Humanitext Reader

プラトン · プロタゴラス §347-348

詩の解釈の終了と直接の対話の再開

22 / 33 箇所 · ギリシア語

要旨

ソクラテスはシモニデスの詩に関する解釈を締めくくり、詩人の意図という検証不可能な議論をやめて直接対話に戻ることを提案する。周囲の促しもあってプロタゴラスは渋々これを受け入れ、ホメロスの言葉を引くソクラテスとの共同探求が再開される。

§347ΣΩ. σὲ οὖν, καὶ εἰ μέσως ἔλεγες ἐπιεικῆ καὶ ἀληθῆ, ὦ Πιττακέ, οὐκ ἄν ποτε ἔψεγον·
「したがってピッタコスよ、もしあなたがまずまず妥当で真実なことを言っていたなら、私は決してあなたを非難しなかっただろう。
νῦν δὲ σφόδρα γὰρ καὶ περὶ τῶν μεγίστων ψευδόμενος δοκεῖς ἀληθῆ λέγειν, διὰ ταῦτά σε ἐγὼ ψέγω.
しかし、今やあなたは、極めて重大な事柄について大いに嘘をついていながら、真実を語っているかのように思われている。 だからこそ、私はあなたを非難するのだ。
ταῦτά μοι δοκεῖ, ὦ Πρόδικε καὶ Πρωταγόρα, ἦν δʼ ἐγώ, Σιμωνίδης διανοούμενος πεποιηκέναι τοῦτο τὸ ᾆσμα.
プロディコスよ、プロタゴラスよ」と私は言った。 「私には、シモニデスがこのような意図を持ってこの歌を作ったのだと思われる。
καὶ ὁ Ἱππίας, εὖ μέν μοι δοκεῖς, ἔφη, ὦ Σώκρατες, καὶ σὺ περὶ τοῦ ᾄσματος διεληλυθέναι·
」するとヒッピアスが言った。 「ソクラテスよ、あなたもその歌について実に見事に論じたように私には思われます。
ἔστιν μέντοι, ἔφη, καὶ ἐμοὶ λόγος περὶ αὐτοῦ εὖ ἔχων, ὃν ὑμῖν ἐπιδείξω, ἂν βούλησθε.
しかし」と彼は言った。 「私にもその歌についての優れた見解があります。 もし皆さんがお望みなら、それを披露しましょう。
καὶ ὁ Ἀλκιβιάδης, ναί, ἔφη, ὦ Ἱππία, εἰς αὖθίς γε·
」するとアルキビアデスが言った。 「ええ、ヒッピアス、それはまた別の機会に。
νῦν δὲ δίκαιόν ἐστιν ἃ ὡμολογησάτην πρὸς ἀλλήλω Πρωταγόρας καὶ Σωκράτης, Πρωταγόρας μὲν εἰ ἔτι βούλεται ἐρωτᾶν, ἀποκρίνεσθαι Σωκράτη, εἰ δὲ δὴ βούλεται Σωκράτει ἀποκρίνεσθαι, ἐρωτᾶν τὸν ἕτερον.
今は、プロタゴラスとソクラテスが互いに合意したことを行うのが正当です。 すなわち、プロタゴラスがさらに質問したいならソクラテスが答え、もしソクラテスが答えることを望むなら、もう一方が質問することです。
καὶ ἐγὼ εἶπον·
」そして私は言った。
Ἐπιτρέπω μὲν ἔγωγε Πρωταγόρᾳ ὁπότερον αὐτῷ ἥδιον·
「私はプロタゴラスがどちらを好むかに任せる。
εἰ δὲ βούλεται, περὶ μὲν ᾀσμάτων τε καὶ ἐπῶν ἐάσωμεν, περὶ δὲ ὧν τὸ πρῶτον ἐγώ σε ἠρώτησα, ὦ Πρωταγόρα, ἡδέως ἂν ἐπὶ τέλος ἔλθοιμι μετὰ σοῦ σκοπούμενος.
だが、もし彼が望むなら、歌や詩についての議論は脇に置き、プロタゴラスよ、私が最初にあなたに尋ねた事柄について、あなたと共に探求して結論に達したいと思う。
καὶ γὰρ δοκεῖ μοι τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων.
というのも、詩について議論することは、下俗で凡俗な人々の宴会に極めて酷似しているように私には思われるからだ。
καὶ γὰρ οὗτοι, διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις διʼ ἑαυτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ τῶν λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας, τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις σύνεισιν·
というのも、こうした人々は、教養のなさから、酒席で自分たち自身によって、また自分たち自身の声や言葉によって交わることができないため、笛吹女たちの価値を吊り上げ、高額で笛という他人の声を雇い、その女たちの声を通じて互いに交わるからだ。
ὅπου δὲ καλοὶ κἀγαθοὶ συμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτʼ αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλὰ αὐτοὺς αὑτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς αὑτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσιν.
しかし、美徳を備えた教養ある人々が宴会を共にする場所では、笛吹女も踊り子も竪琴弾きも見られない。 むしろ、彼らはそのようなくだらないお遊びなしに、自分たち自身の声だけで互いに交わるのに十分であり、たとえ極めて多くのワインを飲んだとしても、順繰りに、秩序正しく自分たち自身で語り合い、耳を傾け合うのである。
οὕτω δὲ καὶ αἱ τοιαίδε συνουσίαι, ἐὰν μὲν λάβωνται ἀνδρῶν οἷοίπερ ἡμῶν οἱ πολλοί φασιν εἶναι, οὐδὲν δέονται ἀλλοτρίας φωνῆς οὐδὲ ποιητῶν, οὓς οὔτε ἀνερέσθαι οἷόν τʼ ἐστὶν περὶ ὧν λέγουσιν, ἐπαγόμενοί τε αὐτοὺς οἱ πολλοὶ ἐν τοῖς λόγοις οἱ μὲν ταῦτά φασιν τὸν ποιητὴν νοεῖν, οἱ δʼ ἕτερα, περὶ πράγματος διαλεγόμενοι ὃ ἀδυνατοῦσι ἐξελέγξαι·
それと同様に、このような集まりも、私たちの多くの者がそうであると自負するような人々の集まりであるならば、他人の声も詩人もまったく必要としない。 詩人たちに対しては、その言っていることについて問い質すこともできず、多くの人々が自分たちの議論に彼らを引き入れては、ある者は詩人がこのように意図していると言い、別の者は違うと言い、結局のところ、検証不可能な事柄について議論することになるのだ。
§348ΣΩ. ἀλλὰ τὰς μὲν τοιαύτας συνουσίας ἐῶσιν χαίρειν, αὐτοὶ δʼ ἑαυτοῖς σύνεισιν διʼ ἑαυτῶν, ἐν τοῖς ἑαυτῶν λόγοις πεῖραν ἀλλήλων λαμβάνοντες καὶ διδόντες.
ソクラテス:むしろ、彼らはそのような集まりは退け、自分たちだけで交わり、自分たち自身の言葉によって互いを試み、試みられるのだ。
τοὺς τοιούτους μοι δοκεῖ χρῆναι μᾶλλον μιμεῖσθαι ἐμέ τε καὶ σέ, καταθεμένους τοὺς ποιητὰς αὐτοὺς διʼ ἡμῶν αὐτῶν πρὸς ἀλλήλους τοὺς λόγους ποιεῖσθαι, τῆς ἀληθείας καὶ ἡμῶν αὐτῶν πεῖραν λαμβάνοντας·
私とあなたも、このような人々をこそ模倣すべきであり、詩人たちを脇に置いて、私たち自身によって互いに議論を交わし、真理と私たち自身を試すべきであると私には思われる。
κἂν μὲν βούλῃ ἔτι ἐρωτᾶν, ἕτοιμός εἰμί σοι παρέχειν ἀποκρινόμενος·
もしあなたがさらに質問したいなら、私は答える用意がある。
ἐὰν δὲ βούλῃ, σὺ ἐμοὶ παράσχες, περὶ ὧν μεταξὺ ἐπαυσάμεθα διεξιόντες, τούτοις τέλος ἐπιθεῖναι.
もしあなたが望むなら、あなたが私に(答える用意を)提供し、私たちが途中で議論を中断した事柄について決着をつけよう。
λέγοντος οὖν ἐμοῦ ταῦτα καὶ τοιαῦτα ἄλλα οὐδὲν ἀπεσάφει ὁ Πρωταγόρας ὁπότερα ποιήσοι.
」私がこのように、またこれに類する他のことを語っても、プロタゴラスはどちらを行うかまったく明らかにしようとしなかった。
εἶπεν οὖν ὁ Ἀλκιβιάδης πρὸς τὸν Καλλίαν βλέψας, ὦ Καλλία, δοκεῖ σοι, ἔφη, καὶ νῦν καλῶς Πρωταγόρας ποιεῖν, οὐκ ἐθέλων εἴτε δώσει λόγον εἴτε μὴ διασαφεῖν;
そこでアルキビアデスはカリアスの方を向いて言った。 「カリアスよ、プロタゴラスが答える(議論に応じる)つもりなのかどうかをはっきりさせようとしない現在の態度は、適切に行動していると思われるかね。
ἐμοὶ γὰρ οὐ δοκεῖ·
私にはそうは思えない。
ἀλλʼ ἤτοι διαλεγέσθω ἢ εἰπέτω ὅτι οὐκ ἐθέλει διαλέγεσθαι, ἵνα τούτῳ μὲν ταῦτα συνειδῶμεν, Σωκράτης δὲ ἄλλῳ τῳ διαλέγηται ἢ ἄλλος ὅστις ἂν βούληται ἄλλῳ.
むしろ、議論をするか、あるいは議論をしたくないと言うべきだ。 そうすれば、私たちは彼の意向を知ることができ、ソクラテスは他の誰かと、あるいは望む者同士が他の誰かと議論できるのだから。
καὶ ὁ Πρωταγόρας αἰσχυνθείς, ὥς γέ μοι ἔδοξεν, τοῦ τε Ἀλκιβιάδου ταῦτα λέγοντος καὶ τοῦ Καλλίου δεομένου καὶ τῶν ἄλλων σχεδόν τι τῶν παρόντων, μόγις προυτράπετο εἰς τὸ διαλέγεσθαι καὶ ἐκέλευεν ἐρωτᾶν αὑτὸν ὡς ἀποκρινούμενος.
」そしてプロタゴラスは、私には恥じ入ったように見えたが、アルキビアデスがこのように言い、カリアスが懇願し、居合わせた他のほぼ全員も求めたため、ようやく議論に入る気になり、自分が答えるから質問するようにと促した。
εἶπον δὴ ἐγώ·
そこで私は言った。
ὦ Πρωταγόρα, μὴ οἴου διαλέγεσθαί μέ σοι ἄλλο τι βουλόμενον ἢ ἃ αὐτὸς ἀπορῶ ἑκάστοτε, ταῦτα διασκέψασθαι.
「プロタゴラスよ、私があなたと議論しているのは、私自身がその都度行き詰まっている事柄を共同で探求すること以外に、何か他の目的を望んでいるからだとは思わないでほしい。
ἡγοῦμαι γὰρ πάνυ λέγειν τι τὸν Ὅμηρον τὸ— " σύν τε δύʼ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησεν.
なぜなら、ホメロスが『二人の者が共に行くとき、一方が他方に先んじて気づく』と言っているのは、極めて的を射ていると思うからだ。
" εὐπορώτεροι γάρ πως ἅπαντές ἐσμεν οἱ ἄνθρωποι πρὸς ἅπαν ἔργον καὶ λόγον καὶ διανόημα·
私たちは人間はみな、あらゆる行動や言葉、思考において、共にある方が道を見出しやすい。
"μοῦνος δʼ εἴπερ τε νοήσῃ" , αὐτίκα περιιὼν ζητεῖ ὅτῳ ἐπιδείξηται καὶ μεθʼ ὅτου βεβαιώσηται, ἕως ἂν ἐντύχῃ.
たとえ『一人で気づいた』としても、ただちに歩き回って、それを誰に見せ、誰と共に確証できるかを探し求めるものであり、それに出会うまでそうするのだ。
ὥσπερ καὶ ἐγὼ ἕνεκα τούτου σοὶ ἡδέως διαλέγομαι μᾶλλον ἢ ἄλλῳ τινί, ἡγούμενός σε βέλτιστʼ ἂν ἐπισκέψασθαι καὶ περὶ τῶν ἄλλων περὶ ὧν εἰκὸς σκοπεῖσθαι τὸν ἐπιεικῆ, καὶ δὴ καὶ περὶ ἀρετῆς.
まさに私もそのために、他の誰よりもあなたと喜んで議論を交わすのだ。 なぜなら、あなたが、良識ある人が探求すべき他の事柄についても、そして何よりも徳についても、最も見事に吟味してくれると考えているからだ。
τίνα γὰρ ἄλλον ἢ σέ;
あなた以外の誰がそうできようか。
ὅς γε οὐ μόνον αὐτὸς οἴει καλὸς κἀγαθὸς εἶναι, ὥσπερ τινὲς ἄλλοι αὐτοὶ μὲν ἐπιεικεῖς εἰσιν, ἄλλους δὲ οὐ δύνανται ποιεῖν·
あなたは、自分自身が美徳を備えた立派な男であると信じているだけでなく(他のある人々は自分自身は良識があっても他者をそうさせることはできないが)」

語釈・文法注

  1. 347aνῦν δὲ σφόδρα γὰρ — ここでの `νῦν δέ` は「しかし実際には」という、反実仮想に対する現実の対比を示す定型句である。その直後に理由を示す `γάρ` が挿入される変則的な語順になっており、この `γάρ` 節(`σφόδρα... ψευδόμενος`)が主文(`διὰ ταῦτά σε ἐγὼ ψέγω`)の根拠を説明している。
  2. 347bἃ ὡμολογησάτην — 関係代名詞 `ἃ`(二人が合意したこと)の具体的内容が、後半の不定詞句 `ἀποκρίνεσθαι Σωκράτη`(ソクラテスが答えること)および `ἐρωτᾶν τὸν ἕτερον`(もう一方が質問すること)によって同格的に説明されている。
  3. 347eλάβωνται ἀνδρῶν — 動詞 `λαμβάνω` の中動態(ここでは接続法 `λάβωνται`)が「〜を(議論などの対象として)取り上げる、手にする」という意味で部分属格 `ἀνδρῶν` を支配している。その後に続く `οἷοίπερ...` は関係節であり、先行詞 `ἀνδρῶν` の属格に牽引されずに主格を保っている。
  4. 348dσύν τε δύʼ ἐρχομένω — ホメロスの『イリアス』10.224の引用。前置詞 `σύν` と分詞 `ἐρχομένω`(双数・現在)は分離(tmesis)しており、合成動詞 `συνέρχομαι`(共に進む、共に行く)の機能を果たしている。

この箇所を引用する

プラトン, プロタゴラス §347-348. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:347-348

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。