§314ΣΩ. καὶ γὰρ δὴ καὶ πολὺ μείζων κίνδυνος ἐν τῇ τῶν μαθημάτων ὠνῇ ἢ ἐν τῇ τῶν σιτίων.
苏格拉底:“因为事实上,购买知识比购买食物有大得多的危险。
σιτία μὲν γὰρ καὶ ποτὰ πριάμενον παρὰ τοῦ καπήλου καὶ ἐμπόρου ἔξεστιν ἐν ἄλλοις ἀγγείοις ἀποφέρειν, καὶ πρὶν δέξασθαι αὐτὰ εἰς τὸ σῶμα πιόντα ἢ φαγόντα, καταθέμενον οἴκαδε ἔξεστιν συμβουλεύσασθαι, παρακαλέσαντα τὸν ἐπαΐοντα, ὅτι τε ἐδεστέον ἢ ποτέον καὶ ὅτι μή, καὶ ὁπόσον καὶ ὁπότε·
购买大商贩或小零售商那里的食物和饮料,可以装在别的容器里带走,在把它们吃喝进身体之前,可以放在家里,请来懂行的人商量:什么该吃该喝,什么不该,吃多少,什么时候吃。
ὥστε ἐν τῇ ὠνῇ οὐ μέγας ὁ κίνδυνος.
所以在购买上并没有多大的危险。
μαθήματα δὲ οὐκ ἔστιν ἐν ἄλλῳ ἀγγείῳ ἀπενεγκεῖν, ἀλλʼ ἀνάγκη καταθέντα τὴν τιμὴν τὸ μάθημα ἐν αὐτῇ τῇ ψυχῇ λαβόντα καὶ μαθόντα ἀπιέναι ἢ βεβλαμμένον ἢ ὠφελημένον.
但是知识却不能装在别的容器里带走,而是一旦支付了价款,就必须在灵魂本身中接受并学习它,然后带着或受害或受益的结果离开。
ταῦτα οὖν σκοπώμεθα καὶ μετὰ τῶν πρεσβυτέρων ἡμῶν· ἡμεῖς γὰρ ἔτι νέοι ὥστε τοσοῦτον πρᾶγμα διελέσθαι.
所以,让我们和比我们年长的人一起来考虑这些事,因为我们还太年轻,无法分析如此重大的事情。
νῦν μέντοι, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκούσωμεν τοῦ ἀνδρός, ἔπειτα ἀκούσαντες καὶ ἄλλοις ἀνακοινωσώμεθα·
不过现在,既然我们已经动身,就让我们去听听那个人,然后听完之后再跟其他人商量。
καὶ γὰρ οὐ μόνος Πρωταγόρας αὐτόθι ἐστίν, ἀλλὰ καὶ Ἱππίας ὁ Ἠλεῖος—οἶμαι δὲ καὶ πρόδικον τὸν Κεῖον—καὶ ἄλλοι πολλοὶ καὶ σοφοί.
因为不仅普罗泰戈拉一个人在那里,还有厄利斯的希皮亚斯——我想也有凯奥斯的普罗迪科——以及许多其他智者。
δόξαν ἡμῖν ταῦτα ἐπορευόμεθα·
做此决定后,我们便出发了。
ἐπειδὴ δὲ ἐν τῷ προθύρῳ ἐγενόμεθα, ἐπιστάντες περί τινος λόγου διελεγόμεθα, ὃς ἡμῖν κατὰ τὴν ὁδὸν ἐνέπεσεν·
当我们走到门口时,我们停下脚步,讨论在路上引起我们注意的某个论点。
ἵνʼ οὖν μὴ ἀτελὴς γένοιτο, ἀλλὰ διαπερανάμενοι οὕτως ἐσίοιμεν, στάντες ἐν τῷ προθύρῳ διελεγόμεθα ἕως συνωμολογήσαμεν ἀλλήλοις.
为了不让它半途而废,而是先解决它再进去,我们站在门口讨论,直到彼此达成一致。
δοκεῖ οὖν μοι, ὁ θυρωρός, εὐνοῦχός τις, κατήκουεν ἡμῶν, κινδυνεύει δὲ διὰ τὸ πλῆθος τῶν σοφιστῶν ἄχθεσθαι τοῖς φοιτῶσιν εἰς τὴν οἰκίαν·
在我看来,那个看门的阉人似乎听到了我们的话,而且因为智者来得太多,他似乎对每个来访这所房子的人都感到厌烦。
ἐπειδὴ γοῦν ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν ἡμᾶς,
ἔα,
ἔφη,
σοφισταί τινες·
总之,当我们敲门时,他打开门,看着我们说: ‘哈,又是些智者!
οὐ σχολὴ αὐτῷ·
主人没空。
καὶ ἅμα ἀμφοῖν τοῖν χεροῖν τὴν θύραν πάνυ προθύμως ὡς οἷός τʼ ἦν ἐπήραξεν.
’ 同时他用双手极其卖力地、尽可能使劲地把门猛摔上。
καὶ ἡμεῖς πάλιν ἐκρούομεν, καὶ ὃς ἐγκεκλῃμένης τῆς θύρας ἀποκρινόμενος εἶπεν,
ὦ ἄνθρωποι,
ἔφη,
οὐκ ἀκηκόατε ὅτι οὐ σχολὴ αὐτῷ;
我们再次敲门,他关着门在里面回答说: ‘喂,你们没听到主人没空吗?
ἀλλʼ ὠγαθέ,
ἔφην ἐγώ,
οὔτε παρὰ Καλλίαν ἥκομεν οὔτε σοφισταί ἐσμεν.
’ ‘但是,好人啊,’我说,‘我们既不是来找卡利亚斯的,也不是智者。
ἀλλὰ θάρρει·
你放心好了。
Πρωταγόραν γάρ τοι δεόμενοι ἰδεῖν ἤλθομεν·
我们来是因为想见普罗泰戈拉。
εἰσάγγειλον οὖν.
所以,请通报一下。
μόγις οὖν ποτε ἡμῖν ἅνθρωπος ἀνέῳξεν τὴν θύραν.
’ 最后,那个人才勉强为我们打开了门。
§315ΣΩ. ἐπειδὴ δὲ εἰσήλθομεν, κατελάβομεν Πρωταγόραν ἐν τῷ προστῴῳ περιπατοῦντα, ἑξῆς δʼ αὐτῷ συμπεριεπάτουν ἐκ μὲν τοῦ ἐπὶ θάτερα Καλλίας ὁ Ἱππονίκου καὶ ὁ ἀδελφὸς αὐτοῦ ὁ ὁμομήτριος, Πάραλος ὁ Περικλέους, καὶ Χαρμίδης ὁ Γλαύκωνος, ἐκ δὲ τοῦ ἐπὶ θάτερα ὁ ἕτερος τῶν Περικλέους Ξάνθιππος, καὶ Φιλιππίδης ὁ Φιλομήλου καὶ Ἀντίμοιρος ὁ Μενδαῖος, ὅσπερ εὐδοκιμεῖ μάλιστα τῶν Πρωταγόρου μαθητῶν καὶ ἐπὶ τέχνῃ μανθάνει, ὡς σοφιστὴς ἐσόμενος.
” 苏格拉底:“当我们进去后,我们发现普罗泰戈拉正在前廊散步,在他身旁排成一列随行的,一侧是希波尼科斯之子卡利亚斯和他的同母异父兄弟、伯里克利之子帕拉洛斯,以及格劳孔之子查米德斯;另一侧是伯里克利的另一个儿子克桑提波斯、菲洛梅洛斯之子菲利皮德斯,以及门德的安提摩伊洛斯,此人是普罗泰戈拉的学生中最有声望的,并且是作为一门职业来学习,打算将来成为智者。
τούτων δὲ οἳ ὄπισθεν ἠκολούθουν ἐπακούοντες τῶν λεγομένων τὸ μὲν πολὺ ξένοι ἐφαίνοντο—οὓς ἄγει ἐξ ἑκάστων τῶν πόλεων ὁ Πρωταγόρας, διʼ ὧν διεξέρχεται, κηλῶν τῇ φωνῇ ὥσπερ Ὀρφεύς, οἱ δὲ κατὰ τὴν φωνὴν ἕπονται κεκηλημένοι— ἦσαν δέ τινες καὶ τῶν ἐπιχωρίων ἐν τῷ χορῷ.
在他们后面跟随并倾听谈话的人,大多数看起来是外邦人——普罗泰戈拉从他经过的每一个城市把他们带走,用他的声音像奥尔甫斯那样迷住他们,他们便在声音的魅惑下跟随他——但合唱队中也有一些本地人。
τοῦτον τὸν χορὸν μάλιστα ἔγωγε ἰδὼν ἥσθην, ὡς καλῶς ηὐλαβοῦντο μηδέποτε ἐμποδὼν ἐν τῷ πρόσθεν εἶναι Πρωταγόρου, ἀλλʼ ἐπειδὴ αὐτὸς ἀναστρέφοι καὶ οἱ μετʼ ἐκείνου, εὖ πως καὶ ἐν κόσμῳ περιεσχίζοντο οὗτοι οἱ ἐπήκοοι ἔνθεν καὶ ἔνθεν, καὶ ἐν κύκλῳ περιιόντες ἀεὶ εἰς τὸ ὄπισθεν καθίσταντο κάλλιστα.
我看到这个合唱队时特别高兴,因为他们非常小心地绝不挡在普罗泰戈拉的前面,而每当普罗泰戈拉和同行的人转过身时,这些听众就极其整齐有序地向两边分开,绕个圈子,总是极其美妙地落到后方。
"τὸν δὲ μετʼ εἰσενόησα,"
ἔφη Ὅμηρος, Ἱππίαν τὸν Ἠλεῖον, καθήμενον ἐν τῷ κατʼ ἀντικρὺ προστῴῳ ἐν θρόνῳ·
‘落在他之后,我认出了,’正如荷马所说,厄利斯的希皮亚斯正坐在对面走廊的一个高椅上。
περὶ αὐτὸν δʼ ἐκάθηντο ἐπὶ βάθρων Ἐρυξίμαχός τε ὁ Ἀκουμενοῦ καὶ Φαῖδρος ὁ Μυρρινούσιος καὶ Ἄνδρων ὁ Ἀνδροτίωνος καὶ τῶν ξένων πολῖταί τε αὐτοῦ καὶ ἄλλοι τινές.
在他周围,坐在长椅上的有阿库梅诺斯之子埃律克西马科斯、米里努斯的斐德若、安德罗提翁之子安德龙,以及外邦人中他的同胞和其他一些人。
ἐφαίνοντο δὲ περὶ φύσεώς τε καὶ τῶν μετεώρων ἀστρονομικὰ ἄττα διερωτᾶν τὸν Ἱππίαν, ὁ δʼ ἐν θρόνῳ καθήμενος ἑκάστοις αὐτῶν διέκρινεν καὶ διεξῄει τὰ ἐρωτώμενα.
他们似乎在向希皮亚斯提问关于自然和天体天文学的一些问题,而他坐在高椅上,对他们每一个人进行裁决并解释这些问题。
καὶ μὲν δὴ
"καὶ Τάνταλόν"
γε
"εἰσεῖδον"
—ἐπεδήμει γὰρ ἄρα καὶ Πρόδικος ὁ Κεῖος—ἦν δὲ ἐν οἰκήματί τινι, ᾧ πρὸ τοῦ μὲν ὡς ταμιείῳ ἐχρῆτο Ἱππόνικος, νῦν δὲ ὑπὸ τοῦ πλήθους τῶν καταλυόντων ὁ Καλλίας καὶ τοῦτο ἐκκενώσας ξένοις κατάλυσιν πεποίηκεν.
‘而且我确实也看到了坦塔洛斯’——因为凯奥斯的普罗迪科也在这里。 他在某个房间里,这个房间以前被希波尼科斯用作储藏室,但现在因为住客太多,卡利亚斯把它腾空,改成了外邦人的住所。
ὁ μὲν οὖν Πρόδικος ἔτι κατέκειτο, ἐγκεκαλυμμένος ἐν κῳδίοις τισὶν καὶ στρώμασιν καὶ μάλα πολλοῖς, ὡς ἐφαίνετο·
普罗迪科还躺在床上,裹着一些羊皮和毯子,而且看起来非常多。
παρεκάθηντο δὲ αὐτῷ ἐπὶ ταῖς πλησίον κλίναις Παυσανίας τε ὁ ἐκ Κεραμέων καὶ μετὰ Παυσανίου νέον τι ἔτι μειράκιον, ὡς μὲν ἐγᾦμαι καλόν τε κἀγαθὸν τὴν φύσιν, τὴν δʼ οὖν ἰδέαν πάνυ καλός.
在他旁边的长椅上坐着来自凯拉梅克斯的保萨尼亚斯,在保萨尼亚斯身旁还有一个非常年轻的少年,在我看来,他的天性既美且善,容貌也极其俊美。
ἔδοξα ἀκοῦσαι ὄνομα αὐτῷ εἶναι Ἀγάθωνα, καὶ οὐκ ἂν θαυμάζοιμι εἰ παιδικὰ Παυσανίου τυγχάνει ὤν.
我似乎听到他的名字叫阿伽通,如果他碰巧是保萨尼亚斯的情人,我一点也不会感到惊讶。 ”