱えるなら、私は喜んで議論に応じよう。
τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιικὴ κολακεία ὑπόκειται·
さて、医術の下には、私が言うように、料理術という諂いが潜んでいる。
τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον τοῦτον ἡ κομμωτική, κακοῦργός τε καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασιν καὶ χρώμασιν καὶ λειότητι καὶ ἐσθῆσιν ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένους τοῦ οἰκείου τοῦ διὰ τῆς γυμναστικῆς ἀμελεῖν.
同じように、体育の下には化粧術が(潜んでいる)。 これは悪質で、欺瞞的で、下品で、卑しいものであり、姿や色、滑らかさや衣服によって欺き、人々をして体育によって得られる本来の美しさを無視させ、外から取り繕った他人の美しさを引きずり込ませる(身にまとわせる)。
ἵνʼ οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν ὥσπερ οἱ γεωμέτραι—ἤδη γὰρ ἂν ἴσως ἀκολουθήσαις—ὅτι ὃ κομμωτικὴ πρὸς γυμναστικήν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικήν, καὶ ὅτι ὃ ὀψοποιικὴ πρὸς ἰατρικήν, τοῦτο ῥητορικὴ πρὸς δικαιοσύνην.
だから、長々と話さないために、幾何学者が言うように君に言おう――これなら君もおそらくついてこられるだろう。 すなわち、化粧術が体育に対する関係は、ソフィスト術が立法術に対する関係と同じであり、料理術が医術に対する関係は、弁論術が司法に対する関係と同じである。
ὅπερ μέντοι λέγω, διέστηκε μὲν οὕτω φύσει, ἅτε δʼ ἐγγὺς ὄντων φύρονται ἐν τῷ αὐτῷ καὶ περὶ ταὐτὰ σοφισταὶ καὶ ῥήτορες, καὶ οὐκ ἔχουσιν ὅτι χρήσονται οὔτε αὐτοὶ ἑαυτοῖς οὔτε οἱ ἄλλοι ἄνθρωποι τούτοις.
もっとも、私が言うように、これらは本性上このように区別されているが、互いに近いために、ソフィストと弁論家は同じ領域で、同じ事柄の周りにごちゃ混ぜになっており、自分たち自身も自分たちをどう扱ってよいか分からず、他の人々も彼らをどう扱ってよいか分からない。
καὶ γὰρ ἄν, εἰ μὴ ἡ ψυχὴ τῷ σώματι ἐπεστάτει, ἀλλʼ αὐτὸ αὑτῷ, καὶ μὴ ὑπὸ ταύτης κατεθεωρεῖτο καὶ διεκρίνετο ἥ τε ὀψοποιικὴ καὶ ἡ ἰατρική, ἀλλʼ αὐτὸ τὸ σῶμα ἔκρινε σταθμώμενον ταῖς χάρισι ταῖς πρὸς αὑτό, τὸ τοῦ Ἀναξαγόρου ἂν πολὺ ἦν, ὦ φίλε Πῶλε—σὺ γὰρ τούτων ἔμπειρος—ὁμοῦ ἂν πάντα χρήματα ἐφύρετο ἐν τῷ αὐτῷ, ἀκρίτων ὄντων τῶν τε ἰατρικῶν καὶ ὑγιεινῶν καὶ ὀψοποιικῶν.
なぜなら、もし魂が身体を支配しておらず、身体が自分自身を支配しており、また魂によって料理術と医術が見分けられ、区別されるのでなく、身体自身が自分に対する快さを基準として判断するのだとしたら、親愛なるポロスよ――君はこれらに詳しいのだから――あのアナクサゴラスの「万物は混ざり合って一つにあった」という言葉が広く当てはまることになり、医学的なものも、健康的なものも、料理術的なものも区別がつかなくなり、すべてが同じところに一緒に混ざり合ってしまうだろう。
ὃ μὲν οὖν ἐγώ φημι τὴν ῥητορικὴν εἶναι, ἀκήκοας·
それゆえ、私が弁論術とは何であると言っているのかを、君は聞いたのだ。
ἀντίστροφον ὀψοποιίας ἐν ψυχῇ, ὡς ἐκεῖνο ἐν σώματι.
それは魂における料理術の対比物であり、ちょうどあちらが身体におけるものであるのと同じだ。
ἴσως μὲν οὖν ἄτοπον πεποίηκα, ὅτι σε οὐκ ἐῶν μακροὺς λόγους λέγειν αὐτὸς συχνὸν λόγον ἀποτέτακα.
それゆえ、おそらく私はおかしなことをしてしまった。 君には長々と話すことを許さなかったのに、自分自身はこんなに長い議論を繰り広げてしまったのだから。
ἄξιον μὲν οὖν ἐμοὶ συγγνώμην ἔχειν ἐστίν·
しかし、私を許すのは当然のことだ。
λέγοντος γάρ μου βραχέα οὐκ ἐμάνθανες, οὐδὲ χρῆσθαι τῇ ἀποκρίσει ἥν σοι ἀπεκρινάμην οὐδὲν οἷός τʼ ἦσθα, ἀλλʼ ἐδέου διηγήσεως.
私が短く話したとき、君は理解できなかったし、私が君に答えたその答えを利用することも全くできなかった。 ただ説明を必要としたのだからね。