§318ΣΩ. καὶ ἐγὼ εἶπον ὅτι ἡ αὐτή μοι ἀρχή ἐστιν, ὦ Πρωταγόρα, ἥπερ ἄρτι, περὶ ὧν ἀφικόμην.
苏格拉底:于是我说道:“普罗泰戈拉,我的出发点与刚才一样,都是关于我来的目的。
Ἱπποκράτης γὰρ ὅδε τυγχάνει ἐν ἐπιθυμίᾳ ὢν τῆς σῆς συνουσίας· ὅτι οὖν αὐτῷ ἀποβήσεται, ἐάν σοι συνῇ, ἡδέως ἄν φησι πυθέσθαι.
因为这位希波克拉底渴望与你交往;因此,如果他与你交往,他会得到什么结果,他说他很乐意了解。
τοσοῦτος ὅ γε ἡμέτερος λόγος.
我们的全部话语就是这些。
ὑπολαβὼν οὖν ὁ Πρωταγόρας εἶπεν· ὦ νεανίσκε, ἔσται τοίνυν σοι, ἐὰν ἐμοὶ συνῇς, ᾗ ἂν ἡμέρᾳ ἐμοὶ συγγένῃ, ἀπιέναι οἴκαδε βελτίονι γεγονότι, καὶ ἐν τῇ ὑστεραίᾳ ταὐτὰ ταῦτα· καὶ ἑκάστης ἡμέρας ἀεὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι.
” 普罗泰戈拉接着说道: “年轻人,如果你与我交往,在你与我交往的那一天,你就会在回到家时变得更好,第二天也是如此;每天你都会不断向着更好的方向进步。
καὶ ἐγὼ ἀκούσας εἶπον· ὦ Πρωταγόρα, τοῦτο μὲν οὐδὲν θαυμαστὸν λέγεις, ἀλλὰ εἰκός, ἐπεὶ κἂν σύ, καίπερ τηλικοῦτος ὢν καὶ οὕτως σοφός, εἴ τίς σε διδάξειεν ὃ μὴ τυγχάνοις ἐπιστάμενος, βελτίων ἂν γένοιο.
” 我听了之后说道:“普罗泰戈拉,你说的这番话并不令人惊奇,而是理所当然的,因为即使是你自己,尽管年龄这么大、这么聪明,如果有人教你你碰巧不知道的事情,你也会变得更好。
ἀλλὰ μὴ οὕτως, ἀλλʼ ὥσπερ ἂν εἰ αὐτίκα μάλα μεταβαλὼν τὴν ἐπιθυμίαν Ἱπποκράτης ὅδε ἐπιθυμήσειεν τῆς συνουσίας τούτου τοῦ νεανίσκου τοῦ νῦν νεωστὶ ἐπιδημοῦντος, Ζευξίππου τοῦ Ἡρακλεώτου, καὶ ἀφικόμενος παρʼ αὐτόν, ὥσπερ παρὰ σὲ νῦν, ἀκούσειεν αὐτοῦ ταὐτὰ ταῦτα ἅπερ σοῦ, ὅτι ἑκάστης ἡμέρας συνὼν αὐτῷ βελτίων ἔσται καὶ ἐπιδώσει, εἰ αὐτὸν ἐπανέροιτο· τί δὴ φῂς βελτίω ἔσεσθαι καὶ εἰς τί ἐπιδώσειν;
但不要这样说,而要像这样:例如,如果这位希波克拉底立刻改变了愿望,渴望与最近刚刚来到城里的这位年轻人,也就是赫拉克利亚的泽乌克西波斯交往,并且去拜访他,就像现在来拜访你一样,从他那里听到与你所说的完全一样的话——即每天与他在一起都会变得更好并有所进步——如果他进一步追问他: ‘你究竟说我会在什么方面变得更好,在什么方面会有所进步?
εἴποι ἂν αὐτῷ ὁ Ζεύξιππος ὅτι πρὸς γραφικήν·
’ 泽乌克西波斯会回答他:‘在绘画方面。
κἂν εἰ Ὀρθαγόρᾳ τῷ Θηβαίῳ συγγενόμενος, ἀκούσας ἐκείνου ταὐτὰ ταῦτα ἅπερ σοῦ, ἐπανέροιτο αὐτὸν εἰς ὅτι βελτίων καθʼ ἡμέραν ἔσται συγγιγνόμενος ἐκείνῳ, εἴποι ἂν ὅτι εἰς αὔλησιν·
’而如果他与底比斯人奥尔塔戈拉斯交往,从他那里听到与你一样的话,并进一步追问他,由于每天与他交往,自己在什么方面会变得更好,他会回答说:‘在吹长笛方面。
οὕτω δὴ καὶ σὺ εἰπὲ τῷ νεανίσκῳ καὶ ἐμοὶ ὑπὲρ τούτου ἐρωτῶντι, Ἱπποκράτης ὅδε Πρωταγόρᾳ συγγενόμενος, ᾗ ἂν αὐτῷ ἡμέρᾳ συγγένηται, βελτίων ἄπεισι γενόμενος καὶ τῶν ἄλλων ἡμερῶν ἑκάστης οὕτως ἐπιδώσει εἰς τί, ὦ Πρωταγόρα, καὶ περὶ τοῦ;
’同样地,你也告诉这位年轻人以及代表他提问的我:如果这位希波克拉底与普罗泰戈拉交往,在他与你交往的那一天,他会在什么方面变得更好而回去,在接下来的每一天里,他又会在什么方面、关于什么事情获得那样的进步,普罗泰戈拉?
καὶ ὁ Πρωταγόρας ἐμοῦ ταῦτα ἀκούσας,
σύ τε καλῶς ἐρωτᾷς,
ἔφη,
ὦ Σώκρατες, καὶ ἐγὼ τοῖς καλῶς ἐρωτῶσι χαίρω ἀποκρινόμενος.
” 普罗泰戈拉听了我的这些话后,说道: “你问得好,苏格拉底,”他说,“我乐于回答那些问得好的人。
Ἱπποκράτης γὰρ παρʼ ἐμὲ ἀφικόμενος οὐ πείσεται ἅπερ ἂν ἔπαθεν ἄλλῳ τῳ συγγενόμενος τῶν σοφιστῶν.
因为希波克拉底如果来到我这里,他就不会遭受他在其他任何智者那里交往时所会遭受的痛苦。
οἱ μὲν γὰρ ἄλλοι λωβῶνται τοὺς νέους· τὰς γὰρ τέχνας αὐτοὺς πεφευγότας ἄκοντας πάλιν αὖ ἄγοντες ἐμβάλλουσιν εἰς τέχνας, λογισμούς τε καὶ ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν διδάσκοντες
—καὶ ἅμα εἰς τὸν Ἱππίαν ἀπέβλεψεν—
παρὰ δʼ ἐμὲ ἀφικόμενος μαθήσεται οὐ περὶ ἄλλου του ἢ περὶ οὗ ἥκει.
因为其他人是在伤害年轻人;在他们好不容易逃离了这些技术(学艺)之后,又违背他们的意愿,把他们重新拉回到这些技术中去,教他们算术、天文学、几何学和音乐” ——同时他看了一眼希皮亚斯—— “但如果他来到我这里,他将不学别的,只学他为此而来的目的。
τὸ δὲ μάθημά ἐστιν εὐβουλία περὶ τῶν οἰκείων, ὅπως ἂν ἄριστα τὴν αὑτοῦ οἰκίαν διοικοῖ, καὶ περὶ τῶν τῆς πόλεως, ὅπως τὰ τῆς πόλεως δυνατώτατος ἂν εἴη καὶ πράττειν καὶ λέγειν.
这门学问就是关于私人事务的明智,即如何能最好地管理自己的家政,以及关于城邦事务的明智,即如何能在城邦事务中无论在行动上还是在言论上都成为最能干的人。
§319ΣΩ. ἆρα, ἔφην ἐγώ, ἕπομαί σου τῷ λόγῳ;
” 苏格拉底:“我是不是理解了你的话? ”我说道。
δοκεῖς γάρ μοι λέγειν τὴν πολιτικὴν τέχνην καὶ ὑπισχνεῖσθαι ποιεῖν ἄνδρας ἀγαθοὺς πολίτας.
“因为在我看来,你指的是政治的艺术,并承诺能把人们培养成优秀的公民。
αὐτὸ μὲν οὖν τοῦτό ἐστιν,
ἔφη,
ὦ Σώκρατες, τὸ ἐπάγγελμα ὃ ἐπαγγέλλομαι.
” “正是如此,苏格拉底,”他说,“这就是我所宣称的诺言。
ἦ καλόν, ἦν δʼ ἐγώ, τέχνημα ἄρα κέκτησαι, εἴπερ κέκτησαι· οὐ γάρ τι ἄλλο πρός γε σὲ εἰρήσεται ἢ ἅπερ νοῶ.
” “那么,你确实拥有一门美妙的艺术,如果你真的拥有它的话,”我说道,“因为对你,我绝不会说出我心里所想以外的话。
ἐγὼ γὰρ τοῦτο, ὦ Πρωταγόρα, οὐκ ᾤμην διδακτὸν εἶναι, σοὶ δὲ λέγοντι οὐκ ἔχω ὅπως ἀπιστῶ.
普罗泰戈拉,因为我原本认为这是不可教的,但既然你这么说,我不知道该如何不相信。
ὅθεν δὲ αὐτὸ ἡγοῦμαι οὐ διδακτὸν εἶναι μηδʼ ὑπʼ ἀνθρώπων παρασκευαστὸν ἀνθρώποις, δίκαιός εἰμι εἰπεῖν.
不过,为什么我认为它是不可教的,也不是人们可以为其他人准备的,这是我有责任说明的。
ἐγὼ γὰρ Ἀθηναίους, ὥσπερ καὶ οἱ ἄλλοι Ἕλληνες, φημὶ σοφοὺς εἶναι.
因为外邦人中,阿提拉人就像其他希腊人一样,是聪明的。
ὁρῶ οὖν, ὅταν συλλεγῶμεν εἰς τὴν ἐκκλησίαν, ἐπειδὰν μὲν περὶ οἰκοδομίας τι δέῃ πρᾶξαι τὴν πόλιν, τοὺς οἰκοδόμους μεταπεμπομένους συμβούλους περὶ τῶν οἰκοδομημάτων, ὅταν δὲ περὶ ναυπηγίας, τοὺς ναυπηγούς, καὶ τἆλλα πάντα οὕτως, ὅσα ἡγοῦνται μαθητά τε καὶ διδακτὰ εἶναι·
因此我看到,当我们聚集在公民大会上时,每当城邦需要做一些关于建筑的事情,他们就会召集建筑师作为关于建筑物的顾问;每当关于造船时,就召集造船师,其他所有事情也都是这样,只要他们认为这些事是可学和可教的。
ἐὰν δέ τις ἄλλος ἐπιχειρῇ αὐτοῖς συμβουλεύειν ὃν ἐκεῖνοι μὴ οἴονται δημιουργὸν εἶναι, κἂν πάνυ καλὸς ᾖ καὶ πλούσιος καὶ τῶν γενναίων, οὐδέν τι μᾶλλον ἀποδέχονται, ἀλλὰ καταγελῶσι καὶ θορυβοῦσιν, ἕως ἂν ἢ αὐτὸς ἀποστῇ ὁ ἐπιχειρῶν λέγειν καταθορυβηθείς, ἢ οἱ τοξόται αὐτὸν ἀφελκύσωσιν ἢ ἐξάρωνται κελευόντων τῶν πρυτάνεων.
但如果有其他他们认为不是匠人的人企图给他们提建议,即使那个人非常美貌、富有且出身高贵,他们也绝不会更多地接受他,反而会嘲笑并大肆起哄,直到那个企图发言的人因被起哄而退缩,或者弓箭手们在执政官(三一区长)的命令下将他拉走或抬走。
περὶ μὲν οὖν ὧν οἴονται ἐν τέχνῃ εἶναι, οὕτω διαπράττονται· ἐπειδὰν δέ τι περὶ τῶν τῆς πόλεως διοικήσεως δέῃ βουλεύσασθαι, συμβουλεύει αὐτοῖς ἀνιστάμενος περὶ τούτων ὁμοίως μὲν τέκτων, ὁμοίως δὲ χαλκεὺς σκυτοτόμος, ἔμπορος ναύκληρος, πλούσιος πένης, γενναῖος ἀγεννής, καὶ τούτοις οὐδεὶς τοῦτο ἐπιπλήττει ὥσπερ τοῖς πρότερον, ὅτι οὐδαμόθεν μαθών, οὐδὲ ὄντος διδασκάλου οὐδενὸς αὐτῷ, ἔπειτα συμβουλεύειν ἐπιχειρεῖ· δῆλον γὰρ ὅτι οὐχ ἡγοῦνται διδακτὸν εἶναι.
关于他们认为属于艺术领域的事务,他们就是这样处理的;但每当需要就城邦管理的事情进行讨论时,任何人都可以站起来给他们提建议:同样地,木匠、铁匠、鞋匠、商人、船主,富人、穷人,高贵者、卑贱者都可以,而且没有人会像对前面那些人那样指责他们,说他没有从任何地方学过,也没有任何老师教过他,却企图提出建议;因为很明显,他们认为这是不可教的。
μὴ τοίνυν ὅτι τὸ κοινὸν τῆς πόλεως οὕτως ἔχει, ἀλλὰ ἰδίᾳ ἡμῖν οἱ σοφώτατοι καὶ ἄριστοι τῶν πολιτῶν ταύτην τὴν ἀρετὴν ἣν ἔχουσιν οὐχ οἷοί τε ἄλλοις παραδιδόναι·
现在,不仅城邦的公共事务是这样,而且在私人生活中,我们市民中最聪明、最优秀的人,也无法将他们所拥有的这种美德传授给其他人……”