§316ΣΩ. τοῦτό τʼ ἦν τὸ μειράκιον, καὶ τὼ Ἀδειμάντω ἀμφοτέρω, ὅ τε Κήπιδος καὶ ὁ Λευκολοφίδου, καὶ ἄλλοι τινὲς ἐφαίνοντο·
ソクラテス:この少年がそこにいた。 そして、二人のアデイマントス、すなわちケピスの息子と、レイコロフィデスの息子、そして他の幾人かもそこに姿が見えた。
περὶ δὲ ὧν διελέγοντο οὐκ ἐδυνάμην ἔγωγε μαθεῖν ἔξωθεν, καίπερ λιπαρῶς ἔχων ἀκούειν τοῦ Προδίκου—πάσσοφος γάρ μοι δοκεῖ ἁνὴρ εἶναι καὶ θεῖος—ἀλλὰ διὰ τὴν βαρύτητα τῆς φωνῆς βόμβος τις ἐν τῷ οἰκήματι γιγνόμενος ἀσαφῆ ἐποίει τὰ λεγόμενα.
しかし彼らが何について議論しているのか、私は外側からは知ることができなかった。 プロディコスの話を聞くことを切望していたにもかかわらず――なぜなら、あの男は私にはきわめて賢く、また神的な人物だと思われるからだ。 ――しかし、彼の声の低さのために、部屋の中に一種の唸り音が生じ、話されている内容を不明瞭にしていた。
καὶ ἡμεῖς μὲν ἄρτι εἰσεληλύθεμεν, κατόπιν δὲ ἡμῶν ἐπεισῆλθον Ἀλκιβιάδης τε ὁ καλός, ὡς φῂς σὺ καὶ ἐγὼ πείθομαι, καὶ Κριτίας ὁ Καλλαίσχρου.
そして私たちは入ったばかりであったが、私たちの後ろから、美男子アルキビアデス(君が言う通りだし、私もそう信じているが)と、カライスクロスの息子クリティアスが入ってきた。
ἡμεῖς οὖν ὡς εἰσήλθομεν, ἔτι σμίκρʼ ἄττα διατρίψαντες καὶ ταῦτα διαθεασάμενοι προσῇμεν πρὸς τὸν Πρωταγόραν, καὶ ἐγὼ εἶπον·
そこで、私たちは中に入ると、さらにほんの少しの間を過ごし、これらの光景を眺めた後、プロタゴラスのところへ進み出て、私は言った。
ὦ Πρωταγόρα, πρὸς σέ τοι ἤλθομεν ἐγώ τε καὶ Ἱπποκράτης οὗτος.
「プロタゴラスよ、私と、こちらのヒッポクラテスは、実にあなたを訪ねてきたのだ。
πότερον,
ἔφη,
μόνῳ βουλόμενοι διαλεχθῆναι ἢ καὶ μετὰ τῶν ἄλλων;
」「二人だけで話をしたいのか、それとも他の人たちも一緒に(話したいの)か? 」と彼は言った。
ἡμῖν μέν, ἦν δʼ ἐγώ, οὐδὲν διαφέρει·
「私たちにとっては、どちらでも違いはありません。
ἀκούσας δὲ οὗ ἕνεκα ἤλθομεν, αὐτὸς σκέψαι.
私たちが来た理由をお聞きになった上で、ご自身でお考えください」と私は言った。
τί οὖν δή ἐστιν,
ἔφη,
οὗ ἕνεκα ἥκετε;
「それでは、あなた方が来た理由とは、いったい何なのですか? 」と彼は言った。
Ἱπποκράτης ὅδε ἐστὶν μὲν τῶν ἐπιχωρίων, Ἀπολλοδώρου ὑός, οἰκίας μεγάλης τε καὶ εὐδαίμονος, αὐτὸς δὲ τὴν φύσιν δοκεῖ ἐνάμιλλος εἶναι τοῖς ἡλικιώταις.
「こちらのヒッポクラテスは、地元の人間で、アポロドロスの息子、裕福で格式のある家柄の出身です。 そして彼自身、素質において同世代の者たちと競い合えると思われます。
ἐπιθυμεῖν δέ μοι δοκεῖ ἐλλόγιμος γενέσθαι ἐν τῇ πόλει, τοῦτο δὲ οἴεταί οἱ μάλιστʼ ἂν γενέσθαι, εἰ σοὶ συγγένοιτο·
そして私には、彼がポリスで評判の高い者になることを望んでいるように思われます。 そして彼は、もしあなたに師事するなら、このことが自分に最もよく実現するだろうと考えています。
ταῦτʼ οὖν ἤδη σὺ σκόπει, πότερον περὶ αὐτῶν μόνος οἴει δεῖν διαλέγεσθαι πρὸς μόνους, ἢ μετʼ ἄλλων.
ですから、このことについて、あなたが二人だけでお話しすべきだとお考えになるか、それとも他の人々も交えて話すべきか、もうあなたご自身でご検討ください。
ὀρθῶς,
ἔφη,
προμηθῇ, ὦ Σώκρατες, ὑπὲρ ἐμοῦ.
」「ソクラテスよ、君は私のために正しく配慮してくれている」と彼は言った。
ξένον γὰρ ἄνδρα καὶ ἰόντα εἰς πόλεις μεγάλας, καὶ ἐν ταύταις πείθοντα τῶν νέων τοὺς βελτίστους ἀπολείποντας τὰς τῶν ἄλλων συνουσίας, καὶ οἰκείων καὶ ὀθνείων, καὶ πρεσβυτέρων καὶ νεωτέρων, ἑαυτῷ συνεῖναι ὡς βελτίους ἐσομένους διὰ τὴν ἑαυτοῦ συνουσίαν, χρὴ εὐλαβεῖσθαι τὸν ταῦτα πράττοντα·
「というのも、異邦人であり、大都市に赴き、その都市で、親族であろうと他人であろうと、年長者であろうと年若き者であろうと、他の人々の交わりを離れて、自分自身の交わりによってより良くなるという目的で自分と一緒にいるように、若者たちの中でも最も優れた者たちを説得している者は、用心しなければならないからだ。
οὐ γὰρ σμικροὶ περὶ αὐτὰ φθόνοι τε γίγνονται καὶ ἄλλαι δυσμένειαί τε καὶ ἐπιβουλαί.
なぜなら、そのことの周りには、小さからぬ嫉妬や、その他の敵意や陰謀が生じるからだ。
ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν ἀνδρῶν, φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς, πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν, οἷον Ὅμηρόν τε καὶ Ἡσίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμῳδίας, τοὺς ἀμφί τε Ὀρφέα καὶ Μουσαῖον·
しかし私は、ソフィストの術は古いものであると主張する。 だが、古代の人々でそれを手がけた者たちは、それがもたらす反感を恐れて、それを隠れ蓑とし、ベールで覆ったのだ。 ある者たちは詩を、たとえばホメロスやヘシオドスやシモニデスのように。 またある者たちは、秘儀や神託の歌を、たとえばオルフェウスやムーサイオスの周りの者たちのように。
ἐνίους δέ τινας ᾔσθημαι καὶ γυμναστικήν, οἷον Ἴκκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς Ἡρόδικος ὁ Σηλυμβριανός, τὸ δὲ ἀρχαῖον Μεγαρεύς·
さらにある者たちは体育をそうしているのに私は気づいた。 たとえばタラスのイコスや、今なお健在で誰にも劣らぬソフィストであるセリュンブリアのヘロディコス(元々はメガラ人だが)のように。
μουσικὴν δὲ Ἀγαθοκλῆς τε ὁ ὑμέτερος πρόσχημα ἐποιήσατο, μέγας ὢν σοφιστής, καὶ Πυθοκλείδης ὁ Κεῖος καὶ ἄλλοι πολλοί.
また、あなた方の同郷の者であるアガトクレスは、偉大なソフィストであったが、音楽を隠れ蓑にしたし、ケオスのピトクレイデスや他の多くの者たちもそうした。
οὗτοι πάντες, ὥσπερ λέγω, φοβηθέντες τὸν φθόνον ταῖς τέχναις ταύταις παραπετάσμασιν ἐχρήσαντο.
これらすべての者は、私が言うように、嫉妬を恐れて、これらの技術を幕として用いたのだ。
§317ΣΩ. ἐγὼ δὲ τούτοις
ἅπασιν κατὰ τοῦτο εἶναι οὐ συμφέρομαι·
」ソクラテス:しかし私は、これらすべての人々に対して、この点においては同意しない。
ἡγοῦμαι γὰρ αὐτοὺς οὔ τι διαπράξασθαι ὃ ἐβουλήθησαν—οὐ γὰρ λαθεῖν τῶν ἀνθρώπων τοὺς δυναμένους ἐν ταῖς πόλεσι πράττειν, ὧνπερ ἕνεκα ταῦτʼ ἐστὶν τὰ προσχήματα·
なぜなら、彼らは自分が望んだことを何一つ達成しなかったと思うからだ。 というのも、都市において実権を握り活動できる人々、すなわちそれらの隠れ蓑がそもそもその人々のためにあるところの人々から、隠れ通すことはできなかったからだ。
ἐπεὶ οἵ γε πολλοὶ ὡς ἔπος εἰπεῖν οὐδὲν αἰσθάνονται, ἀλλʼ ἅττʼ ἂν οὗτοι διαγγέλλωσι, ταῦτα ὑμνοῦσιν—τὸ οὖν ἀποδιδράσκοντα μὴ δύνασθαι ἀποδρᾶναι, ἀλλὰ καταφανῆ εἶναι, πολλὴ μωρία καὶ τοῦ ἐπιχειρήματος, καὶ πολὺ δυσμενεστέρους παρέχεσθαι ἀνάγκη τοὺς ἀνθρώπους·
なぜなら、多くの人々は、いわば何も気づかず、彼らが告げることを何でもそのまま称賛するだけだからだ。 したがって、逃げ出そうとしながらも逃げ出せず、かえって見破られてしまうことは、その試みそのものの大きな愚行であり、また、人々を必然的にはるかに敵対的にさせることになる。
ἡγοῦνται γὰρ τὸν τοιοῦτον πρὸς τοῖς ἄλλοις καὶ πανοῦργον εἶναι.
なぜなら、彼らはそのような者を、他の点に加えて悪賢いともみなすからだ。
ἐγὼ οὖν τούτων τὴν ἐναντίαν ἅπασαν ὁδὸν ἐλήλυθα, καὶ ὁμολογῶ τε σοφιστὴς εἶναι καὶ παιδεύειν ἀνθρώπους, καὶ εὐλάβειαν ταύτην οἶμαι βελτίω ἐκείνης εἶναι, τὸ ὁμολογεῖν μᾶλλον ἢ ἔξαρνον εἶναι·
そこで私は、彼らとはまったく反対の道を進んってきた。 私は自分がソフィストであり、人々を教育していることを認めている。 そして、この用心のほうが、あの用心よりも優れていると考えている。 否定するよりもむしろ認めることの方が。
καὶ ἄλλας πρὸς ταύτῃ ἔσκεμμαι, ὥστε, σὺν θεῷ εἰπεῖν, μηδὲν δεινὸν πάσχειν διὰ τὸ ὁμολογεῖν σοφιστὴς εἶναι.
そして私は、これに加えて、神の加護のもとで言えば、ソフィストであることを認めることによって何もひどい目に遭わないように、他の予防策も考えてきた。
καίτοι πολλά γε ἔτη ἤδη εἰμὶ ἐν τῇ τέχνῃ·
もっとも、私はすでに多くの歳月この技術に携わっている。
καὶ γὰρ καὶ τὰ σύμπαντα πολλά μοί ἐστιν— οὐδενὸς ὅτου οὐ πάντων ἂν ὑμῶν καθʼ ἡλικίαν πατὴρ εἴην —ὥστε πολύ μοι ἥδιστόν ἐστιν, εἴ τι βούλεσθε, περὶ τούτων ἁπάντων ἐναντίον τῶν ἔνδον ὄντων τὸν λόγον ποιεῖσθαι.
というのも、私の生涯の全体の歳月も多いからだ。 あなた方のうちの誰にとっても、年齢からすれば私が父親であってもおかしくないほどだ。 それゆえ、もしあなた方がお望みなら、屋内にいるすべての人々の前で、これらすべてのことについて話し合いをすることが、私にとって最も大きな喜びなのだ。
καὶ ἐγώ—ὑπώπτευσα γὰρ βούλεσθαι αὐτὸν τῷ τε προδίκῳ καὶ τῷ Ἱππίᾳ ἐνδείξασθαι καὶ καλλωπίσασθαι ὅτι ἐρασταὶ αὐτοῦ ἀφιγμένοι εἶμεν— τί οὖν, ἔφην ἐγώ, οὐ καὶ πρόδικον καὶ Ἱππίαν ἐκαλέσαμεν καὶ τοὺς μετʼ αὐτῶν, ἵνα ἐπακούσωσιν ἡμῶν;
」そこで私は――彼がプロディコスやヒッピアスに対して、自分を熱望する者たちがやって来たと見せびらかし、気取りたがっているのではないかと疑ったので―― 「それでは」と私は言った。 「プロディコスとヒッピアス、そして彼らと一緒にいる者たちも呼び出して、私たちの話を聞いてもらおうではありませんか。
πάνυ μὲν οὖν,
ἔφη ὁ Πρωταγόρας.
」「ぜひそうしよう」とプロタゴラスは言った。
βούλεσθε οὖν,
ὁ Καλλίας ἔφη,
συνέδριον κατασκευάσωμεν, ἵνα καθεζόμενοι διαλέγησθε;
「それでは、座って話ができるように、集会場を整えましょうか? 」とカリアスが言った。
ἐδόκει χρῆναι·
そうすべきだと思われた。
ἅσμενοι δὲ πάντες ἡμεῖς, ὡς ἀκουσόμενοι ἀνδρῶν σοφῶν, καὶ αὐτοί τε ἀντιλαβόμενοι τῶν βάθρων καὶ τῶν κλινῶν κατεσκευάζομεν παρὰ τῷ Ἱππίᾳ—ἐκεῖ γὰρ προϋπῆρχε τὰ βάθρα—ἐν δὲ τούτῳ Καλλίας τε καὶ Ἀλκιβιάδης ἡκέτην ἄγοντε τὸν πρόδικον, ἀναστήσαντες ἐκ τῆς κλίνης, καὶ τοὺς μετὰ τοῦ Προδίκου.
そこで、賢い人々の話を聞くことができると喜んだ私たちは皆、自分たちでベンチやベッドを手にとって、ヒッピアスのそばに配置した――そこにはあらかじめベンチがあったからだ。 その間にカリアスとアルキビアデスは、プロディコスをベッドから起き上がらせて、彼と彼の同伴者たちを連れてやってきた。
ἐπεὶ δὲ πάντες συνεκαθεζόμεθα, ὁ Πρωταγόρας,
νῦν δὴ ἄν,
ἔφη,
λέγοις, ὦ Σώκρατες, ἐπειδὴ καὶ οἵδε πάρεισιν, περὶ ὧν ὀλίγον πρότερον μνείαν ἐποιοῦ πρὸς ἐμὲ ὑπὲρ τοῦ νεανίσκου.
私たちが皆一緒に座ると、プロタゴラスは言った。 「ソクラテスよ、彼らも立ち会っていることだし、君が少し前にあの若者のために私に言及していたことについて、今こそ語ってくれたまえ。 」