§320ΣΩ. ἐπεὶ Περικλῆς, ὁ τουτωνὶ τῶν νεανίσκων πατήρ, τούτους ἃ μὲν διδασκάλων εἴχετο καλῶς καὶ εὖ ἐπαίδευσεν, ἃ δὲ αὐτὸς σοφός ἐστιν οὔτε αὐτὸς παιδεύει οὔτε τῳ ἄλλῳ παραδίδωσιν, ἀλλʼ αὐτοὶ περιιόντες νέμονται ὥσπερ ἄφετοι, ἐάν που αὐτόματοι περιτύχωσιν τῇ ἀρετῇ.
ソクラテス:「というのも、こちらの若者たちの父親であるペリクレスは、教師から学べる事柄については、彼らを立派に、かつ見事に教育しましたが、彼自身が賢い事柄については、自ら教育することもなければ、他の誰かに委ねることもせず、彼ら自身はまるで放たれた家畜のように歩き回り、どこかで偶然に徳に出会うことがあればと、草を食んでいるありさまなのです。
εἰ δὲ βούλει, Κλεινίαν, τὸν Ἀλκιβιάδου τουτουῒ νεώτερον ἀδελφόν, ἐπιτροπεύων ὁ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς, δεδιὼς περὶ αὐτοῦ μὴ διαφθαρῇ δὴ ὑπὸ Ἀλκιβιάδου, ἀποσπάσας ἀπὸ τούτου, καταθέμενος ἐν Ἀρίφρονος ἐπαίδευε· καὶ πρὶν ἓξ μῆνας γεγονέναι, ἀπέδωκε τούτῳ οὐκ ἔχων ὅτι χρήσαιτο αὐτῷ.
あるいは望むなら、同じこの男ペリクレスが、こちらのアルキビアデスの弟であるクリニアスの後見人となったとき、彼がアルキビアデスによって台無しにされはしないかと恐れ、彼を兄から引き離し、アリプロンの家に預けて教育しようとしたものの、六ヶ月が経つ前に、彼をどう扱ってよいか分からず、アルキビアデスに返してしまった、という例もあります。
καὶ ἄλλους σοι παμπόλλους ἔχω λέγειν, οἳ αὐτοὶ ἀγαθοὶ ὄντες οὐδένα πώποτε βελτίω ἐποίησαν οὔτε τῶν οἰκείων οὔτε τῶν ἀλλοτρίων.
また、私はあなたに、自身は優れた人間でありながら、身内の者であれ他所の者であれ、誰一人としてそれまでより優れた者にすることができなかった人々を、他にもいくらでも挙げることができます。
ἐγὼ οὖν, ὦ Πρωταγόρα, εἰς ταῦτα ἀποβλέπων οὐχ ἡγοῦμαι διδακτὸν εἶναι ἀρετήν·
それゆえ、プロタゴラスよ、私はこうした事情を見て、徳は教えられるものではないと考えているのです。
ἐπειδὴ δέ σου ἀκούω ταῦτα λέγοντος, κάμπτομαι καὶ οἶμαί τί σε λέγειν διὰ τὸ ἡγεῖσθαί σε πολλῶν μὲν ἔμπειρον γεγονέναι, πολλὰ δὲ μεμαθηκέναι, τὰ δὲ αὐτὸν ἐξηυρηκέναι.
しかし、あなたがそう言われるのを聞くと、私は心が揺らぎ、あなたが何か重要なことを言っているのだと思うようになります。 なぜなら、あなたは多くのことを経験し、多くのことを学び、またある事柄はご自身で発見なさってきたと信じているからです。
εἰ οὖν ἔχεις ἐναργέστερον ἡμῖν ἐπιδεῖξαι ὡς διδακτόν ἐστιν ἡ ἀρετή, μὴ φθονήσῃς ἀλλʼ ἐπίδειξον.
ですから、もしあなたが、徳が教えられうるものであることを、もっと明確に私たちに示すことができるなら、惜しむことなく、それを示してください。
ἀλλʼ, ὦ Σώκρατες,
ἔφη,
οὐ φθονήσω·
」「では、ソクラテスよ」と彼は言った。 「惜しむようなことはしません。
ἀλλὰ πότερον ὑμῖν, ὡς πρεσβύτερος νεωτέροις, μῦθον λέγων ἐπιδείξω ἢ λόγῳ διεξελθών;
しかし、年長者が若者たちに対するように、神話を語ることによって示すのがよいでしょうか、それとも論理的に説明していくのがよいでしょうか。
πολλοὶ οὖν αὐτῷ ὑπέλαβον τῶν παρακαθημένων ὁποτέρως βούλοιτο οὕτως διεξιέναι.
」そこに同席していた多くの人々が口々に、どちらでも好むやり方で説明してほしいと言った。
δοκεῖ τοίνυν μοι,
ἔφη,
χαριέστερον εἶναι μῦθον ὑμῖν λέγειν.
「それなら」と彼は言った。 「皆さんにお話を語る方が、より楽しいように思われます。
ἦν γάρ ποτε χρόνος ὅτε θεοὶ μὲν ἦσαν, θνητὰ δὲ γένη οὐκ ἦν.
かつて、神々は存在したものの、死すべき種族はまだ存在しなかった時代がありました。
ἐπειδὴ δὲ καὶ τούτοις χρόνος ἦλθεν εἱμαρμένος γενέσεως, τυποῦσιν αὐτὰ θεοὶ γῆς ἔνδον ἐκ γῆς καὶ πυρὸς μείξαντες καὶ τῶν ὅσα πυρὶ καὶ γῇ κεράννυται.
そして、これら死すべき種族にも、誕生の定められた時が来ると、神々は地の中で、土と火、および火と土に調合されるすべてのものを混ぜ合わせて、彼らを形づくりました。
ἐπειδὴ δʼ ἄγειν αὐτὰ πρὸς φῶς ἔμελλον, προσέταξαν Προμηθεῖ καὶ Ἐπιμηθεῖ κοσμῆσαί τε καὶ νεῖμαι δυνάμεις ἑκάστοις ὡς πρέπει.
そして、彼らを地上へ連れ出そうとするとき、神々はプロメテウスとエピメテウスに、それぞれにふさわしい能力を整え、配分することを命じました。
Προμηθέα δὲ παραιτεῖται Ἐπιμηθεὺς αὐτὸς νεῖμαι,
νείμαντος δέ μου,
ἔφη,
ἐπίσκεψαι·
ところが、エピメテウスは自分が配分することをプロメテウスに願い出て、『私が配分し終えたら、君が検査してくれ』と言いました。
καὶ οὕτω πείσας νέμει.
こうして相手を説得し、彼は配分を行いました。
νέμων δὲ τοῖς μὲν ἰσχὺν ἄνευ τάχους προσῆπτεν, τοὺς δʼ ἀσθενεστέρους τάχει ἐκόσμει·
配分にあたって、あるものには素早さのない強さを与え、弱いものには素早さを備えさせました。
τοὺς δὲ ὥπλιζε, τοῖς δʼ ἄοπλον διδοὺς φύσιν ἄλλην τινʼ αὐτοῖς ἐμηχανᾶτο δύναμιν εἰς σωτηρίαν.
あるものには武器を与え、他方、武器を持たない性質を授けたものには、生き残るための別の能力を工夫して与えました。
§321ΣΩ.
ἃ μὲν γὰρ αὐτῶν σμικρότητι ἤμπισχεν, πτηνὸν φυγὴν ἢ κατάγειον οἴκησιν ἔνεμεν·
すなわち、そのうちで体が小さいものには、空を飛ぶための翼や、地下の住処を配分しました。
ἃ δὲ ηὖξε μεγέθει, τῷδε αὐτῷ αὐτὰ ἔσῳζεν·
他方、体を大きくした種には、まさにその大きさによって、その生命を維持させました。
καὶ τἆλλα οὕτως ἐπανισῶν ἔνεμεν.
こうして、彼は他のすべてのことも、均衡を保ちながら配分していきました。
ταῦτα δὲ ἐμηχανᾶτο εὐλάβειαν ἔχων μή τι γένος ἀϊστωθείη·
このような工夫を凝らしたのは、いかなる種族も絶滅してしまわないように用心したからです。
ἐπειδὴ δὲ αὐτοῖς ἀλληλοφθοριῶν διαφυγὰς ἐπήρκεσε, πρὸς τὰς ἐκ Διὸς ὥρας εὐμάρειαν ἐμηχανᾶτο ἀμφιεννὺς αὐτὰ πυκναῖς τε θριξὶν καὶ στερεοῖς δέρμασιν, ἱκανοῖς μὲν ἀμῦναι χειμῶνα, δυνατοῖς δὲ καὶ καύματα, καὶ εἰς εὐνὰς ἰοῦσιν ὅπως ὑπάρχοι τὰ αὐτὰ ταῦτα στρωμνὴ οἰκεία τε καὶ αὐτοφυὴς ἑκάστῳ·
そして、互いに滅ぼし合うことを防ぐ手段を十分に備えさせると、今度は気候への対策を工夫し、彼らに密生した毛や頑丈な皮膚をまとわせました。 これらは冬を防ぐのに十分であり、暑さにも耐えることができ、また彼らが眠りにつくときには、まさにそれ自体が各自に備わった固有の、かつ生まれながらの寝具となるようなものでした。
καὶ ὑποδῶν τὰ μὲν ὁπλαῖς, τὰ δὲ δέρμασιν στερεοῖς καὶ ἀναίμοις.
さらに、あるものには蹄を履かせ、あるものには頑丈で血の通わない皮膚を履かせました。
τοὐντεῦθεν τροφὰς ἄλλοις ἄλλας ἐξεπόριζεν, τοῖς μὲν ἐκ γῆς βοτάνην, ἄλλοις δὲ δένδρων καρπούς, τοῖς δὲ ῥίζας·
その後、彼はそれぞれに異なる食物を提供しました。 あるものには地から生える草を、あるものには木の果実を、またあるものには根を。
ἔστι δʼ οἷς ἔδωκεν εἶναι τροφὴν ζῴων ἄλλων βοράν·
そして、他の動物を捕食することを食物として与えたものもありました。
καὶ τοῖς μὲν ὀλιγογονίαν προσῆψε, τοῖς δʼ ἀναλισκομένοις ὑπὸ τούτων πολυγονίαν, σωτηρίαν τῷ γένει πορίζων.
そして捕食する側には過少な繁殖力を、彼らに捕食される側には多産な繁殖力を与え、種族としての存続を図りました。
ἅτε δὴ οὖν οὐ πάνυ τι σοφὸς ὢν ὁ Ἐπιμηθεὺς ἔλαθεν αὑτὸν καταναλώσας τὰς δυνάμεις εἰς τὰ ἄλογα·
しかし、エピメテウスはそれほど賢くなかったため、自分が気づかないうちに、能力を理性のない動物たちにすべて使い果たしてしまいました。
λοιπὸν δὴ ἀκόσμητον ἔτι αὐτῷ ἦν τὸ ἀνθρώπων γένος, καὶ ἠπόρει ὅτι χρήσαιτο.
その結果、人間の種族だけが彼の手元に何の装備も与えられないまま残され、彼はどうしてよいか分からなくなってしまいました。
ἀποροῦντι δὲ αὐτῷ ἔρχεται Προμηθεὺς ἐπισκεψόμενος τὴν νομήν, καὶ ὁρᾷ τὰ μὲν ἄλλα ζῷα ἐμμελῶς πάντων ἔχοντα, τὸν δὲ ἄνθρωπον γυμνόν τε καὶ ἀνυπόδητον καὶ ἄστρωτον καὶ ἄοπλον·
彼が途方に暮れているところに、プロメテウスが配分の状況を検査しにやって来ました。 そして見ると、他の動物たちはあらゆる点で行き届いた装備を持っているのに、人間だけは裸で、靴も履かず、寝具もなく、武器も持たない状態でした。
ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρῆν, ἐν ᾗ ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆς εἰς φῶς.
しかも、人間もまた地中から地上へ出なければならない、定められた日がすでに迫っていました。
ἀπορίᾳ οὖν σχόμενος ὁ Προμηθεὺς ἥντινα σωτηρίαν τῷ ἀνθρώπῳ εὕροι, κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν σὺν πυρί—ἀμήχανον γὰρ ἦν ἄνευ πυρὸς αὐτὴν κτητήν τῳ ἢ χρησίμην γενέσθαι—καὶ οὕτω δὴ δωρεῖται ἀνθρώπῳ.
そこで、人間を生き残らせるためにどのような手段を見出せばよいか、窮地に陥ったプロメテウスは、ヘパイストスとアテナから、火を伴った技術的知恵を盗み出しました。 なぜなら、火がなければ、その知恵は誰にとっても手に入れることも役立てることも不可能だったからです。 こうして、彼はそれを人間に授けました。
τὴν μὲν οὖν περὶ τὸν βίον σοφίαν ἄνθρωπος ταύτῃ ἔσχεν, τὴν δὲ πολιτικὴν οὐκ εἶχεν·
人間は生活に関する知恵をこのようにして手に入れましたが、政治の知恵はまだ持っていませんでした。
ἦν γὰρ παρὰ τῷ Διί.
というのも、それはゼウスのもとにあったからです。
τῷ δὲ Προμηθεῖ εἰς μὲν τὴν ἀκρόπολιν τὴν τοῦ Διὸς οἴκησιν οὐκέτι ἐνεχώρει εἰσελθεῖν—πρὸς δὲ καὶ αἱ Διὸς φυλακαὶ φοβεραὶ ἦσαν—εἰς δὲ τὸ τῆς Ἀθηνᾶς καὶ Ἡφαίστου οἴκημα τὸ κοινόν, ἐν ᾧ ἐφιλοτεχνείτην, λαθὼν εἰσέρχεται, καὶ κλέψας τήν τε ἔμπυρον τέχνην τὴν τοῦ Ἡφαίστου καὶ τὴν ἄλλην τὴν τῆς Ἀθηνᾶς δίδωσιν ἀνθρώπῳ, καὶ ἐκ τούτου εὐπορία μὲν ἀνθρώπῳ τοῦ βίου γίγνεται, Προμηθέα δὲ διʼ Ἐπιμηθέα ὕστερον, ᾗπερ λέγεται, κλοπῆς δίκη μετῆλθεν.
そして、プロメテウスにとって、ゼウスの住処であるアクロポリスに入ることはもはや許されておらず、しかもゼウスの番兵たちは恐ろしいものでした。 しかし、アテナとヘパイストスが共同で技術を研究していた、二人の共同の仕事場には、彼は気づかれずに入ることができました。 そして、ヘパイストスの火を用いる技術と、アテナのその他の技術の双方を盗み出して人間に与えました。 こうして、人間には生活の豊かさがもたらされたのですが、のちに、エピメテウスの不手際が原因で、言われているように、盗みの罪による処罰がプロメテウスに及ぶことになったのです。