§338ΣΩ.
ἐγὼ μὲν οὖν καὶ δέομαι καὶ συμβουλεύω, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, συμβῆναι ὑμᾶς ὥσπερ ὑπὸ διαιτητῶν ἡμῶν συμβιβαζόντων εἰς τὸ μέσον, καὶ μήτε σὲ τὸ ἀκριβὲς τοῦτο εἶδος τῶν διαλόγων ζητεῖν τὸ κατὰ βραχὺ λίαν, εἰ μὴ ἡδὺ Πρωταγόρᾳ, ἀλλʼ ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας τοῖς λόγοις, ἵνα μεγαλοπρεπέστεροι καὶ εὐσχημονέστεροι ἡμῖν φαίνωνται, μήτʼ αὖ Πρωταγόραν πάντα κάλων ἐκτείναντα, οὐρίᾳ ἐφέντα, φεύγειν εἰς τὸ πέλαγος τῶν λόγων ἀποκρύψαντα γῆν, ἀλλὰ μέσον τι ἀμφοτέρους τεμεῖν.
ソクラテス:『そこで私としては、プロタゴラスよ、そしてソクラテスよ、我々が調停者としてあなた方を中間の道へと和解させるように、あなた方が合意に達することを求め、また勧めます。 そして、もしプロタゴラスにとって不愉快であるなら、あなた(ソクラテス)の方も、極端に短いというあの厳密な対話の形式を求めすぎず、むしろ手綱を緩めて議論を自由に走らせ、議論が我々にとってより壮大で優美に見えるようにすること、また他方で、プロタゴラスも、すべての帆綱を張り、追い風に乗って、陸地を見失うほど議論の海原へと逃げ去ってしまわないようにし、両者が中間の道を進むことを。
ὣς οὖν ποιήσετε, καὶ πείθεσθέ μοι ῥαβδοῦχον καὶ ἐπιστάτην καὶ πρύτανιν ἑλέσθαι ὃς ὑμῖν φυλάξει τὸ μέτριον μῆκος τῶν λόγων ἑκατέρου.
そのようにしてください。 そして、お互いの議論の適度な長さを監視してくれる看守、監督官、あるいは調停委員を一人選ぶという私の提案に従ってください。
ταῦτα ἤρεσε τοῖς παροῦσι, καὶ πάντες ἐπῄνεσαν, καὶ ἐμέ τε ὁ Καλλίας οὐκ ἔφη ἀφήσειν καὶ ἑλέσθαι ἐδέοντο ἐπιστάτην.
』これ(ヒッピアスの提案)は出席者たちに気に入られ、皆が称賛した。 そしてカリアスは私を帰さないと言い、彼らは(私を)監督官に選ぶことを求めた。
εἶπον οὖν ἐγὼ ὅτι αἰσχρὸν εἴη βραβευτὴν ἑλέσθαι τῶν λόγων.
そこで私は、議論の審判を選ぶのは不適当なことであると言った。
εἴτε γὰρ χείρων ἔσται ἡμῶν ὁ αἱρεθείς, οὐκ ὀρθῶς ἂν ἔχοι τὸν χείρω τῶν βελτιόνων ἐπιστατεῖν, εἴτε ὅμοιος, οὐδʼ οὕτως ὀρθῶς·
なぜなら、もし選ばれた者が我々より劣る者であれば、劣る者が優れた者たちを監督することは正しくないし、もし同等であるならば、それもまた正しくない。
ὁ γὰρ ὅμοιος ἡμῖν ὅμοια καὶ ποιήσει, ὥστε ἐκ περιττοῦ ᾑρήσεται.
同等な者は我々と同じようなことをするだろうから、結果として余計な存在として選ばれたことになるからだ。
ἀλλὰ δὴ βελτίονα ἡμῶν αἱρήσεσθε. τῇ μὲν ἀληθείᾳ, ὡς ἐγᾦμαι, ἀδύνατον ὑμῖν ὥστε Πρωταγόρου τοῦδε σοφώτερόν τινα ἑλέσθαι·
しかし、我々より優れた者を選ぶというなら、実のところ私の思うに、ここにいるプロタゴラスよりも知恵のある誰かを選ぶことは、あなた方にとって不可能なのだ。
εἰ δὲ αἱρήσεσθε μὲν μηδὲν βελτίω, φήσετε δέ, αἰσχρὸν καὶ τοῦτο τῷδε γίγνεται, ὥσπερ φαύλῳ ἀνθρώπῳ ἐπιστάτην αἱρεῖσθαι, ἐπεὶ τό γʼ ἐμὸν οὐδέν μοι διαφέρει.
もし全く優れていない者を選びながら、そう(優れた者だと)主張するなら、これは彼にとっても屈辱的なことになる。 まるでつまらない人間に監督官を置くようなものだからだ。 もっとも、私自身にとっては(誰が選ばれようと)どうでもよいことだが。
ἀλλʼ οὑτωσὶ ἐθέλω ποιῆσαι, ἵνʼ ὃ προθυμεῖσθε συνουσία τε καὶ διάλογοι ἡμῖν γίγνωνται·
しかし、あなた方が熱心に望むような会合と対話が我々の間で実現するために、私はこのようにしたい。
εἰ μὴ βούλεται Πρωταγόρας ἀποκρίνεσθαι, οὗτος μὲν ἐρωτάτω, ἐγὼ δὲ ἀποκρινοῦμαι, καὶ ἅμα πειράσομαι αὐτῷ δεῖξαι ὡς ἐγώ φημι χρῆναι τὸν ἀποκρινόμενον ἀποκρίνεσθαι·
もしプロタゴラスが答えることを望まないなら、彼が問い、私が答えよう。 そして同時に、答える者はどのように答えるべきだと私が主張しているのかを彼に示すよう努めよう。
ἐπειδὰν δὲ ἐγὼ ἀποκρίνωμαι ὁπόσʼ ἂν οὗτος βούληται ἐρωτᾶν, πάλιν οὗτος ἐμοὶ λόγον ὑποσχέτω ὁμοίως.
そして、彼が問いを望むだけ私がすべて答えたなら、今度は彼が同様に、私に対して議論に応じる義務を負うことにしよう。
ἐὰν οὖν μὴ δοκῇ πρόθυμος εἶναι πρὸς αὐτὸ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, καὶ ἐγὼ καὶ ὑμεῖς κοινῇ δεησόμεθα αὐτοῦ ἅπερ ὑμεῖς ἐμοῦ, μὴ διαφθείρειν τὴν συνουσίαν·
もし彼が、問われたことそのものに答える熱意がないように見えたなら、私とあなた方が共同で、あなた方が私に求めたように、会合を台無しにしないよう彼に求めよう。
καὶ οὐδὲν δεῖ τούτου ἕνεκα ἕνα ἐπιστάτην γενέσθαι, ἀλλὰ πάντες κοινῇ ἐπιστατήσετε.
このために一人の監督官を置く必要は全くなく、あなた方全員が共同で監督すればよいのだ。
ἐδόκει πᾶσιν οὕτω ποιητέον εἶναι·
皆、このようにすべきだと考えた。
καὶ ὁ Πρωταγόρας πάνυ μὲν οὐκ ἤθελεν, ὅμως δὲ ἠναγκάσθη ὁμολογῆσαι ἐρωτήσειν, καὶ ἐπειδὰν ἱκανῶς ἐρωτήσῃ, πάλιν δώσειν λόγον κατὰ σμικρὸν ἀποκρινόμενος.
プロタゴラスは全く気が進まなかったが、それでも問い手となることを承諾せざるを得ず、また十分に問い終えたなら、今度は細かく答えながら議論に応じることを約束せざるを得なくなった。
§339ΣΩ. ἤρξατο οὖν ἐρωτᾶν οὑτωσί πως·
ソクラテス:そこで彼は、およそ次のように問い始めた。
—
ἡγοῦμαι,
ἔφη,
ὦ Σώκρατες, ἐγὼ ἀνδρὶ παιδείας μέγιστον μέρος εἶναι περὶ ἐπῶν δεινὸν εἶναι·
『ソクラテスよ、』と彼は言った。 『教養ある男にとって、詩について精通していることは、最も重要な部分を占めていると私は考えます。
ἔστιν δὲ τοῦτο τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα οἷόν τʼ εἶναι συνιέναι ἅ τε ὀρθῶς πεποίηται καὶ ἃ μή, καὶ ἐπίστασθαι διελεῖν τε καὶ ἐρωτώμενον λόγον δοῦναι.
それは、詩人たちによって語られていることについて、何が正しく作られており、何がそうでないかを理解できること、そしてそれを分析し、問われたときに説明できることです。
καὶ δὴ καὶ νῦν ἔσται τὸ ἐρώτημα περὶ τοῦ αὐτοῦ μὲν περὶ οὗπερ ἐγώ τε καὶ σὺ νῦν διαλεγόμεθα, περὶ ἀρετῆς, μετενηνεγμένον δʼ εἰς ποίησιν·
そしてまさに今も、問いは、私とあなたが今対話しているのと同じ主題、すなわち徳についてのものとなりますが、詩へと移し替えられたものとなります。
τοσοῦτον μόνον διοίσει.
違うのはその一点だけです。
λέγει γάρ που Σιμωνίδης πρὸς Σκόπαν τὸν Κρέοντος ὑὸν τοῦ Θετταλοῦ ὅτι—
"
ἄνδρʼ ἀγαθὸν μὲν ἀλαθέως γενέσθαι χαλεπόν,
χερσίν τε καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου
τετυγμένον.
シモニデスは、テッサリア人クレオンの息子スコパスに対して、どこかで次のように言っています。 』 ¦339b 「真に善い男になることは困難である、手も足も心も四角であり、非の打ちどころなく作られている。
"
τοῦτο ἐπίστασαι τὸ ᾆσμα, ἢ πᾶν σοι διεξέλθω;
」『この歌を知っていますか、それともすべて君に朗読しましょうか?
καὶ ἐγὼ εἶπον ὅτι οὐδὲν δεῖ·
』そして私は言った。 『その必要は全くありません。
ἐπίσταμαί τε γάρ, καὶ πάνυ μοι τυγχάνει μεμεληκὸς τοῦ ᾄσματος.
私はそれを知っていますし、ちょうどその歌には大いに関心を持っていたところですから。
εὖ,
ἔφη,
λέγεις.
』『素晴らしい』と彼は言った。
πότερον οὖν καλῶς σοι δοκεῖ πεποιῆσθαι καὶ ὀρθῶς, ἢ οὔ;
『では、これはあなたにとって見事に、かつ正しく作られていると思われますか、それともそうではありませんか?
—πάνυ, ἔφην ἐγώ, καλῶς τε καὶ ὀρθῶς.
』『極めて見事に、かつ正しく作られていると思います』と私は言った。
—
δοκεῖ δέ σοι καλῶς πεποιῆσθαι, εἰ ἐναντία λέγει αὐτὸς αὑτῷ ὁ ποιητής;
『では、もし詩人自身が自分自身と矛盾したことを言っているとしたら、見事に作られていると思われますか?
—οὐ καλῶς, ἦν δʼ ἐγώ.
』『見事ではないでしょう』と私は言った。
—
ὅρα δή,
ἔφη,
βέλτιον.
『では、もっとよく考えてみなさい』と彼は言った。
—ἀλλʼ, ὠγαθέ, ἔσκεμμαι ἱκανῶς.
『いや、友よ、十分に検討しました。
—
οἶσθα οὖν,
ἔφη,
ὅτι προιόντος τοῦ ᾄσματος λέγει που—
"
οὐδέ μοι ἐμμελέως τὸ Πιττάκειον νέμεται,
καίτοι σοφοῦ παρὰ φωτὸς εἰρημένον·
』『では、』と彼は言った。 『歌が進むと、彼がどこかでこう言っているのを知っていますね。 』「ピッタコスの言葉は、私には調和を欠いて響く、それは賢者によって語られたものであるにもかかわらず。
χαλεπὸν φάτʼ ἐσθλὸν
ἔμμεναι.
彼は『善い者であることは困難だ』と言ったのだ。
"
ἐννοεῖς ὅτι ὁ αὐτὸς οὗτος καὶ τάδε λέγει κἀκεῖνα τὰ ἔμπροσθεν;
」『この同じ人物が、これら(後者の言葉)をも、先ほど言ったそれら(前者の言葉)をも言っていることに気づいていますか?
—οἶδα, ἦν δʼ ἐγώ.
』『知っています』と私は言った。
—
δοκεῖ οὖν σοι,
ἔφη,
ταῦτα ἐκείνοις ὁμολογεῖσθαι;
『では、』と彼は言った。 『これらはそれらと一致していると思われますか?
—φαίνεται ἔμοιγε (καὶ ἅμα μέντοι ἐφοβούμην μὴ τὶ λέγοι) ἀτάρ, ἔφην ἐγώ, σοὶ οὐ φαίνεται;
』『私には一致しているように思われます(と答えつつ、私は彼が何か決定的なことを言うのではないかと内心恐れていた)。 しかし、』と私は言った。 『あなたには一致していないように思われるのですか?
—
πῶς γὰρ ἂν φαίνοιτο ὁμολογεῖν αὐτὸς ἑαυτῷ ὁ ταῦτα ἀμφότερα λέγων, ὅς γε τὸ μὲν πρῶτον αὐτὸς ὑπέθετο χαλεπὸν εἶναι ἄνδρα ἀγαθὸν γενέσθαι ἀλαθείᾳ, ὀλίγον δὲ τοῦ ποιήματος εἰς τὸ πρόσθεν προελθὼν ἐπελάθετο, καὶ Πιττακὸν τὸν ταὐτὰ λέγοντα ἑαυτῷ, ὅτι
"χαλεπὸν ἐσθλὸν ἔμμεναι"
, τοῦτον μέμφεταί τε καὶ οὔ φησιν ἀποδέχεσθαι αὐτοῦ τὰ αὐτὰ ἑαυτῷ λέγοντος;
』『どうしてこれら両方を言う者が、自分自身と一致しているように思われるでしょうか。 彼は最初、自分自身で「真に善い男になることは困難だ」と仮定しておきながら、詩を少し進めたところでそれを忘れ、自分と同じことを言っているピッタコス、すなわち「善い者であることは困難だ」と言うピッタコスを非難し、彼が自分と同じことを言っているのを受け入れないと言っているのですから。
καίτοι ὁπότε τὸν ταὐτὰ λέγοντα αὑτῷ μέμφεται, δῆλον ὅτι καὶ ἑαυτὸν μέμφεται, ὥστε ἤτοι τὸ πρότερον ἢ ὕστερον οὐκ ὀρθῶς λέγει.
しかし、自分と同じことを言っている者を非難するとき、彼は明らかに自分自身をも非難しているのです。 したがって、前のことか後ろのことかのどちらかを、彼は正しく言っていないことになります。
εἰπὼν οὖν ταῦτα πολλοῖς θόρυβον παρέσχεν καὶ ἔπαινον τῶν ἀκουόντων·
』彼がこのように言うと、多くの聞き手が騒ぎ立て、称賛した。
καὶ ἐγὼ τὸ μὲν πρῶτον, ὡσπερεὶ ὑπὸ ἀγαθοῦ πύκτου πληγείς, ἐσκοτώθην τε καὶ ἰλιγγίασα εἰπόντος αὐτοῦ ταῦτα καὶ τῶν ἄλλων ἐπιθορυβησάντων·
私は最初、優れたボクサーから一撃を食らったかのように、彼のこの言葉と周囲のどよめきによって、目の前が暗くなり、立ち眩みがした。
ἔπειτα—ὥς γε πρὸς σὲ εἰρῆσθαι τἀληθῆ, ἵνα μοι χρόνος ἐγγένηται τῇ σκέψει τί λέγοι ὁ ποιητής—τρέπομαι πρὸς τὸν πρόδικον, καὶ καλέσας αὐτόν, ὦ Πρόδικε, ἔφην ἐγώ, σὸς μέντοι Σιμωνίδης πολίτης·
しかしその後――あなたに本当のことを言えば、詩人が何を言っているのかを検討するための時間を稼ぐために――私はプロディコスの方向に向き直り、彼を呼んでこう言った。 『プロディコスよ、シモニデスは君の同郷人だ。
δίκαιος εἶ βοηθεῖν τῷ ἀνδρί.
君にはこの男を助ける義務がある。 』