Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §316-317

普罗泰戈拉公开承认智者身份与苏格拉底的请教

第 5 段,共 33 段 · 希腊语

内容简介

苏格拉底为希波克拉底向普罗泰戈拉提出拜师请求。普罗泰戈拉论述了世人对智者的嫉妒以及古代智者的伪装,表明自己选择公开承认智者身份,并提议召集屋内的所有人共同坐下来讨论。

§316ΣΩ. τοῦτό τʼ ἦν τὸ μειράκιον, καὶ τὼ Ἀδειμάντω ἀμφοτέρω, ὅ τε Κήπιδος καὶ ὁ Λευκολοφίδου, καὶ ἄλλοι τινὲς ἐφαίνοντο·
苏格拉底:这个少年就是他,还有两个阿代曼托斯也在,一个是凯皮斯之子,另一个是雷科洛菲德斯之子,还有其他几个人也显现出来。
περὶ δὲ ὧν διελέγοντο οὐκ ἐδυνάμην ἔγωγε μαθεῖν ἔξωθεν, καίπερ λιπαρῶς ἔχων ἀκούειν τοῦ Προδίκου—πάσσοφος γάρ μοι δοκεῖ ἁνὴρ εἶναι καὶ θεῖος—ἀλλὰ διὰ τὴν βαρύτητα τῆς φωνῆς βόμβος τις ἐν τῷ οἰκήματι γιγνόμενος ἀσαφῆ ἐποίει τὰ λεγόμενα.
但是关于他们谈论的内容,我从外面是无法得知的,尽管我非常渴望听到普罗迪科的话——因为那个人在我看来极其聪明且神圣——但由于他声音的低沉,在房间里产生了一种嗡嗡的回声,使所说的话很不清楚。
καὶ ἡμεῖς μὲν ἄρτι εἰσεληλύθεμεν, κατόπιν δὲ ἡμῶν ἐπεισῆλθον Ἀλκιβιάδης τε ὁ καλός, ὡς φῂς σὺ καὶ ἐγὼ πείθομαι, καὶ Κριτίας ὁ Καλλαίσχρου.
我们才刚刚进去,在我们后面便进来了美丽的阿尔西比亚德斯(正如你所说,我也相信)和卡莱斯克罗斯之子克里提亚斯。
ἡμεῖς οὖν ὡς εἰσήλθομεν, ἔτι σμίκρʼ ἄττα διατρίψαντες καὶ ταῦτα διαθεασάμενοι προσῇμεν πρὸς τὸν Πρωταγόραν, καὶ ἐγὼ εἶπον· ὦ Πρωταγόρα, πρὸς σέ τοι ἤλθομεν ἐγώ τε καὶ Ἱπποκράτης οὗτος.
因此,我们进去后,又在那里停留了极短的时间,观看了这些情景,然后便走向普罗泰戈拉,并且我说道: “普罗泰戈拉,我和这位希波克拉底正是特地来拜访你的。
πότερον, ἔφη, μόνῳ βουλόμενοι διαλεχθῆναι ἢ καὶ μετὰ τῶν ἄλλων;
” “你们是想,”他问,“单独谈谈,还是和大家一起谈?
ἡμῖν μέν, ἦν δʼ ἐγώ, οὐδὲν διαφέρει· ἀκούσας δὲ οὗ ἕνεκα ἤλθομεν, αὐτὸς σκέψαι.
” “对我们来说,”我说,“都无所谓;但在你听完我们来的目的之后,你自己来决定。
τί οὖν δή ἐστιν, ἔφη, οὗ ἕνεκα ἥκετε;
” “那么,你们来究竟是为了什么事呢? ”他问。
Ἱπποκράτης ὅδε ἐστὶν μὲν τῶν ἐπιχωρίων, Ἀπολλοδώρου ὑός, οἰκίας μεγάλης τε καὶ εὐδαίμονος, αὐτὸς δὲ τὴν φύσιν δοκεῖ ἐνάμιλλος εἶναι τοῖς ἡλικιώταις.
“这位希波克拉底是本地人,阿波罗多洛斯之子,出身于一个显赫且富裕的家庭,他自己按天性来看似乎可以与同龄人抗衡。
ἐπιθυμεῖν δέ μοι δοκεῖ ἐλλόγιμος γενέσθαι ἐν τῇ πόλει, τοῦτο δὲ οἴεταί οἱ μάλιστʼ ἂν γενέσθαι, εἰ σοὶ συγγένοιτο·
而且在我看来,他渴望在城邦中成名,他认为如果能跟随你,这件事就最容易实现。
ταῦτʼ οὖν ἤδη σὺ σκόπει, πότερον περὶ αὐτῶν μόνος οἴει δεῖν διαλέγεσθαι πρὸς μόνους, ἢ μετʼ ἄλλων.
现在,这件事由你来考虑,你是认为应该和我们单独讨论,还是和大家在一起。
ὀρθῶς, ἔφη, προμηθῇ, ὦ Σώκρατες, ὑπὲρ ἐμοῦ.
” “你考虑得很周到,苏格拉底,”他说,“为我着想。
ξένον γὰρ ἄνδρα καὶ ἰόντα εἰς πόλεις μεγάλας, καὶ ἐν ταύταις πείθοντα τῶν νέων τοὺς βελτίστους ἀπολείποντας τὰς τῶν ἄλλων συνουσίας, καὶ οἰκείων καὶ ὀθνείων, καὶ πρεσβυτέρων καὶ νεωτέρων, ἑαυτῷ συνεῖναι ὡς βελτίους ἐσομένους διὰ τὴν ἑαυτοῦ συνουσίαν, χρὴ εὐλαβεῖσθαι τὸν ταῦτα πράττοντα· οὐ γὰρ σμικροὶ περὶ αὐτὰ φθόνοι τε γίγνονται καὶ ἄλλαι δυσμένειαί τε καὶ ἐπιβουλαί.
因为一个外邦人来到大城市,并在那里说服青年中最优秀的那些人离开其他人的交往——无论是亲人还是外人,无论是年长者还是年幼者——而与自己交往,并承诺由于他的交往他们会变得更好,做这些事的人必须小心谨慎;因为围绕这些事会产生不小的嫉妒、其他敌意和阴谋。
ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν ἀνδρῶν, φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς, πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν, οἷον Ὅμηρόν τε καὶ Ἡσίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμῳδίας, τοὺς ἀμφί τε Ὀρφέα καὶ Μουσαῖον· ἐνίους δέ τινας ᾔσθημαι καὶ γυμναστικήν, οἷον Ἴκκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς Ἡρόδικος ὁ Σηλυμβριανός, τὸ δὲ ἀρχαῖον Μεγαρεύς· μουσικὴν δὲ Ἀγαθοκλῆς τε ὁ ὑμέτερος πρόσχημα ἐποιήσατο, μέγας ὢν σοφιστής, καὶ Πυθοκλείδης ὁ Κεῖος καὶ ἄλλοι πολλοί.
但我声称,智者的术是古老的,但古代从事这一行的人,因为害怕它带来的反感,便把它作为掩饰,用盖头遮盖起来:有的用诗歌,比如荷马、赫西俄德和西摩尼德斯;有的则用秘仪和神谕,比如奥尔甫斯和穆塞奥斯一派;我还注意到,有些甚至用体育,比如塔兰托的伊科斯,以及现在依然存在、不亚于任何人的智者、塞吕姆布里亚的希罗迪科斯(他原本是麦加拉人);而你们那里的阿加托克勒斯,虽然是一位伟大的智者,却用音乐作掩饰,凯奥斯的皮托克莱德斯和许多其他人也是如此。
οὗτοι πάντες, ὥσπερ λέγω, φοβηθέντες τὸν φθόνον ταῖς τέχναις ταύταις παραπετάσμασιν ἐχρήσαντο.
所有人,正如我所说,因为害怕嫉妒,都把这些艺术用作了屏障。
§317ΣΩ. ἐγὼ δὲ τούτοις ἅπασιν κατὰ τοῦτο εἶναι οὐ συμφέρομαι· ἡγοῦμαι γὰρ αὐτοὺς οὔ τι διαπράξασθαι ὃ ἐβουλήθησαν—οὐ γὰρ λαθεῖν τῶν ἀνθρώπων τοὺς δυναμένους ἐν ταῖς πόλεσι πράττειν, ὧνπερ ἕνεκα ταῦτʼ ἐστὶν τὰ προσχήματα·
” 苏格拉底:但我在这点上与所有这些人不同意;因为我认为他们并没有达到他们想要的目的——因为他们没有瞒过那些在城邦中掌权并有能力行事的人,而这些掩饰本来就是为了瞒过他们的;因为大多数人可以说什么也觉察不到,只是对这些领导者所宣告的一切随声附和。
ἐπεὶ οἵ γε πολλοὶ ὡς ἔπος εἰπεῖν οὐδὲν αἰσθάνονται, ἀλλʼ ἅττʼ ἂν οὗτοι διαγγέλλωσι, ταῦτα ὑμνοῦσιν—τὸ οὖν ἀποδιδράσκοντα μὴ δύνασθαι ἀποδρᾶναι, ἀλλὰ καταφανῆ εἶναι, πολλὴ μωρία καὶ τοῦ ἐπιχειρήματος, καὶ πολὺ δυσμενεστέρους παρέχεσθαι ἀνάγκη τοὺς ἀνθρώπους· ἡγοῦνται γὰρ τὸν τοιοῦτον πρὸς τοῖς ἄλλοις καὶ πανοῦργον εἶναι.
因此,想要逃跑却无法逃跑,反而暴露了自己,这种尝试本身就是极大的愚蠢,而且必然会让人们变得更加敌视;因为人们认为这样的人除了其他缺点之外还是个恶棍。
ἐγὼ οὖν τούτων τὴν ἐναντίαν ἅπασαν ὁδὸν ἐλήλυθα, καὶ ὁμολογῶ τε σοφιστὴς εἶναι καὶ παιδεύειν ἀνθρώπους, καὶ εὐλάβειαν ταύτην οἶμαι βελτίω ἐκείνης εἶναι, τὸ ὁμολογεῖν μᾶλλον ἢ ἔξαρνον εἶναι·
因此,我走了一条与他们完全相反的道路,我承认自己是智者,并且教育人们,我认为这种谨慎比那种更好——承认比否认好。
καὶ ἄλλας πρὸς ταύτῃ ἔσκεμμαι, ὥστε, σὺν θεῷ εἰπεῖν, μηδὲν δεινὸν πάσχειν διὰ τὸ ὁμολογεῖν σοφιστὴς εἶναι.
而且在这之外,我还考虑了其他措施,所以,在神灵的庇佑下,我不会因为承认自己是智者而遭受任何不幸。
καίτοι πολλά γε ἔτη ἤδη εἰμὶ ἐν τῇ τέχνῃ· καὶ γὰρ καὶ τὰ σύμπαντα πολλά μοί ἐστιν— οὐδενὸς ὅτου οὐ πάντων ἂν ὑμῶν καθʼ ἡλικίαν πατὴρ εἴην —ὥστε πολύ μοι ἥδιστόν ἐστιν, εἴ τι βούλεσθε, περὶ τούτων ἁπάντων ἐναντίον τῶν ἔνδον ὄντων τὸν λόγον ποιεῖσθαι.
然而,我从事这门艺术已经有很多年了;因为我的总岁数已经很大了——就年龄而言,我可以做你们所有人的父亲——所以,如果你愿意的话,在屋里所有人的面前就这些事情进行讨论,对我来说是最高兴不过的了。
καὶ ἐγώ—ὑπώπτευσα γὰρ βούλεσθαι αὐτὸν τῷ τε προδίκῳ καὶ τῷ Ἱππίᾳ ἐνδείξασθαι καὶ καλλωπίσασθαι ὅτι ἐρασταὶ αὐτοῦ ἀφιγμένοι εἶμεν— τί οὖν, ἔφην ἐγώ, οὐ καὶ πρόδικον καὶ Ἱππίαν ἐκαλέσαμεν καὶ τοὺς μετʼ αὐτῶν, ἵνα ἐπακούσωσιν ἡμῶν;
” 我——因为我怀疑他想在普罗迪科和希皮亚斯面前展示自己,并炫耀我们是作为崇拜者来到他这里的——便说: “那我们为什么不把普迪科斯、希皮亚斯以及他们身边的人也请过来,让他们听我们谈话呢?
πάνυ μὲν οὖν, ἔφη ὁ Πρωταγόρας.
” “那太好了,”普罗泰戈拉说。
βούλεσθε οὖν, ὁ Καλλίας ἔφη, συνέδριον κατασκευάσωμεν, ἵνα καθεζόμενοι διαλέγησθε;
“那么,”卡利亚斯说,“你们希望我们布置一个集会场所,以便你们能坐下来交谈吗?
ἐδόκει χρῆναι· ἅσμενοι δὲ πάντες ἡμεῖς, ὡς ἀκουσόμενοι ἀνδρῶν σοφῶν, καὶ αὐτοί τε ἀντιλαβόμενοι τῶν βάθρων καὶ τῶν κλινῶν κατεσκευάζομεν παρὰ τῷ Ἱππίᾳ—ἐκεῖ γὰρ προϋπῆρχε τὰ βάθρα—ἐν δὲ τούτῳ Καλλίας τε καὶ Ἀλκιβιάδης ἡκέτην ἄγοντε τὸν πρόδικον, ἀναστήσαντες ἐκ τῆς κλίνης, καὶ τοὺς μετὰ τοῦ Προδίκου.
” 大家都认为应该这样做;我们所有人都很高兴能听到智者们的谈话,于是我们自己动手拿来长椅和床,把它们布置在希皮亚斯旁边——因为那里原本就备有长椅。 在这期间,卡利亚斯和阿尔西比亚德斯扶起躺在床上的普罗迪科,带着他和他的随从们来了。
ἐπεὶ δὲ πάντες συνεκαθεζόμεθα, ὁ Πρωταγόρας, νῦν δὴ ἄν, ἔφη, λέγοις, ὦ Σώκρατες, ἐπειδὴ καὶ οἵδε πάρεισιν, περὶ ὧν ὀλίγον πρότερον μνείαν ἐποιοῦ πρὸς ἐμὲ ὑπὲρ τοῦ νεανίσκου.
当我们大家都坐在一起时,普罗泰戈拉说: “现在,苏格拉底,既然大家都在场,你就可以谈谈你刚才为了这位年轻人向我提起的那些事情了。 ”

词汇与语法注释

  1. 317aκατὰ τοῦτο εἶναι — 动词不定式 `εἶναι` 用作限制性绝对不定式(意为“就此而言”),构成表示“在这一点上”的惯用句型。
  2. 317bοὐδενὸς ὅτου οὐ πάντων ἂν ὑμῶν καθʼ ἡλικίαν πατὴρ εἴην — 此句包含双重否定惯用句型 `οὐδεὶς ὅστις οὐ` 的属格同化形式 `οὐδενὸς ὅτου οὐ`,意为“在座的各位中,按年龄我无一不能做其父亲”,用以强调其年长。
  3. 317dτί οὖν ... οὐ ... ἐκαλέσαμεν — 疑问词 `τί οὖν οὐ` 与第一人称复数不定过去直陈式结合,是表达强烈建议或紧迫提议的惯用句型(意为“我们何不召集……呢?”)。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §316-317. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:316-317

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。