Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §338-339

对话的重启与对西蒙尼德诗歌的考察

第 17 段,共 33 段 · 希腊语

内容简介

苏格拉底拒绝了希波阿斯的调解提议,转而建议双方轮流进行问答并获得一致同意。普罗泰戈拉承担了提问者的角色,并开始利用西蒙尼德的诗歌对苏格拉底进行质问。

§338ΣΩ. ἐγὼ μὲν οὖν καὶ δέομαι καὶ συμβουλεύω, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, συμβῆναι ὑμᾶς ὥσπερ ὑπὸ διαιτητῶν ἡμῶν συμβιβαζόντων εἰς τὸ μέσον, καὶ μήτε σὲ τὸ ἀκριβὲς τοῦτο εἶδος τῶν διαλόγων ζητεῖν τὸ κατὰ βραχὺ λίαν, εἰ μὴ ἡδὺ Πρωταγόρᾳ, ἀλλʼ ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας τοῖς λόγοις, ἵνα μεγαλοπρεπέστεροι καὶ εὐσχημονέστεροι ἡμῖν φαίνωνται, μήτʼ αὖ Πρωταγόραν πάντα κάλων ἐκτείναντα, οὐρίᾳ ἐφέντα, φεύγειν εἰς τὸ πέλαγος τῶν λόγων ἀποκρύψαντα γῆν, ἀλλὰ μέσον τι ἀμφοτέρους τεμεῖν.
苏格拉底:‘因此,普罗泰戈拉和苏格拉底,我既请求也建议你们达成和解,如同在我们这些调解人的仲裁下,将你们引向中庸之道,而且,如果普罗泰戈拉觉得不愉快,你(苏格拉底)也不要过分追求这种过于简短、严苛的对话形式,而是放开并松开言语的手缰,好让它们在我们看来显得更加宏伟和得体;另外,普罗泰戈拉也不要扯满所有的帆索、顺着顺风,逃入言语的汪洋大海中以致看不见陆地,而是双方都应当开辟一条中庸之路。
ὣς οὖν ποιήσετε, καὶ πείθεσθέ μοι ῥαβδοῦχον καὶ ἐπιστάτην καὶ πρύτανιν ἑλέσθαι ὃς ὑμῖν φυλάξει τὸ μέτριον μῆκος τῶν λόγων ἑκατέρου.
那么就请这样做,并听从我的建议,选出一位执棒官、监督官和主持委员,由他为你们监督每个人言论的适度长度。
ταῦτα ἤρεσε τοῖς παροῦσι, καὶ πάντες ἐπῄνεσαν, καὶ ἐμέ τε ὁ Καλλίας οὐκ ἔφη ἀφήσειν καὶ ἑλέσθαι ἐδέοντο ἐπιστάτην.
’ 这番话博得了在场众人的赞同,大家纷纷称赞,卡利亚斯也说不放我走,他们还请求推选一位监督官。
εἶπον οὖν ἐγὼ ὅτι αἰσχρὸν εἴη βραβευτὴν ἑλέσθαι τῶν λόγων.
于是我说道,为我们的言论挑选一位裁判是件令人难堪的事。
εἴτε γὰρ χείρων ἔσται ἡμῶν ὁ αἱρεθείς, οὐκ ὀρθῶς ἂν ἔχοι τὸν χείρω τῶν βελτιόνων ἐπιστατεῖν, εἴτε ὅμοιος, οὐδʼ οὕτως ὀρθῶς· ὁ γὰρ ὅμοιος ἡμῖν ὅμοια καὶ ποιήσει, ὥστε ἐκ περιττοῦ ᾑρήσεται.
因为如果选出来的人比我们差,那么让较差的人去监督较好的人是不妥当的;如果是同等水平的人,那也不妥当,因为与我们同等的人也会做出同等的事,这样他就等于是多余地被选出来了。
ἀλλὰ δὴ βελτίονα ἡμῶν αἱρήσεσθε.
不过,你们当然会挑选一个比我们更好的人。
τῇ μὲν ἀληθείᾳ, ὡς ἐγᾦμαι, ἀδύνατον ὑμῖν ὥστε Πρωταγόρου τοῦδε σοφώτερόν τινα ἑλέσθαι· εἰ δὲ αἱρήσεσθε μὲν μηδὲν βελτίω, φήσετε δέ, αἰσχρὸν καὶ τοῦτο τῷδε γίγνεται, ὥσπερ φαύλῳ ἀνθρώπῳ ἐπιστάτην αἱρεῖσθαι, ἐπεὶ τό γʼ ἐμὸν οὐδέν μοι διαφέρει.
但在实际上,据我看来,你们是不可能选出比眼前的普罗泰戈拉更有智慧的人的;而如果你们选出了一个并不更好的人,却硬说他更好,这对他来说也是一种羞辱,就像给一个平庸的人选立监督官一样。 至于我个人,这对我倒是无所谓。
ἀλλʼ οὑτωσὶ ἐθέλω ποιῆσαι, ἵνʼ ὃ προθυμεῖσθε συνουσία τε καὶ διάλογοι ἡμῖν γίγνωνται· εἰ μὴ βούλεται Πρωταγόρας ἀποκρίνεσθαι, οὗτος μὲν ἐρωτάτω, ἐγὼ δὲ ἀποκρινοῦμαι, καὶ ἅμα πειράσομαι αὐτῷ δεῖξαι ὡς ἐγώ φημι χρῆναι τὸν ἀποκρινόμενον ἀποκρίνεσθαι·
但我愿意这样做,以便实现你们热切期望的聚会和对话:如果普罗泰戈拉不想回答,就让他提问,由我来回答,同时我也将尝试向他展示,我认为回答者应当如何回答。
ἐπειδὰν δὲ ἐγὼ ἀποκρίνωμαι ὁπόσʼ ἂν οὗτος βούληται ἐρωτᾶν, πάλιν οὗτος ἐμοὶ λόγον ὑποσχέτω ὁμοίως.
当我回答完他想问的所有问题之后,让他也同样接受我的提问。
ἐὰν οὖν μὴ δοκῇ πρόθυμος εἶναι πρὸς αὐτὸ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, καὶ ἐγὼ καὶ ὑμεῖς κοινῇ δεησόμεθα αὐτοῦ ἅπερ ὑμεῖς ἐμοῦ, μὴ διαφθείρειν τὴν συνουσίαν· καὶ οὐδὲν δεῖ τούτου ἕνεκα ἕνα ἐπιστάτην γενέσθαι, ἀλλὰ πάντες κοινῇ ἐπιστατήσετε.
因此,如果他看起来不热衷于针对所问的问题本身进行回答,那么我和你们大家就共同要求他,正如你们要求我那样,不要破坏这场聚会;为此目的,完全不需要设立一个监督官,而是由大家共同来监督。
ἐδόκει πᾶσιν οὕτω ποιητέον εἶναι·
大家都认为应当这样做。
καὶ ὁ Πρωταγόρας πάνυ μὲν οὐκ ἤθελεν, ὅμως δὲ ἠναγκάσθη ὁμολογῆσαι ἐρωτήσειν, καὶ ἐπειδὰν ἱκανῶς ἐρωτήσῃ, πάλιν δώσειν λόγον κατὰ σμικρὸν ἀποκρινόμενος.
普罗泰戈拉虽然极不情愿,但还是被迫同意由他来提问,并且在问够了之后,轮到他通过简短的回答来接受我的提问。
§339ΣΩ. ἤρξατο οὖν ἐρωτᾶν οὑτωσί πως· — ἡγοῦμαι, ἔφη, ὦ Σώκρατες, ἐγὼ ἀνδρὶ παιδείας μέγιστον μέρος εἶναι περὶ ἐπῶν δεινὸν εἶναι· ἔστιν δὲ τοῦτο τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα οἷόν τʼ εἶναι συνιέναι ἅ τε ὀρθῶς πεποίηται καὶ ἃ μή, καὶ ἐπίστασθαι διελεῖν τε καὶ ἐρωτώμενον λόγον δοῦναι.
苏格拉底:于是他大约是这样开始提问的:“苏格拉底,”他说道,“我认为,对一个受过教育的人来说,最重要的一部分就是精通诗歌;而这就是指,能够理解诗人所说的话,哪些是创作得对的,哪些是不对的,并且懂得区分它们,并在被问到时给出合理的解释。
καὶ δὴ καὶ νῦν ἔσται τὸ ἐρώτημα περὶ τοῦ αὐτοῦ μὲν περὶ οὗπερ ἐγώ τε καὶ σὺ νῦν διαλεγόμεθα, περὶ ἀρετῆς, μετενηνεγμένον δʼ εἰς ποίησιν· τοσοῦτον μόνον διοίσει.
而且,现在的提问也将围绕你我正在讨论的同一个主题——美德,但它被转移到了诗歌中;区别仅在于此。
λέγει γάρ που Σιμωνίδης πρὸς Σκόπαν τὸν Κρέοντος ὑὸν τοῦ Θετταλοῦ ὅτι— " ἄνδρʼ ἀγαθὸν μὲν ἀλαθέως γενέσθαι χαλεπόν, χερσίν τε καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου τετυγμένον.
因为西蒙尼德在某处对色萨利人克里昂之子斯哥帕斯说道:” ¦339b “人要真正变得善良是困难的,在手、足和心灵上都如方般完美,毫无瑕疵地铸就。
" τοῦτο ἐπίστασαι τὸ ᾆσμα, ἢ πᾶν σοι διεξέλθω;
” “你懂这首诗歌吗,还是需要我为你完整地诵读一遍?
καὶ ἐγὼ εἶπον ὅτι οὐδὲν δεῖ· ἐπίσταμαί τε γάρ, καὶ πάνυ μοι τυγχάνει μεμεληκὸς τοῦ ᾄσματος.
” 我说道:“完全不需要;因为我懂它,而且碰巧我非常关注这首诗歌。
εὖ, ἔφη, λέγεις.
” “说得好,”他说道。
πότερον οὖν καλῶς σοι δοκεῖ πεποιῆσθαι καὶ ὀρθῶς, ἢ οὔ;
“那么,在你看来,它是创作得优美且正确,还是不呢?
—πάνυ, ἔφην ἐγώ, καλῶς τε καὶ ὀρθῶς.
” “非常优美且正确,”我说道。
— δοκεῖ δέ σοι καλῶς πεποιῆσθαι, εἰ ἐναντία λέγει αὐτὸς αὑτῷ ὁ ποιητής;
“但如果诗人自己说了与自己相反的话,你还认为它创作得好吗?
—οὐ καλῶς, ἦν δʼ ἐγώ.
” “不好,”我说道。
— ὅρα δή, ἔφη, βέλτιον.
“那么,”他说道, “再仔细看看。
—ἀλλʼ, ὠγαθέ, ἔσκεμμαι ἱκανῶς.
” “但是,好朋友,我已经研究得足够充分了。
— οἶσθα οὖν, ἔφη, ὅτι προιόντος τοῦ ᾄσματος λέγει που— " οὐδέ μοι ἐμμελέως τὸ Πιττάκειον νέμεται, καίτοι σοφοῦ παρὰ φωτὸς εἰρημένον· χαλεπὸν φάτʼ ἐσθλὸν ἔμμεναι.
” “那么,你知道吗,”他说道,“随着诗歌的展开,他在某处说道: ‘皮塔科斯的话对我来说并不和谐,虽然它是出自一位贤者之口:他说过,成为善良的人是困难的。
" ἐννοεῖς ὅτι ὁ αὐτὸς οὗτος καὶ τάδε λέγει κἀκεῖνα τὰ ἔμπροσθεν;
’ 你是否意识到这同一个诗人既说了这些话,又说了之前的那些话?
—οἶδα, ἦν δʼ ἐγώ.
” “我知道,”我说道。
— δοκεῖ οὖν σοι, ἔφη, ταῦτα ἐκείνοις ὁμολογεῖσθαι;
“那么你认为,”他说道,“这些话与那些话是一致的吗?
—φαίνεται ἔμοιγε (καὶ ἅμα μέντοι ἐφοβούμην μὴ τὶ λέγοι) ἀτάρ, ἔφην ἐγώ, σοὶ οὐ φαίνεται;
” “在我看来是一致的,”我说道(同时我有些害怕他会说出什么厉害的论点),“但是,”我问道,“在你看来难道不是吗?
— πῶς γὰρ ἂν φαίνοιτο ὁμολογεῖν αὐτὸς ἑαυτῷ ὁ ταῦτα ἀμφότερα λέγων, ὅς γε τὸ μὲν πρῶτον αὐτὸς ὑπέθετο χαλεπὸν εἶναι ἄνδρα ἀγαθὸν γενέσθαι ἀλαθείᾳ, ὀλίγον δὲ τοῦ ποιήματος εἰς τὸ πρόσθεν προελθὼν ἐπελάθετο, καὶ Πιττακὸν τὸν ταὐτὰ λέγοντα ἑαυτῷ, ὅτι "χαλεπὸν ἐσθλὸν ἔμμεναι" , τοῦτον μέμφεταί τε καὶ οὔ φησιν ἀποδέχεσθαι αὐτοῦ τὰ αὐτὰ ἑαυτῷ λέγοντος;
” “因为说了这两者的人,怎么可能看起来与自己一致呢? 他最初自己假定‘真正成为好人是困难的’,但在诗歌往前进行了一点点之后,他就忘记了,反而指责说出与自己完全相同之话的皮塔科斯,即‘成为善良的人是困难的’,并说他不接受皮塔科斯说出与自己相同的话。
καίτοι ὁπότε τὸν ταὐτὰ λέγοντα αὑτῷ μέμφεται, δῆλον ὅτι καὶ ἑαυτὸν μέμφεται, ὥστε ἤτοι τὸ πρότερον ἢ ὕστερον οὐκ ὀρθῶς λέγει.
然而,当他指责说出与自己完全相同之话的人时,显而易见他也是在指责他自己,因此,无论前言还是后语,他总有一处说得不对。
εἰπὼν οὖν ταῦτα πολλοῖς θόρυβον παρέσχεν καὶ ἔπαινον τῶν ἀκουόντων·
” 他说完这些话,在许多听众中引起了轰动和赞赏。
καὶ ἐγὼ τὸ μὲν πρῶτον, ὡσπερεὶ ὑπὸ ἀγαθοῦ πύκτου πληγείς, ἐσκοτώθην τε καὶ ἰλιγγίασα εἰπόντος αὐτοῦ ταῦτα καὶ τῶν ἄλλων ἐπιθορυβησάντων·
起初,我就像被一位优秀的拳击手击中了一样,当他说出这些话且众人纷纷喝彩时,我感到眼前一黑,头晕目眩。
ἔπειτα—ὥς γε πρὸς σὲ εἰρῆσθαι τἀληθῆ, ἵνα μοι χρόνος ἐγγένηται τῇ σκέψει τί λέγοι ὁ ποιητής—τρέπομαι πρὸς τὸν πρόδικον, καὶ καλέσας αὐτόν, ὦ Πρόδικε, ἔφην ἐγώ, σὸς μέντοι Σιμωνίδης πολίτης·
但随后——对你吐露真情吧,为了能让我赢得一些时间来思考诗人的意思——我转向普罗迪科,叫住他说道:“普罗迪科,西蒙尼德可是你的同乡;你理应去协助他。
δίκαιος εἶ βοηθεῖν τῷ ἀνδρί.

词汇与语法注释

  1. 338aσυμβῆναι ὑμᾶς ὥσπερ ὑπὸ διαιτητῶν ἡμῶν συμβιβαζόντων εἰς τὸ μέσον — “συμβῆναι”是依赖于“δέομαι καὶ συμβουλεύω”的不定式,引导希波阿斯提议的内容。随后的“ζητεῖν”、“φεύγειν”和“τεμεῖν”连同它们各自的属格/宾格主语(“σέ”、“普罗泰戈拉”、“两者”)与其并列。“ἡμῶν συμβιβαζόντων”是一个属格独立分词结构,以“ἡμῶν”为逻辑主语。介词“ὑπό”后接属格“διαιτητῶν”,表示施事者,与主动分词“συμβιβαζόντων”隐喻性地连用(意为“如同在我们这些调停人的撮合下”)。
  2. 339bἄνδρʼ ἀγαθὸν μὲν ἀλαθέως γενέσθαι χαλεπόν — 引用西蒙尼德的诗句。形容词“χαλεπόν”(中性单数)作为非人称谓语,以不定式短语“ἄνδρʼ ἀγαθὸν γενέσθαι”(人成为好人)为主语。副词“ἀλαθέως”(真正地)在语法上既可以修饰“ἀγαθόν”(好),也可以修饰“γενέσθαι”(成为)。由于苏格拉底随后在分析中(343d等处)利用了这一歧义,此处翻译时需与后续讨论保持一致(即“真正成为好人”)。
  3. 339eὥς γε πρὸς σὲ εἰρῆσθαι τἀληθῆ — 带有限制性意义的绝对不定式惯用短语,“对你说实话”。这是叙述者苏格拉底直接向听者(同伴)表露自己内心动摇时插入的。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §338-339. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:338-339

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。