Humanitext Reader

プラトン · プロタゴラス §314-315

カリアス邸への到着とソフィストたちの姿

4 / 33 箇所 · ギリシア語

要旨

ソクラテスは知識の購入が食物の購入よりも魂に直接影響を及ぼすため危険であると説き、カリアス邸に到着してプロタゴラス、ヒッピアス、プロディコスといったソフィストたちとその追従者たちを目撃する。

§314ΣΩ. καὶ γὰρ δὴ καὶ πολὺ μείζων κίνδυνος ἐν τῇ τῶν μαθημάτων ὠνῇ ἢ ἐν τῇ τῶν σιτίων.
ソクラテス:というのも、実に、知識の購入においては、食物の購入におけるよりもはるかに大きな危険があるからだ。
σιτία μὲν γὰρ καὶ ποτὰ πριάμενον παρὰ τοῦ καπήλου καὶ ἐμπόρου ἔξεστιν ἐν ἄλλοις ἀγγείοις ἀποφέρειν, καὶ πρὶν δέξασθαι αὐτὰ εἰς τὸ σῶμα πιόντα ἢ φαγόντα, καταθέμενον οἴκαδε ἔξεστιν συμβουλεύσασθαι, παρακαλέσαντα τὸν ἐπαΐοντα, ὅτι τε ἐδεστέον ἢ ποτέον καὶ ὅτι μή, καὶ ὁπόσον καὶ ὁπότε·
実際、食物や飲み物は、小売商人や大商人から買った後、別の容器に入れて持ち帰ることができ、それらを体の中に受け入れる、すなわち飲んだり食べたりする前に、家に置いておき、専門家を招いて、何を食べるべきか飲むべきか、何をすべきでないか、そしてどれだけの量をいつそうすべきかを相談することができる。
ὥστε ἐν τῇ ὠνῇ οὐ μέγας ὁ κίνδυνος.
したがって、その購入においては、大きな危険はない。
μαθήματα δὲ οὐκ ἔστιν ἐν ἄλλῳ ἀγγείῳ ἀπενεγκεῖν, ἀλλʼ ἀνάγκη καταθέντα τὴν τιμὴν τὸ μάθημα ἐν αὐτῇ τῇ ψυχῇ λαβόντα καὶ μαθόντα ἀπιέναι ἢ βεβλαμμένον ἢ ὠφελημένον.
しかし、知識は別の容器に入れて持ち帰ることができず、かえって、代金を支払った以上、その知識を魂そのものの中に受け取り、それを学んで、害を受けるか、あるいは益を受けて立ち去ることが避けられない。
ταῦτα οὖν σκοπώμεθα καὶ μετὰ τῶν πρεσβυτέρων ἡμῶν·
だから、私たちはこのことを、私たちよりも年長の人たちと一緒に検討しよう。
ἡμεῖς γὰρ ἔτι νέοι ὥστε τοσοῦτον πρᾶγμα διελέσθαι.
私たちは、これほど重大な事柄を分析するにはまだ若すぎる。
νῦν μέντοι, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκούσωμεν τοῦ ἀνδρός, ἔπειτα ἀκούσαντες καὶ ἄλλοις ἀνακοινωσώμεθα·
しかし今は、出発したときの勢いのままに進んで、あの男の話を聞き、そのうえで聞いたことを他の人々とも相談しよう。
καὶ γὰρ οὐ μόνος Πρωταγόρας αὐτόθι ἐστίν, ἀλλὰ καὶ Ἱππίας ὁ Ἠλεῖος—οἶμαι δὲ καὶ πρόδικον τὸν Κεῖον—καὶ ἄλλοι πολλοὶ καὶ σοφοί.
そこにはプロタゴラスが一人でいるわけではなく、エリスのヒッピアスもいるし――ケオスのプロディコスもいると思うが――その他にも多くの知者がいるのだから。
δόξαν ἡμῖν ταῦτα ἐπορευόμεθα·
このように決めて、私たちは進んで行った。
ἐπειδὴ δὲ ἐν τῷ προθύρῳ ἐγενόμεθα, ἐπιστάντες περί τινος λόγου διελεγόμεθα, ὃς ἡμῖν κατὰ τὴν ὁδὸν ἐνέπεσεν·
そして玄関に着いたとき、道中で持ち上がった議論について、立ち止まって話し合った。
ἵνʼ οὖν μὴ ἀτελὴς γένοιτο, ἀλλὰ διαπερανάμενοι οὕτως ἐσίοιμεν, στάντες ἐν τῷ προθύρῳ διελεγόμεθα ἕως συνωμολογήσαμεν ἀλλήλοις.
それが未解決のままにならず、決着をつけてから中に入るために、私たちは玄関に立ち止まって、互いに合意に達するまで話し合っていた。
δοκεῖ οὖν μοι, ὁ θυρωρός, εὐνοῦχός τις, κατήκουεν ἡμῶν, κινδυνεύει δὲ διὰ τὸ πλῆθος τῶν σοφιστῶν ἄχθεσθαι τοῖς φοιτῶσιν εἰς τὴν οἰκίαν·
すると、門番である去勢兵が私たちの話を聞いていたらしい。 彼は、ソフィストの多さのせいで、家を訪ねてくる人々に苛立っているようだった。
ἐπειδὴ γοῦν ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν ἡμᾶς, ἔα, ἔφη, σοφισταί τινες·
私たちが扉を叩くと、彼は扉を開けて私たちを見て言った。 「おい、またソフィストどもか。
οὐ σχολὴ αὐτῷ·
主人は忙しい。
καὶ ἅμα ἀμφοῖν τοῖν χεροῖν τὴν θύραν πάνυ προθύμως ὡς οἷός τʼ ἦν ἐπήραξεν.
」そして同時に、両手で力いっぱいに、できる限り勢いよく扉を叩きつけるように閉めた。
καὶ ἡμεῖς πάλιν ἐκρούομεν, καὶ ὃς ἐγκεκλῃμένης τῆς θύρας ἀποκρινόμενος εἶπεν, ὦ ἄνθρωποι, ἔφη, οὐκ ἀκηκόατε ὅτι οὐ σχολὴ αὐτῷ;
私たちは再びノックした。 すると彼は扉が閉まったまま中から答えて言った。 「おい、お前たち、主人は忙しいと聞こえなかったのか。
ἀλλʼ ὠγαθέ, ἔφην ἐγώ, οὔτε παρὰ Καλλίαν ἥκομεν οὔτε σοφισταί ἐσμεν.
」「いや、君」と私は言った。 「私たちはカリアスを訪ねてきたのでもないし、ソフィストでもない。
ἀλλὰ θάρρει·
だから安心しなさい。
Πρωταγόραν γάρ τοι δεόμενοι ἰδεῖν ἤλθομεν·
私たちはプロタゴラスに会いたくて来たのだ。
εἰσάγγειλον οὖν.
取り次いでくれ。
μόγις οὖν ποτε ἡμῖν ἅνθρωπος ἀνέῳξεν τὴν θύραν.
」こうしてようやく、あの男は私たちのために扉を開けてくれた。
§315ΣΩ. ἐπειδὴ δὲ εἰσήλθομεν, κατελάβομεν Πρωταγόραν ἐν τῷ προστῴῳ περιπατοῦντα, ἑξῆς δʼ αὐτῷ συμπεριεπάτουν ἐκ μὲν τοῦ ἐπὶ θάτερα Καλλίας ὁ Ἱππονίκου καὶ ὁ ἀδελφὸς αὐτοῦ ὁ ὁμομήτριος, Πάραλος ὁ Περικλέους, καὶ Χαρμίδης ὁ Γλαύκωνος, ἐκ δὲ τοῦ ἐπὶ θάτερα ὁ ἕτερος τῶν Περικλέους Ξάνθιππος, καὶ Φιλιππίδης ὁ Φιλομήλου καὶ Ἀντίμοιρος ὁ Μενδαῖος, ὅσπερ εὐδοκιμεῖ μάλιστα τῶν Πρωταγόρου μαθητῶν καὶ ἐπὶ τέχνῃ μανθάνει, ὡς σοφιστὴς ἐσόμενος.
ソクラテス:中に入ると、私たちはプロタゴラスが前柱廊を歩いているのを見つけた。 彼の隣には、片側にはヒッポニコスの息子カリアスとその異父兄弟であるペリクレスの息子パラロス、そしてグラウコンの息子カミデスが一緒に歩いていた。 もう片側には、ペリクレスのもう一人の息子クサンティッポス、フィロメロスの息子フィリッピデス、そしてメンデのアンティモイロスが歩いていた。 このアンティモイロスは、プロタゴラスの弟子の中で最も名声があり、将来ソフィストになるために専門技術として学んでいる者である。
τούτων δὲ οἳ ὄπισθεν ἠκολούθουν ἐπακούοντες τῶν λεγομένων τὸ μὲν πολὺ ξένοι ἐφαίνοντο—οὓς ἄγει ἐξ ἑκάστων τῶν πόλεων ὁ Πρωταγόρας, διʼ ὧν διεξέρχεται, κηλῶν τῇ φωνῇ ὥσπερ Ὀρφεύς, οἱ δὲ κατὰ τὴν φωνὴν ἕπονται κεκηλημένοι— ἦσαν δέ τινες καὶ τῶν ἐπιχωρίων ἐν τῷ χορῷ.
彼らの後ろには、彼らの話を聞きながらついて歩く人々がいたが、その大部分は異邦人のようだった。 プロタゴラスは、自分が通り過ぎるすべての都市から、オルフェウスのように歌声で彼らを魅了して連れてきており、彼らはその声に魅了されて従っているのだ。 しかし、その合唱隊の中には地元の人々も何人かいた。
τοῦτον τὸν χορὸν μάλιστα ἔγωγε ἰδὼν ἥσθην, ὡς καλῶς ηὐλαβοῦντο μηδέποτε ἐμποδὼν ἐν τῷ πρόσθεν εἶναι Πρωταγόρου, ἀλλʼ ἐπειδὴ αὐτὸς ἀναστρέφοι καὶ οἱ μετʼ ἐκείνου, εὖ πως καὶ ἐν κόσμῳ περιεσχίζοντο οὗτοι οἱ ἐπήκοοι ἔνθεν καὶ ἔνθεν, καὶ ἐν κύκλῳ περιιόντες ἀεὶ εἰς τὸ ὄπισθεν καθίσταντο κάλλιστα.
私はこの合唱隊を見て特に楽しませてもらった。 彼らがプロタゴラスの正面を決して遮らないように実に見事に気をつけていたからだ。 プロタゴラスと同伴者たちが向きを変えると、この聞き手たちは左右に実に見事に秩序正しく分かれ、回り込んで常に最も美しく後ろ側に回り込んで位置についた。
"τὸν δὲ μετʼ εἰσενόησα," ἔφη Ὅμηρος, Ἱππίαν τὸν Ἠλεῖον, καθήμενον ἐν τῷ κατʼ ἀντικρὺ προστῴῳ ἐν θρόνῳ·
「その次に私は、エリスのヒッピアスを認めた」とホメロスなら言うところだが、彼は反対側の前柱廊の椅子に座っていた。
περὶ αὐτὸν δʼ ἐκάθηντο ἐπὶ βάθρων Ἐρυξίμαχός τε ὁ Ἀκουμενοῦ καὶ Φαῖδρος ὁ Μυρρινούσιος καὶ Ἄνδρων ὁ Ἀνδροτίωνος καὶ τῶν ξένων πολῖταί τε αὐτοῦ καὶ ἄλλοι τινές.
彼の周りにはベンチに座って、アキュメノスの息子エリクシマコス、ミュリヌスのファイドロス、アンドロティオンの息子アンドロン、そして彼の同郷の異邦人やその他の人々がいた。
ἐφαίνοντο δὲ περὶ φύσεώς τε καὶ τῶν μετεώρων ἀστρονομικὰ ἄττα διερωτᾶν τὸν Ἱππίαν, ὁ δʼ ἐν θρόνῳ καθήμενος ἑκάστοις αὐτῶν διέκρινεν καὶ διεξῄει τὰ ἐρωτώμενα.
彼らは自然や天体の事象について、天文学的な質問をヒッピアスに問いかけているようだった。 彼は椅子に座ったまま、彼ら一人一人に答え、質問を解説していた。
καὶ μὲν δὴ "καὶ Τάνταλόν" γε "εἰσεῖδον" —ἐπεδήμει γὰρ ἄρα καὶ Πρόδικος ὁ Κεῖος—ἦν δὲ ἐν οἰκήματί τινι, ᾧ πρὸ τοῦ μὲν ὡς ταμιείῳ ἐχρῆτο Ἱππόνικος, νῦν δὲ ὑπὸ τοῦ πλήθους τῶν καταλυόντων ὁ Καλλίας καὶ τοῦτο ἐκκενώσας ξένοις κατάλυσιν πεποίηκεν.
「さらに私はタンタロスをも見た」――実際、ケオスのプロディコスも滞在していたのだ。 彼は、かつてはヒッポニコスが貯蔵庫として使っていたが、現在はカリアスが滞在客の多さのために片付けて異邦人の宿舎にした部屋にいた。
ὁ μὲν οὖν Πρόδικος ἔτι κατέκειτο, ἐγκεκαλυμμένος ἐν κῳδίοις τισὶν καὶ στρώμασιν καὶ μάλα πολλοῖς, ὡς ἐφαίνετο·
プロディコスはまだ横になっており、羊皮や大量の掛け布団にすっかりくるまっているようだった。
παρεκάθηντο δὲ αὐτῷ ἐπὶ ταῖς πλησίον κλίναις Παυσανίας τε ὁ ἐκ Κεραμέων καὶ μετὰ Παυσανίου νέον τι ἔτι μειράκιον, ὡς μὲν ἐγᾦμαι καλόν τε κἀγαθὸν τὴν φύσιν, τὴν δʼ οὖν ἰδέαν πάνυ καλός.
彼の近くのベッドには、ケラメイコス出身のパウサニアスが座っており、その隣にはまだ非常に若い少年がいた。 私の見立てでは、美しく善い本性を持っており、容姿もきわめて美しい少年だった。
ἔδοξα ἀκοῦσαι ὄνομα αὐτῷ εἶναι Ἀγάθωνα, καὶ οὐκ ἂν θαυμάζοιμι εἰ παιδικὰ Παυσανίου τυγχάνει ὤν.
彼の名前はアガトンというらしく、パウサニアスの愛人であっても不思議ではないと思った。

語釈・文法注

  1. 314bνέοι ὥστε τοσοῦτον πρᾶγμα διελέσθαι — 形容詞 νέοι(若い)の後に ὥστε + 不定詞が続き、「そのような重大な事柄を分析するには若すぎる」という比較・制限の意味を表す。「〜するほどに若い」から転じて否定的な結果を表す構文である。
  2. 314cἵνʼ οὖν μὴ ἀτελὴς γένοιτο, ἀλλὰ διαπερανάμενοι οὕτως ἐσίοιμεν — 目的節(ἵνα)の動詞が希求法(γένοιτο, ἐσίοιμεν)になっているのは、主節の動詞(διελεγόμεθα)が過去の継続(未完了過去)であり、歴史時制に後続する従属節の規則(斜格希求法)に従っているためである。
  3. 315aἐπὶ τέχνῃ μανθάνει — 前置詞 ἐπί + 与格で目的を表し、「専門職として(生計を立てる技術として)学ぶ」ことを意味する。これは教養として学ぶ(ἐπὶ παιδείᾳ)のとは対照的な、職業的・プロフェッショナルな目的を指している。
  4. 315bτὸν δὲ μετʼ εἰσενόησα — ホメロスの『オデュッセイア』11巻582行(ヘラクレスやタンタロスが登場する冥界下りの場面)からの直接の引用。カリアス邸を冥界に、そこに集うソフィストたちを冥界の死霊に見立てるユーモラスな演出である。

この箇所を引用する

プラトン, プロタゴラス §314-315. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:314-315

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。