§318ΣΩ. καὶ ἐγὼ εἶπον ὅτι ἡ αὐτή μοι ἀρχή ἐστιν, ὦ Πρωταγόρα, ἥπερ ἄρτι, περὶ ὧν ἀφικόμην.
ソクラテス:そこで私は言った。 「プロタゴラスよ、私の話の出発点は、先ほど言ったのと同じもの、すなわち、私がここに来た目的に関することだ。
Ἱπποκράτης γὰρ ὅδε τυγχάνει ἐν ἐπιθυμίᾳ ὢν τῆς σῆς συνουσίας·
こちらのヒッポクラテスは、あなたの指導(交わり)を熱望している。
ὅτι οὖν αὐτῷ ἀποβήσεται, ἐάν σοι συνῇ, ἡδέως ἄν φησι πυθέσθαι.
だから、もしあなたを師とするなら、彼にどのような結果が生じることになるのか、それを喜んで知りたいと彼は言っている。
τοσοῦτος ὅ γε ἡμέτερος λόγος.
私たちの言い分はこれだけだ。
ὑπολαβὼν οὖν ὁ Πρωταγόρας εἶπεν·
」そこでプロタゴラスは引き取って言った。
ὦ νεανίσκε, ἔσται τοίνυν σοι, ἐὰν ἐμοὶ συνῇς, ᾗ ἂν ἡμέρᾳ ἐμοὶ συγγένῃ, ἀπιέναι οἴκαδε βελτίονι γεγονότι, καὶ ἐν τῇ ὑστεραίᾳ ταὐτὰ ταῦτα·
「若者よ、もし君が私に師事するなら、君が私と行動をともにするその日のうちに、より優れた人間になって家へ帰ることになるだろう。
καὶ ἑκάστης ἡμέρας ἀεὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι.
そして翌日もまた同じことになり、毎日、常により良い方へと進歩していくことになるだろう。
καὶ ἐγὼ ἀκούσας εἶπον·
」私はこれを聞いて言った。
ὦ Πρωταγόρα, τοῦτο μὲν οὐδὲν θαυμαστὸν λέγεις, ἀλλὰ εἰκός, ἐπεὶ κἂν σύ, καίπερ τηλικοῦτος ὢν καὶ οὕτως σοφός, εἴ τίς σε διδάξειεν ὃ μὴ τυγχάνοις ἐπιστάμενος, βελτίων ἂν γένοιο.
「プロタゴラスよ、あなたが言われることは、何ら驚くべきことではなく、当然のことだ。 なぜなら、あなた自身でさえ、これほどのお歳で、これほど賢くいらっしゃるのに、もし誰かがあなたの知らないことを教えてくれたなら、より優れた人間になるだろうからだ。
ἀλλὰ μὴ οὕτως, ἀλλʼ ὥσπερ ἂν εἰ αὐτίκα μάλα μεταβαλὼν τὴν ἐπιθυμίαν Ἱπποκράτης ὅδε ἐπιθυμήσειεν τῆς συνουσίας τούτου τοῦ νεανίσκου τοῦ νῦν νεωστὶ ἐπιδημοῦντος, Ζευξίππου τοῦ Ἡρακλεώτου, καὶ ἀφικόμενος παρʼ αὐτόν, ὥσπερ παρὰ σὲ νῦν, ἀκούσειεν αὐτοῦ ταὐτὰ ταῦτα ἅπερ σοῦ, ὅτι ἑκάστης ἡμέρας συνὼν αὐτῷ βελτίων ἔσται καὶ ἐπιδώσει, εἰ αὐτὸν ἐπανέροιτο·
しかし、そういう意味ではなく、たとえば、もしこちらのヒッポクラテスが、ただちにその望みを変えて、今新しくやって来ているヘラクレア出身の若者ゼウクシッポスに師事することを望み、今あなたのところへ来たように彼のところへ赴き、あなたが言ったのと全く同じこと、すなわち彼と毎日一緒にいればより良くなり、進歩するだろうという話を聞いた上で、彼にさらにこう問い質したとしよう。
τί δὴ φῂς βελτίω ἔσεσθαι καὶ εἰς τί ἐπιδώσειν;
『具体的にどういう点でより良くなり、何において進歩するのだ。
εἴποι ἂν αὐτῷ ὁ Ζεύξιππος ὅτι πρὸς γραφικήν·
』ゼウクシッポスなら『絵画においてだ』と答えるだろう。
κἂν εἰ Ὀρθαγόρᾳ τῷ Θηβαίῳ συγγενόμενος, ἀκούσας ἐκείνου ταὐτὰ ταῦτα ἅπερ σοῦ, ἐπανέροιτο αὐτὸν εἰς ὅτι βελτίων καθʼ ἡμέραν ἔσται συγγιγνόμενος ἐκείνῳ, εἴποι ἂν ὅτι εἰς αὔλησιν·
あるいはまた、テーバイ人のオルタゴラスに師事し、彼からあなたと同じような話を聞いた上で、毎日彼と交わることで、何においてより良くなるのかを問い質したなら、彼は『フルート演奏においてだ』と言うだろう。
οὕτω δὴ καὶ σὺ εἰπὲ τῷ νεανίσκῳ καὶ ἐμοὶ ὑπὲρ τούτου ἐρωτῶντι, Ἱπποκράτης ὅδε Πρωταγόρᾳ συγγενόμενος, ᾗ ἂν αὐτῷ ἡμέρᾳ συγγένηται, βελτίων ἄπεισι γενόμενος καὶ τῶν ἄλλων ἡμερῶν ἑκάστης οὕτως ἐπιδώσει εἰς τί, ὦ Πρωταγόρα, καὶ περὶ τοῦ;
同じように、あなたもこの若者と、彼に代わって質問している私に対して言ってほしい。 こちらのヒッポクラテスがプロタゴラスに師事する場合、彼があなたに師事するまさにその日に、何においてより優れた者となって帰るのか、またその後の毎日に、具体的に何において、何に関してそのように進歩するのか、プロタゴラスよ。
καὶ ὁ Πρωταγόρας ἐμοῦ ταῦτα ἀκούσας,
σύ τε καλῶς ἐρωτᾷς,
ἔφη,
ὦ Σώκρατες, καὶ ἐγὼ τοῖς καλῶς ἐρωτῶσι χαίρω ἀποκρινόμενος.
」プロタゴラスは私のこれを聞いて言った。 「ソクラテスよ、君は立派な質問をする。 そして私は、立派な質問をする人たちに答えるのが嬉しい。
Ἱπποκράτης γὰρ παρʼ ἐμὲ ἀφικόμενος οὐ πείσεται ἅπερ ἂν ἔπαθεν ἄλλῳ τῳ συγγενόμενος τῶν σοφιστῶν.
というのも、ヒッポクラテスは、私のところに来るならば、他のソフィストたちのうちの誰かに師事した場合に被ったであろうような苦痛を、被ることはないからだ。
οἱ μὲν γὰρ ἄλλοι λωβῶνται τοὺς νέους·
他の者たちは若者たちを台無しにしている。
τὰς γὰρ τέχνας αὐτοὺς πεφευγότας ἄκοντας πάλιν αὖ ἄγοντες ἐμβάλλουσιν εἰς τέχνας, λογισμούς τε καὶ ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν διδάσκοντες
—καὶ ἅμα εἰς τὸν Ἱππίαν ἀπέβλεψεν—
παρὰ δʼ ἐμὲ ἀφικόμενος μαθήσεται οὐ περὶ ἄλλου του ἢ περὶ οὗ ἥκει.
なぜなら、若者たちが(学校で)せっかく逃れてきた技術(諸学芸)に、彼らを嫌がるのにまた連れ戻して放り込み、計算や、天文学や、幾何学や、音楽を教えるからだ」 ――と同時に彼はヒッピアスの方をちらりと見た―― 「しかし、私のところに来るならば、彼は、自分が来た目的そのもの以外の何ものをも学ぶことはない。
τὸ δὲ μάθημά ἐστιν εὐβουλία περὶ τῶν οἰκείων, ὅπως ἂν ἄριστα τὴν αὑτοῦ οἰκίαν διοικοῖ, καὶ περὶ τῶν τῆς πόλεως, ὅπως τὰ τῆς πόλεως δυνατώτατος ἂν εἴη καὶ πράττειν καὶ λέγειν.
その学びとは、個人的な事柄に関しては、いかにして自分の家を最もよく管理するかということ、また国家の事柄に関しては、いかにして国家の事柄を行うにも語るにも、最も有能な者になりうるか、という『思慮深さ(エウブーリア)』なのだ。
§319ΣΩ. ἆρα, ἔφην ἐγώ, ἕπομαί σου τῷ λόγῳ;
」ソクラテス:「それでは、私はあなたの言われることを理解できていますでしょうか」と私は言った。
δοκεῖς γάρ μοι λέγειν τὴν πολιτικὴν τέχνην καὶ ὑπισχνεῖσθαι ποιεῖν ἄνδρας ἀγαθοὺς πολίτας.
「あなたは『政治の技術』について語っており、人々を優れた市民にすることを約束していると思われるのですが。
αὐτὸ μὲν οὖν τοῦτό ἐστιν,
ἔφη,
ὦ Σώκρατες, τὸ ἐπάγγελμα ὃ ἐπαγγέλλομαι.
」「まさにそれこそが、ソクラテスよ」と彼は言った。 「私が公言している誓約(教育の約束)なのだ。
ἦ καλόν, ἦν δʼ ἐγώ, τέχνημα ἄρα κέκτησαι, εἴπερ κέκτησαι·
」「なんと素晴らしい技術を、もし本当にお持ちであるなら、お持ちなのでしょう」と私は言った。
οὐ γάρ τι ἄλλο πρός γε σὲ εἰρήσεται ἢ ἅπερ νοῶ.
「あなたに対して、私が思っていること以外を語ることはありませんから。
ἐγὼ γὰρ τοῦτο, ὦ Πρωταγόρα, οὐκ ᾤμην διδακτὸν εἶναι, σοὶ δὲ λέγοντι οὐκ ἔχω ὅπως ἀπιστῶ.
というのも、プロタゴラスよ、私はこれが教えられるものだとは思っていなかったのですが、あなたがそう言われる以上、信じないわけにはいきません。
ὅθεν δὲ αὐτὸ ἡγοῦμαι οὐ διδακτὸν εἶναι μηδʼ ὑπʼ ἀνθρώπων παρασκευαστὸν ἀνθρώποις, δίκαιός εἰμι εἰπεῖν.
しかし、私がなぜこれを教えられるものではなく、人間によって人間に授けられうるものでもないと考えているのか、その理由を述べるのが公明正大というものでしょう。
ἐγὼ γὰρ Ἀθηναίους, ὥσπερ καὶ οἱ ἄλλοι Ἕλληνες, φημὶ σοφοὺς εἶναι.
なぜなら、私はアテナイ人たちが、他のギリシア人たちと同様に、賢明であると主張しているからです。
ὁρῶ οὖν, ὅταν συλλεγῶμεν εἰς τὴν ἐκκλησίαν, ἐπειδὰν μὲν περὶ οἰκοδομίας τι δέῃ πρᾶξαι τὴν πόλιν, τοὺς οἰκοδόμους μεταπεμπομένους συμβούλους περὶ τῶν οἰκοδομημάτων, ὅταν δὲ περὶ ναυπηγίας, τοὺς ναυπηγούς, καὶ τἆλλα πάντα οὕτως, ὅσα ἡγοῦνται μαθητά τε καὶ διδακτὰ εἶναι·
そこで見ると、私たちが民会に集まるとき、ポリスが建築に関して何かを行う必要がある場合には、建築家たちを呼び寄せて建築物に関する助言者とし、造船に関する場合には造船技師たちを呼び寄せ、その他すべてのことについても、彼らが学び、教えられうるものであると考えているものについては、そのようにします。
ἐὰν δέ τις ἄλλος ἐπιχειρῇ αὐτοῖς συμβουλεύειν ὃν ἐκεῖνοι μὴ οἴονται δημιουργὸν εἶναι, κἂν πάνυ καλὸς ᾖ καὶ πλούσιος καὶ τῶν γενναίων, οὐδέν τι μᾶλλον ἀποδέχονται, ἀλλὰ καταγελῶσι καὶ θορυβοῦσιν, ἕως ἂν ἢ αὐτὸς ἀποστῇ ὁ ἐπιχειρῶν λέγειν καταθορυβηθείς, ἢ οἱ τοξόται αὐτὸν ἀφελκύσωσιν ἢ ἐξάρωνται κελευόντων τῶν πρυτάνεων.
しかし、もし彼らが専門家(デミウルゴス)ではないと思っている他の誰かが助言しようと企てるなら、たとえその人が非常に美しく、富んでおり、高貴な家柄の者であっても、民会は彼を少しも受け入れず、かえって彼を嘲笑し、騒ぎ立てます。 それは、発言しようと企てた本人が騒ぎ立てられて身を引くか、あるいは役人(プリュタネイス)たちの命令で、弓兵たちが彼を引きずり出すか、排除するまで続きます。
περὶ μὲν οὖν ὧν οἴονται ἐν τέχνῃ εἶναι, οὕτω διαπράττονται·
このように、彼らが技術(専門知識)に属すると考えている事柄については、そのように処理するのです。
ἐπειδὰν δέ τι περὶ τῶν τῆς πόλεως διοικήσεως δέῃ βουλεύσασθαι, συμβουλεύει αὐτοῖς ἀνιστάμενος περὶ τούτων ὁμοίως μὲν τέκτων, ὁμοίως δὲ χαλκεὺς σκυτοτόμος, ἔμπορος ναύκληρος, πλούσιος πένης, γενναῖος ἀγεννής, καὶ τούτοις οὐδεὶς τοῦτο ἐπιπλήττει ὥσπερ τοῖς πρότερον, ὅτι οὐδαμόθεν μαθών, οὐδὲ ὄντος διδασκάλου οὐδενὸς αὐτῷ, ἔπειτα συμβουλεύειν ἐπιχειρεῖ·
ところが、ポリスの運営管理に関して何か討議する必要があるときには、立ち上がってこれらについて助言するのは、大工であれ、鍛冶屋であれ、靴仕立て屋であれ、商人であれ、船主であれ、富める者であれ、貧しい者であれ、名門であれ、卑賎であれ、同様に発言し、これらに対しては、先ほどの人たちに対するようには、どこからも学んでおらず、彼に教師もいなかったのに、助言を企てているではないか、と非難する者は誰もいません。
δῆλον γὰρ ὅτι οὐχ ἡγοῦνται διδακτὸν εἶναι.
なぜなら、彼らがそれを教えられるものだと思っていないことは明らかだからです。
μὴ τοίνυν ὅτι τὸ κοινὸν τῆς πόλεως οὕτως ἔχει, ἀλλὰ ἰδίᾳ ἡμῖν οἱ σοφώτατοι καὶ ἄριστοι τῶν πολιτῶν ταύτην τὴν ἀρετὴν ἣν ἔχουσιν οὐχ οἷοί τε ἄλλοις παραδιδόναι·
そして、単にポリスの共同の事柄がそうであるというだけでなく、個人的な生活においても、私たちの市民のうち最も賢く最も優れた人々は、自分たちが持っているこの徳を、他の人々に伝えることができないのです。 」