§314ΣΩ. καὶ γὰρ δὴ καὶ πολὺ μείζων κίνδυνος ἐν τῇ τῶν μαθημάτων ὠνῇ ἢ ἐν τῇ τῶν σιτίων.
Socrates: "For indeed, there is a much greater danger in the purchase of teachings than in that of food.
σιτία μὲν γὰρ καὶ ποτὰ πριάμενον παρὰ τοῦ καπήλου καὶ ἐμπόρου ἔξεστιν ἐν ἄλλοις ἀγγείοις ἀποφέρειν, καὶ πρὶν δέξασθαι αὐτὰ εἰς τὸ σῶμα πιόντα ἢ φαγόντα, καταθέμενον οἴκαδε ἔξεστιν συμβουλεύσασθαι, παρακαλέσαντα τὸν ἐπαΐοντα, ὅτι τε ἐδεστέον ἢ ποτέον καὶ ὅτι μή, καὶ ὁπόσον καὶ ὁπότε·
For food and drink, when bought from a retailer or merchant, can be carried away in other vessels, and before receiving them into the body by drinking or eating, you can set them down at home and seek advice, calling in an expert, as to what should be eaten or drunk and what not, and how much and when; so that in their purchase there is no great danger.
ὥστε ἐν τῇ ὠνῇ οὐ μέγας ὁ κίνδυνος. μαθήματα δὲ οὐκ ἔστιν ἐν ἄλλῳ ἀγγείῳ ἀπενεγκεῖν, ἀλλʼ ἀνάγκη καταθέντα τὴν τιμὴν τὸ μάθημα ἐν αὐτῇ τῇ ψυχῇ λαβόντα καὶ μαθόντα ἀπιέναι ἢ βεβλαμμένον ἢ ὠφελημένον.
But teachings cannot be carried away in another vessel; rather, it is necessary, once you have paid the price, to go away having received the teaching in your soul itself and having learned it, either harmed or benefited.
ταῦτα οὖν σκοπώμεθα καὶ μετὰ τῶν πρεσβυτέρων ἡμῶν· ἡμεῖς γὰρ ἔτι νέοι ὥστε τοσοῦτον πρᾶγμα διελέσθαι.
Let us, therefore, consider these things even with those who are older than we; for we are still too young to analyze such a great matter.
νῦν μέντοι, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκούσωμεν τοῦ ἀνδρός, ἔπειτα ἀκούσαντες καὶ ἄλλοις ἀνακοινωσώμεθα· καὶ γὰρ οὐ μόνος Πρωταγόρας αὐτόθι ἐστίν, ἀλλὰ καὶ Ἱππίας ὁ Ἠλεῖος—οἶμαι δὲ καὶ πρόδικον τὸν Κεῖον—καὶ ἄλλοι πολλοὶ καὶ σοφοί.
Now, however, as we have started, let us go and hear the man, and then, having heard, let us communicate with others as well; for Protagoras is not there alone, but also Hippias of Elis—and I think also Prodicus of Ceos—and many other wise men.
δόξαν ἡμῖν ταῦτα ἐπορευόμεθα· ἐπειδὴ δὲ ἐν τῷ προθύρῳ ἐγενόμεθα, ἐπιστάντες περί τινος λόγου διελεγόμεθα, ὃς ἡμῖν κατὰ τὴν ὁδὸν ἐνέπεσεν· ἵνʼ οὖν μὴ ἀτελὴς γένοιτο, ἀλλὰ διαπερανάμενοι οὕτως ἐσίοιμεν, στάντες ἐν τῷ προθύρῳ διελεγόμεθα ἕως συνωμολογήσαμεν ἀλλήλοις.
Having decided on these things, we went on our way; and when we were in the porch, we stood and discussed a certain point that had occurred to us on the road; so that it might not be left unfinished, but that we might enter only after having settled it, we stood in the porch and conversed until we came to an agreement with each other.
δοκεῖ οὖν μοι, ὁ θυρωρός, εὐνοῦχός τις, κατήκουεν ἡμῶν, κινδυνεύει δὲ διὰ τὸ πλῆθος τῶν σοφιστῶν ἄχθεσθαι τοῖς φοιτῶσιν εἰς τὴν οἰκίαν·
It seems then to me that the doorkeeper, a certain eunuch, was listening to us, and he was likely annoyed with those visiting the house because of the multitude of the sophists.
ἐπειδὴ γοῦν ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν ἡμᾶς,
ἔα,
ἔφη,
σοφισταί τινες·
At any rate, when we knocked at the door, he opened it and, seeing us, said: 'Aha, some sophists!
οὐ σχολὴ αὐτῷ· καὶ ἅμα ἀμφοῖν τοῖν χεροῖν τὴν θύραν πάνυ προθύμως ὡς οἷός τʼ ἦν ἐπήραξεν.
He has no leisure.' And at the same time, with both his hands, he slammed the door shut as eagerly and hard as he could.
καὶ ἡμεῖς πάλιν ἐκρούομεν, καὶ ὃς ἐγκεκλῃμένης τῆς θύρας ἀποκρινόμενος εἶπεν,
ὦ ἄνθρωποι,
ἔφη,
οὐκ ἀκηκόατε ὅτι οὐ σχολὴ αὐτῷ; ἀλλʼ ὠγαθέ,
ἔφην ἐγώ,
οὔτε παρὰ Καλλίαν ἥκομεν οὔτε σοφισταί ἐσμεν.
And we knocked again, and he, answering while the door was shut, said: 'You men, have you not heard that he has no leisure?' 'But, my good fellow,' I said, 'we have not come to see Callias, nor are we sophists.
ἀλλὰ θάρρει· Πρωταγόραν γάρ τοι δεόμενοι ἰδεῖν ἤλθομεν·
So be of good courage; for indeed we have come wishing to see Protagoras.
εἰσάγγειλον οὖν. μόγις οὖν ποτε ἡμῖν ἅνθρωπος ἀνέῳξεν τὴν θύραν. §315ΣΩ. ἐπειδὴ δὲ εἰσήλθομεν, κατελάβομεν Πρωταγόραν ἐν τῷ προστῴῳ περιπατοῦντα, ἑξῆς δʼ αὐτῷ συμπεριεπάτουν ἐκ μὲν τοῦ ἐπὶ θάτερα Καλλίας ὁ Ἱππονίκου καὶ ὁ ἀδελφὸς αὐτοῦ ὁ ὁμομήτριος, Πάραλος ὁ Περικλέους, καὶ Χαρμίδης ὁ Γλαύκωνος, ἐκ δὲ τοῦ ἐπὶ θάτερα ὁ ἕτερος τῶν Περικλέους Ξάνθιππος, καὶ Φιλιππίδης ὁ Φιλομήλου καὶ Ἀντίμοιρος ὁ Μενδαῖος, ὅσπερ εὐδοκιμεῖ μάλιστα τῶν Πρωταγόρου μαθητῶν καὶ ἐπὶ τέχνῃ μανθάνει, ὡς σοφιστὴς ἐσόμενος.
So please announce us.' So with difficulty, at last, the man opened the door for us." Socrates: "And when we entered, we found Protagoras walking in the portico, and next to him there walked in a row, on one side, Callias, the son of Hipponicus, and his half-brother on his mother's side, Paralus, the son of Pericles, and Charmides, the son of Glaucon; and on the other side, the other of the sons of Pericles, Xanthippus, and Philippides, the son of Philomelus, and Antimoerus of Mende, who is the most highly reputed of Protagoras' pupils and is learning for the sake of a trade, as he intends to be a sophist.
τούτων δὲ οἳ ὄπισθεν ἠκολούθουν ἐπακούοντες τῶν λεγομένων τὸ μὲν πολὺ ξένοι ἐφαίνοντο—οὓς ἄγει ἐξ ἑκάστων τῶν πόλεων ὁ Πρωταγόρας, διʼ ὧν διεξέρχεται, κηλῶν τῇ φωνῇ ὥσπερ Ὀρφεύς, οἱ δὲ κατὰ τὴν φωνὴν ἕπονται κεκηλημένοι— ἦσαν δέ τινες καὶ τῶν ἐπιχωρίων ἐν τῷ χορῷ.
And of those who followed behind them, listening to what was said, the majority appeared to be strangers—whom Protagoras leads from each of the cities through which he passes, charming them with his voice just like Orpheus, and they follow, charmed by his voice—but there were also some of the locals in the chorus.
τοῦτον τὸν χορὸν μάλιστα ἔγωγε ἰδὼν ἥσθην, ὡς καλῶς ηὐλαβοῦντο μηδέποτε ἐμποδὼν ἐν τῷ πρόσθεν εἶναι Πρωταγόρου, ἀλλʼ ἐπειδὴ αὐτὸς ἀναστρέφοι καὶ οἱ μετʼ ἐκείνου, εὖ πως καὶ ἐν κόσμῳ περιεσχίζοντο οὗτοι οἱ ἐπήκοοι ἔνθεν καὶ ἔνθεν, καὶ ἐν κύκλῳ περιιόντες ἀεὶ εἰς τὸ ὄπισθεν καθίσταντο κάλλιστα.
I was particularly delighted when I saw this chorus, because they took such beautiful care never to be in front of Protagoras, blocking his way, but whenever he himself and those with him turned back, these listeners divided themselves in a remarkably orderly way to this side and that, and wheeling round in a circle, always placed themselves most beautifully in the rear.
"τὸν δὲ μετʼ εἰσενόησα,"
ἔφη Ὅμηρος, Ἱππίαν τὸν Ἠλεῖον, καθήμενον ἐν τῷ κατʼ ἀντικρὺ προστῴῳ ἐν θρόνῳ· περὶ αὐτὸν δʼ ἐκάθηντο ἐπὶ βάθρων Ἐρυξίμαχός τε ὁ Ἀκουμενοῦ καὶ Φαῖδρος ὁ Μυρρινούσιος καὶ Ἄνδρων ὁ Ἀνδροτίωνος καὶ τῶν ξένων πολῖταί τε αὐτοῦ καὶ ἄλλοι τινές.
'And after him I recognized,' as Homer says, Hippias of Elis, sitting on a high chair in the opposite portico; and around him sat on benches Eryximachus, the son of Acumenus, and Phaedrus of Myrrhinus, and Andron, the son of Androtion, and of the strangers, some of his own citizens and some others.
ἐφαίνοντο δὲ περὶ φύσεώς τε καὶ τῶν μετεώρων ἀστρονομικὰ ἄττα διερωτᾶν τὸν Ἱππίαν, ὁ δʼ ἐν θρόνῳ καθήμενος ἑκάστοις αὐτῶν διέκρινεν καὶ διεξῄει τὰ ἐρωτώμενα.
And they appeared to be questioning Hippias about nature and astronomical matters concerning the heavenly bodies, and he, sitting on his high chair, was deciding and explaining their questions to each of them.
καὶ μὲν δὴ
"καὶ Τάνταλόν"
γε
"εἰσεῖδον"
—ἐπεδήμει γὰρ ἄρα καὶ Πρόδικος ὁ Κεῖος—ἦν δὲ ἐν οἰκήματί τινι, ᾧ πρὸ τοῦ μὲν ὡς ταμιείῳ ἐχρῆτο Ἱππόνικος, νῦν δὲ ὑπὸ τοῦ πλήθους τῶν καταλυόντων ὁ Καλλίας καὶ τοῦτο ἐκκενώσας ξένοις κατάλυσιν πεποίηκεν.
'And indeed I also beheld Tantalus'—for indeed Prodicus of Ceos was also in town; and he was in a certain room which Hipponicus used to use as a storehouse, but now, because of the multitude of those staying there, Callias had emptied it too and made it a lodging for strangers.
ὁ μὲν οὖν Πρόδικος ἔτι κατέκειτο, ἐγκεκαλυμμένος ἐν κῳδίοις τισὶν καὶ στρώμασιν καὶ μάλα πολλοῖς, ὡς ἐφαίνετο· παρεκάθηντο δὲ αὐτῷ ἐπὶ ταῖς πλησίον κλίναις Παυσανίας τε ὁ ἐκ Κεραμέων καὶ μετὰ Παυσανίου νέον τι ἔτι μειράκιον, ὡς μὲν ἐγᾦμαι καλόν τε κἀγαθὸν τὴν φύσιν, τὴν δʼ οὖν ἰδέαν πάνυ καλός.
Now Prodicus was still lying down, wrapped in some sheepskins and blankets, and very many of them, as it appeared; and sitting by him on the nearby couches were Pausanias from Cerameis, and with Pausanias a youth who was still quite young, of a nature, as I believe, both beautiful and good, and certainly very beautiful in appearance.
ἔδοξα ἀκοῦσαι ὄνομα αὐτῷ εἶναι Ἀγάθωνα, καὶ οὐκ ἂν θαυμάζοιμι εἰ παιδικὰ Παυσανίου τυγχάνει ὤν.
I thought I heard his name was Agathon, and I should not be surprised if he happens to be the favorite of Pausanias."