Humanitext Reader

プラトン · プロタゴラス §313

魂をソフィストに委ねる危険性と知識の商人

3 / 33 箇所 · ギリシア語

要旨

ソクラテスはヒッポクラテスに対し、自らの魂をソフィストに委ねることの重大な危険性を警告し、身体の健康を委ねる場合と比較して彼がいかに無謀であるかを指摘する。さらに、ソフィストを「魂の滋養を売る商人」に例え、知識の良し悪しを見極める専門知識がない限り、安易に知識を購入すべきではないと諭す。

§313ΣΩ. καὶ ἐγὼ εἶπον μετὰ τοῦτο·
そして私はその後に言った。
τί οὖν;
「それではどうだ。
οἶσθα εἰς οἷόν τινα κίνδυνον ἔρχῃ ὑποθήσων τὴν ψυχήν;
君は自分がどんな危険の中に魂を投げ出そうとしているのか、わかっているのか。
ἢ εἰ μὲν τὸ σῶμα ἐπιτρέπειν σε ἔδει τῳ διακινδυνεύοντα ἢ χρηστὸν αὐτὸ γενέσθαι ἢ πονηρόν, πολλὰ ἂν περιεσκέψω εἴτʼ ἐπιτρεπτέον εἴτε οὔ, καὶ εἰς συμβουλὴν τούς τε φίλους ἂν παρεκάλεις καὶ τοὺς οἰκείους σκοπούμενος ἡμέρας συχνάς·
もし仮に、体が良くなるか悪くなるかという危険を冒して、君が自分の体を誰かに委ねなければならないとしたら、委ねるべきか否かを深く考え、何日も熟考して、友人や親族を相談に招いただろう。
ὃ δὲ περὶ πλείονος τοῦ σώματος ἡγῇ, τὴν ψυχήν, καὶ ἐν ᾧ πάντʼ ἐστὶν τὰ σὰ ἢ εὖ ἢ κακῶς πράττειν, χρηστοῦ ἢ πονηροῦ αὐτοῦ γενομένου, περὶ δὲ τούτου οὔτε τῷ πατρὶ οὔτε τῷ ἀδελφῷ ἐπεκοινώσω οὔτε ἡμῶν τῶν ἑταίρων οὐδενί, εἴτʼ ἐπιτρεπτέον εἴτε καὶ οὐ τῷ ἀφικομένῳ τούτῳ ξένῳ τὴν σὴν ψυχήν, ἀλλʼ ἑσπέρας ἀκούσας, ὡς φῄς, ὄρθριος ἥκων περὶ μὲν τούτου οὐδένα λόγον οὐδὲ συμβουλὴν ποιῇ, εἴτε χρὴ ἐπιτρέπειν σαυτὸν αὐτῷ εἴτε μή, ἕτοιμος δʼ εἶ ἀναλίσκειν τά τε σαυτοῦ καὶ τὰ τῶν φίλων χρήματα, ὡς ἤδη διεγνωκὼς ὅτι πάντως συνεστέον Πρωταγόρᾳ, ὃν οὔτε γιγνώσκεις, ὡς φῄς, οὔτε διείλεξαι οὐδεπώποτε, σοφιστὴν δʼ ὀνομάζεις, τὸν δὲ σοφιστὴν ὅτι ποτʼ ἔστιν φαίνῃ ἀγνοῶν, ᾧ μέλλεις σαυτὸν ἐπιτρέπειν;
ところが、君が体よりも重んじているもの、すなわち魂であり、それが良く或いは悪くなることによって君のすべての事柄が良くも悪くもなるその魂、これについては、父親にも兄弟にも、我々仲間の誰にも相談しなかった。 このやって来た異邦人に君の魂を委ねるべきか否かを。 それどころか、君の言うように、夕方に聞いて朝早くやって来て、彼に自分を委ねるべきか否かというこのことについては、いかなる議論も相談もせず、自分自身の財産も友人たちの財産も費やす準備ができている。 それは、君が彼のことを知りもしないし、かつて一度も対話したこともないと言いながらソフィストと呼んでおり、その自分を委ねようとしているソフィストが一体何者であるかを知らないように見えるにもかかわらず、何が何でもプロタゴラスと交際せねばならぬと、すでに決心しているかのようである。
—καὶ ὃς ἀκούσας, ἔοικεν, ἔφη, ὦ Σώκρατες, ἐξ ὧν σὺ λέγεις.
」すると彼は聞いて言った。 「ソクラテス、あなたの言うことからすると、そのようです。
—ἆρʼ οὖν, ὦ Ἱππόκρατες, ὁ σοφιστὴς τυγχάνει ὢν ἔμπορός τις ἢ κάπηλος τῶν ἀγωγίμων, ἀφʼ ὧν ψυχὴ τρέφεται;
」「では、ヒッポクラテス、ソフィストというのは、魂が養われる品物の、ある種の大商人か、あるいは小売商人なのではないか。
φαίνεται γὰρ ἔμοιγε τοιοῦτός τις.
私にはそのように思えるのだ。
— τρέφεται δέ, ὦ Σώκρατες, ψυχὴ τίνι;
」「ソクラテス、魂は何によって養われるのですか。
—μαθήμασιν δήπου, ἦν δʼ ἐγώ.
」「もちろん知識によってだ」と私は言った。
καὶ ὅπως γε μή, ὦ ἑταῖρε, ὁ σοφιστὴς ἐπαινῶν ἃ πωλεῖ ἐξαπατήσῃ ἡμᾶς, ὥσπερ οἱ περὶ τὴν τοῦ σώματος τροφήν, ὁ ἔμπορός τε καὶ κάπηλος.
「そして、友よ、ソフィストが自分の売るものを称賛して、私たちの体を養う品物を扱う大商人や小売商人のように、私たちを騙すことがないように注意しなければならない。
καὶ γὰρ οὗτοί που ὧν ἄγουσιν ἀγωγίμων οὔτε αὐτοὶ ἴσασιν ὅτι χρηστὸν ἢ πονηρὸν περὶ τὸ σῶμα, ἐπαινοῦσιν δὲ πάντα πωλοῦντες, οὔτε οἱ ὠνούμενοι παρʼ αὐτῶν, ἐὰν μή τις τύχῃ γυμναστικὸς ἢ ἰατρὸς ὤν.
実際、彼らは自分たちが運んでくる品物のうち、何が体にとって良く、何が悪いのかを自分たち自身も知らず、売る時には何でも称賛するし、彼らから買う人々も、たまたま体育家や医師でもない限り、それを知らないのだ。
οὕτω δὲ καὶ οἱ τὰ μαθήματα περιάγοντες κατὰ τὰς πόλεις καὶ πωλοῦντες καὶ καπηλεύοντες τῷ ἀεὶ ἐπιθυμοῦντι ἐπαινοῦσιν μὲν πάντα ἃ πωλοῦσιν, τάχα δʼ ἄν τινες, ὦ ἄριστε, καὶ τούτων ἀγνοοῖεν ὧν πωλοῦσιν ὅτι χρηστὸν ἢ πονηρὸν πρὸς τὴν ψυχήν·
同じように、知識を都市から都市へ持ち回って、常にそれを望む者に売り、小売りしている人々も、自分たちが売るすべてのものを称賛するが、彼らのうちのある者たちも、友よ、自分たちが売るもののうち、何が魂にとって良く、何が悪いのかを知らないかもしれない。
ὡς δʼ αὕτως καὶ οἱ ὠνούμενοι παρʼ αὐτῶν, ἐὰν μή τις τύχῃ περὶ τὴν ψυχὴν αὖ ἰατρικὸς ὤν.
そして同様に、彼らから買う人々も、たまたま魂に関して医術を持つ者でない限り、それを知らないのだ。
εἰ μὲν οὖν σὺ τυγχάνεις ἐπιστήμων τούτων τί χρηστὸν καὶ πονηρόν, ἀσφαλές σοι ὠνεῖσθαι μαθήματα καὶ παρὰ Πρωταγόρου καὶ παρʼ ἄλλου ὁτουοῦν·
だから、もし君がこれらのこと、すなわち何が良く、何が悪いのかをよく知っているなら、プロタゴラスからであれ、他の誰からであれ、知識を買うことは安全だ。
εἰ δὲ μή, ὅρα, ὦ μακάριε, μὴ περὶ τοῖς φιλτάτοις κυβεύῃς τε καὶ κινδυνεύῃς.
しかし、もしそうでないなら、私の親愛なる友よ、見なさい、最も大切なものを賭けてサイコロを振り、危険に身をさらすことのないように。 」

語釈・文法注

  1. 313aὃ δὲ περὶ πλείονος τοῦ σώματος ἡγῇ, τὴν ψυχήν — 関係代名詞 ὅ(対格)の先行詞は、後続する対格 τὴν ψυχήν であり、先取り(prolepsis)あるいは同格関係として配置されている。文法的には ὅ は ἡγῇ の直接目的語であり、πλείονoς(比較属格)は価値を表す。
  2. 313bὡς ἤδη διεγνωκὼς ὅτι πάντως συνεστέον Πρωταγόρᾳ — ὡς は分詞 διεγνωκὼς に伴い、主観的な理由や見込みを示す。「〜と決心しているかのように」の意。形容詞 συνεστέον は、動詞 συνειμί(交際する)から派生した動形容詞で、与格 Πρωταγόρᾳ を伴って「〜と交際しなければならない」という義務を示す非人称構文を形成している。
  3. 313cκαὶ ὅπως γε μή, ὦ ἑταῖρε, ὁ σοφιστὴς ἐπαινῶν ἃ πωλεῖ ἐξαπατήσῃ ἡμᾶς — ὅπως μή +接続法(ἐξαπατήσῃ)は、主節の動詞(ὅρα や φυλάττου 等)が省略された懸念・警告の独立節を形成する(「〜しないように注意せよ」)。

この箇所を引用する

プラトン, プロタゴラス §313. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:313

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。