§455ΣΩ. ἡ ῥητορικὴ ἄρα, ὡς ἔοικεν, πειθοῦς δημιουργός ἐστιν πιστευτικῆς ἀλλʼ οὐ διδασκαλικῆς περὶ τὸ δίκαιόν τε καὶ ἄδικον.
ソクラテス:すると、どうやら弁論術は、正しいことと正しくないことに関して、信念を生み出す説得の製作者であり、教える説得の製作者ではないのだね。
ΓΟΡ. ναί.
ΓΟΡ. その通りです。
ΣΩ. οὐδʼ ἄρα διδασκαλικὸς ὁ ῥήτωρ ἐστὶν δικαστηρίων τε καὶ τῶν ἄλλων ὄχλων δικαίων τε πέρι καὶ ἀδίκων, ἀλλὰ πιστικὸς μόνον·
ソクラテス:すると、弁論家もまた、法廷やその他の群衆に対して、正しいことや正しくないことについて教える者ではなく、ただ信じさせる者にすぎないのだね。
οὐ γὰρ δήπου ὄχλον γʼ ἂν δύναιτο τοσοῦτον ἐν ὀλίγῳ χρόνῳ διδάξαι οὕτω μεγάλα πράγματα.
なぜなら、あれほど多くの群衆に、これほど重大な事柄を短時間で教えることなど、到底できるはずがないからだ。
ΓΟΡ. οὐ δῆτα.
ΓΟΡ. 到底できません。
ΣΩ. φέρε δή, ἴδωμεν τί ποτε καὶ λέγομεν περὶ τῆς ῥητορικῆς·
ソクラテス:さあ、それでは、私たちは一体全体弁論術について何を言っているのか、考えてみよう。
ἐγὼ μὲν γάρ τοι οὐδʼ αὐτός πω δύναμαι κατανοῆσαι ὅτι λέγω.
私自身、自分が何を言っているのか、いまだに理解できていないのだから。
ὅταν περὶ ἰατρῶν αἱρέσεως ᾖ τῇ πόλει σύλλογος ἢ περὶ ναυπηγῶν ἢ περὶ ἄλλου τινὸς δημιουργικοῦ ἔθνους, ἄλλο τι ἢ τότε ὁ ῥητορικὸς οὐ συμβουλεύσει;
医師の選出について、あるいは造船技師やその他の専門家集団について、国家の集会が開かれるとき、まさかそのとき弁論家が助言することはないだろう。
δῆλον γὰρ ὅτι ἐν ἑκάστῃ αἱρέσει τὸν τεχνικώτατον δεῖ αἱρεῖσθαι.
それぞれの選出において、最も技術のある者を選ぶべきであることは明らかだからだ。
οὐδʼ ὅταν τειχῶν περὶ οἰκοδομήσεως ἢ λιμένων κατασκευῆς ἢ νεωρίων, ἀλλʼ οἱ ἀρχιτέκτονες·
また、城壁の建築や、港湾の建設、あるいは造船所の建設について語られるときもそうではなく、建築家たちが助言する。
οὐδʼ αὖ ὅταν στρατηγῶν αἱρέσεως πέρι ἢ τάξεώς τινος πρὸς πολεμίους ἢ χωρίων καταλήψεως συμβουλὴ ᾖ, ἀλλʼ οἱ στρατηγικοὶ τότε συμβουλεύσουσιν, οἱ ῥητορικοὶ δὲ οὔ·
さらに、将軍の選出についてや、敵に対する何らかの陣形、あるいは陣地の占領についての評議があるときも、そのとき助言するのは将軍の資質を持つ者たちであって、弁論術の使い手たちではない。
ἢ πῶς λέγεις, ὦ Γοργία, τὰ τοιαῦτα;
それともゴルギアス、君はこのような事柄について、どのように言うかね。
ἐπειδὴ γὰρ αὐτός τε φῂς ῥήτωρ εἶναι καὶ ἄλλους ποιεῖν ῥητορικούς, εὖ ἔχει τὰ τῆς σῆς τέχνης παρὰ σοῦ πυνθάνεσθαι.
君は自分自身が弁論家であると主張し、他の人々を弁論家に育て上げると言うのだから、君の技術に関することは君自身から尋ねるのがふさわしい。
καὶ ἐμὲ νῦν νόμισον καὶ τὸ σὸν σπεύδειν·
そして、今の私は君の利益のためにも努めていると思ってほしい。
ἴσως γὰρ καὶ τυγχάνει τις τῶν ἔνδον ὄντων μαθητής σου βουλόμενος γενέσθαι, ὡς ἐγώ τινας σχεδὸν καὶ συχνοὺς αἰσθάνομαι, οἳ ἴσως αἰσχύνοιντʼ ἄν σε ἀνερέσθαι.
というのも、おそらく、この内にいる人たちの誰かが君の弟子になりたいと望んでいるのだろうから。 実際、かなりの数の人々がそうであることに私は気づいているのだが、彼らは君に直接尋ねるのを恥ずかしがっているのかもしれない。
ὑπʼ ἐμοῦ οὖν ἀνερωτώμενος νόμισον καὶ ὑπʼ ἐκείνων ἀνερωτᾶσθαι·
だから、私に尋ねられていることで、彼らからも尋ねられているのだと考えてほしい。
τί ἡμῖν, ὦ Γοργία, ἔσται, ἐάν σοι συνῶμεν;
「ゴルギアス、私たちがあなたのもとに集うなら、私たちには何が得られるでしょうか。
περὶ τίνων τῇ πόλει συμβουλεύειν οἷοί τε ἐσόμεθα;
私たちは国家に対してどのような事柄について助言できるようになるでしょうか。
πότερον περὶ δικαίου μόνον καὶ ἀδίκου ἢ καὶ περὶ ὧν νυνδὴ Σωκράτης ἔλεγεν;
それは正しいことと正しくないことだけでしょうか、それとも、先ほどソクラテスが言っていた事柄についてもでしょうか。
πειρῶ οὖν αὐτοῖς ἀποκρίνεσθαι.
」だから、彼らに答えるように努めてみてほしい。
ΓΟΡ. ἀλλʼ ἐγώ σοι πειράσομαι, ὦ Σώκρατες, σαφῶς ἀποκαλύψαι τὴν τῆς ῥητορικῆς δύναμιν ἅπασαν·
ΓΟΡ. ソクラテス、私は君に、弁論術の力のすべてを明確に明かしてみせるよう努めましょう。
αὐτὸς γὰρ καλῶς ὑφηγήσω.
君自身が実にうまく導いてくれたのだから。
οἶσθα γὰρ δήπου ὅτι τὰ νεώρια ταῦτα καὶ τὰ τείχη τὰ Ἀθηναίων καὶ ἡ τῶν λιμένων κατασκευὴ ἐκ τῆς Θεμιστοκλέους συμβουλῆς γέγονεν, τὰ δʼ ἐκ τῆς Περικλέους ἀλλʼ οὐκ ἐκ τῶν δημιουργῶν.
というのも、アテナイ人のあの造船所や城壁、そして港湾の建設はテミストクレスの助言によって実現し、また別のものはペリクレスの助言によるものであって、職人たちによるものではないことを、君ももちろん知っているだろう。
ΣΩ. λέγεται ταῦτα, ὦ Γοργία, περὶ Θεμιστοκλέους·
ソクラテス:ゴルギアス、テミストクレスについてはそのように言われているね。
Περικλέους δὲ καὶ αὐτὸς ἤκουον ὅτε συνεβούλευεν ἡμῖν περὶ τοῦ διὰ μέσου τείχους.
ペリクレスについては、彼が私たちの「中間の城壁」について助言をしていたときに、私自身も直接聞いていた。
§456ΓΟΡ. καὶ ὅταν γέ τις αἵρεσις ᾖ ὧν νυνδὴ σὺ ἔλεγες, ὦ Σώκρατες, ὁρᾷς ὅτι οἱ ῥήτορές εἰσιν οἱ συμβουλεύοντες καὶ οἱ νικῶντες τὰς γνώμας περὶ τούτων.
ΓΟΡ. そして、先ほど君が言っていたような選出があるときも、ソクラテス、それらの事柄について助言をし、提案を通すのは、弁論家たちであることを君は目にしているはずだ。
ΣΩ. ταῦτα καὶ θαυμάζων, ὦ Γοργία, πάλαι ἐρωτῶ τίς ποτε ἡ δύναμίς ἐστιν τῆς ῥητορικῆς.
ソクラテス:ゴルギアス、私はまさにそのことに驚嘆して、弁論術の力とは一体何なのかと、さっきからずっと尋ねているのだ。
δαιμονία γάρ τις ἔμοιγε καταφαίνεται τὸ μέγεθος οὕτω σκοποῦντι.
このように見つめると、私にはその大きさが神がかり的なものに思える。
ΓΟΡ. εἰ πάντα γε εἰδείης, ὦ Σώκρατες, ὅτι ὡς ἔπος εἰπεῖν ἁπάσας τὰς δυνάμεις συλλαβοῦσα ὑφʼ αὑτῇ ἔχει.
ΓΟΡ. ソクラテス、もし君がすべてを知っているなら、それは言うなれば、あらゆる力を自らの下に包括して持っているのだ。
μέγα δέ σοι τεκμήριον ἐρῶ·
君に大きな証拠を話そう。
πολλάκις γὰρ ἤδη ἔγωγε μετὰ τοῦ ἀδελφοῦ καὶ μετὰ τῶν ἄλλων ἰατρῶν εἰσελθὼν παρά τινα τῶν καμνόντων οὐχὶ ἐθέλοντα ἢ φάρμακον πιεῖν ἢ τεμεῖν ἢ καῦσαι παρασχεῖν τῷ ἰατρῷ, οὐ δυναμένου τοῦ ἰατροῦ πεῖσαι, ἐγὼ ἔπεισα, οὐκ ἄλλῃ τέχνῃ ἢ τῇ ῥητορικῇ.
これまで何度も、私は自分の兄弟や、他の医者たちと一緒に、ある病人のところに入っていったことがある。 その病人は、薬を飲むことも、体にメスを入れることも、焼灼されることも、医者に任せようとしなかったのだが、医者が説得できなかったにもかわらず、私が説得したのだ。 弁論術以外のいかなる技術によってでもなくね。
φημὶ δὲ καὶ εἰς πόλιν ὅπῃ βούλει ἐλθόντα ῥητορικὸν ἄνδρα καὶ ἰατρόν, εἰ δέοι λόγῳ διαγωνίζεσθαι ἐν ἐκκλησίᾳ ἢ ἐν ἄλλῳ τινὶ συλλόγῳ ὁπότερον δεῖ αἱρεθῆναι ἰατρόν, οὐδαμοῦ ἂν φανῆναι τὸν ἰατρόν, ἀλλʼ αἱρεθῆναι ἂν τὸν εἰπεῖν δυνατόν, εἰ βούλοιτο.
そして私はこうも主張する。 君の望むどこの都市にであれ、弁論の使い手と医者が赴き、民会や他の何らかの集会において、どちらを医者として選ぶべきかを言論で競う必要があるとするなら、医者はまったく目立たなくなってしまい、語る能力のある者が、もし望むなら、選ばれることになるだろう、と。
καὶ εἰ πρὸς ἄλλον γε δημιουργὸν ὁντιναοῦν ἀγωνίζοιτο, πείσειεν ἂν αὑτὸν ἑλέσθαι ὁ ῥητορικὸς μᾶλλον ἢ ἄλλος ὁστισοῦν·
また、他のいかなる職人を相手に競うとしても、弁論家は他の誰よりも、自分自身を選び取るよう説得するだろう。
οὐ γὰρ ἔστιν περὶ ὅτου οὐκ ἂν πιθανώτερον εἴποι ὁ ῥητορικὸς ἢ ἄλλος ὁστισοῦν τῶν δημιουργῶν ἐν πλήθει.
というのも、大勢の群衆の前では、弁論家が他のどんな職人よりも説得力をもって語れないような事柄は、何一つ存在しないからだ。
ἡ μὲν οὖν δύναμις τοσαύτη ἐστὶν καὶ τοιαύτη τῆς τέχνης·
このように、この技術の力はこれほどに大きく、このようなものなのだ。
δεῖ μέντοι, ὦ Σώκρατες, τῇ ῥητορικῇ χρῆσθαι ὥσπερ τῇ ἄλλῃ πάσῃ ἀγωνίᾳ.
しかしながら、ソクラテス、弁論術は他のすべての競技技術と同じように使うべきなのだ。
καὶ γὰρ τῇ ἄλλῃ ἀγωνίᾳ οὐ τούτου ἕνεκα δεῖ πρὸς ἅπαντας χρῆσθαι ἀνθρώπους, ὅτι ἔμαθεν πυκτεύειν τε καὶ παγκρατιάζειν καὶ ἐν ὅπλοις μάχεσθαι, ὥστε κρείττων εἶναι καὶ φίλων καὶ ἐχθρῶν, οὐ τούτου ἕνεκα τοὺς φίλους δεῖ τύπτειν οὐδὲ κεντεῖν τε καὶ ἀποκτεινύναι.
というのも、他の競技技術においても、拳闘やパンクラティオン、あるいは武器を用いた戦闘を学んで友人に対しても敵に対しても優位に立てるようになったからといって、そのためにあらゆる人々に対してそれを用いるべきではなく、そのために友人を殴ったり、突き刺したり、殺したりしてよいわけではないからだ。
οὐδέ γε μὰ Δία ἐάν τις εἰς παλαίστραν φοιτήσας εὖ ἔχων τὸ σῶμα καὶ πυκτικὸς γενόμενος, ἔπειτα τὸν πατέρα τύπτῃ καὶ τὴν μητέρα ἢ ἄλλον τινὰ τῶν οἰκείων ἢ τῶν φίλων, οὐ τούτου ἕνεκα δεῖ τοὺς παιδοτρίβας καὶ τοὺς ἐν τοῖς ὅπλοις διδάσκοντας μάχεσθαι μισεῖν τε καὶ ἐκβάλλειν ἐκ τῶν πόλεων.
また、誓って、ある者がパライストラに通って体が強くなり、優れた拳闘士になったとして、その後に自分の父親や母親、あるいは他の親族や友人を殴ったとしても、そのことのために体育教師たちや武術を教える教師たちを憎み、都市から追放すべきではない。
ἐκεῖνοι μὲν γὰρ παρέδοσαν ἐπὶ τῷ δικαίως χρῆσθαι τούτοις πρὸς τοὺς πολεμίους καὶ τοὺς ἀδικοῦντας, ἀμυνομένους, μὴ ὑπάρχοντας·
なぜなら、教師たちは、これらを敵や不正を行う者たちに対して、自衛のために用いるべきであり、自分から攻撃を仕掛けるためではないという、正しい使用法を前提として伝授したからだ。
οἱ δὲ μεταστρέψαντες χρῶνται τῇ ἰσχύϊ καὶ τῇ τέχνῃ οὐκ ὀρθῶς.
しかし、それを受け取った者たちがそれを曲げて、その力と技術を正しくない方法で使っているのだ。