原文日本語訳
§290ΣΩ. ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα·
ソクラテス:「というのも、一方は、マムシや毒蜘蛛やサソリ、その他あらゆる野獣や病気を魅了することであるが、他方は、裁判官や民会議員やその他の群衆を魅了し、説得することだからだ。
ἢ σοί, ἔφην ἐγώ, ἄλλως πως δοκεῖ;
それとも君には、クリニアスよ」と私は言った。 「何か別の風に思えるかね?
οὔκ, ἀλλʼ οὕτω μοι φαίνεται,
ἔφη,
ὡς σὺ λέγεις.
」「いいえ、私にも、あなたが言う通りのように思われます」と彼は言った。
ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθʼ ἂν ἔτι;
「それでは、私たちはさらにどこへ向かえばよいのだろうか? 」と私は言った。
ἐπὶ ποίαν τέχνην;
「どのような技術へと?
ἐγὼ μὲν οὐκ εὐπορῶ,
ἔφη.
」「私には思いつきません」と彼は言った。
ἀλλʼ, ἦν δʼ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι.
「しかし」と私は言った。 「どうやら私がそれを見つけたようだ。
ἔφη ὁ Κλεινίας.
」とクレイニアスは言った。
ἡ στρατηγική μοι δοκεῖ, ἔφην ἐγώ, τέχνη παντὸς μᾶλλον εἶναι ἣν ἄν τις κτησάμενος εὐδαίμων εἴη.
「将軍術こそが」と私は言った。 「人がそれを獲得すれば幸福になれるような技術に他ならないように思われる。
οὐκ ἔμοιγε δοκεῖ.
」「私にはそうは思われません。
θηρευτική τις ἥδε γέ ἐστιν τέχνη ἀνθρώπων.
「これは人間を対象とした一種の狩猟の技術だからです。
τί δὴ οὖν;
」「それがどうしたというのだね?
οὐδεμία,
ἔφη,
τῆς θηρευτικῆς αὐτῆς ἐπὶ πλέον ἐστὶν ἢ ὅσον θηρεῦσαι καὶ χειρώσασθαι·
「狩猟術そのもののうち」と彼は言った。 「狩りをして手中に収めること以上のことに及ぶものは何一つありません。
ἐπειδὰν δὲ χειρώσωνται τοῦτο ὃ ἂν θηρεύωνται, οὐ δύνανται τούτῳ χρῆσθαι, ἀλλʼ οἱ μὲν κυνηγέται καὶ οἱ ἁλιῆς τοῖς ὀψοποιοῖς παραδιδόασιν, οἱ δʼ αὖ γεωμέτραι καὶ οἱ ἀστρονόμοι καὶ οἱ λογιστικοί—θηρευτικοὶ γάρ εἰσι καὶ οὗτοι·
そして、彼らが狩りをするその対象を手中に収めたとき、彼らはそれを使うことができず、猟師や漁師は料理人に引き渡します。 他方で幾何学者や天文学者や計算術者たちは――というのも、彼らもまた一種の狩猟者だからです。
οὐ γὰρ ποιοῦσι τὰ διαγράμματα ἕκαστοι τούτων, ἀλλὰ τὰ ὄντα ἀνευρίσκουσιν—ἅτε οὖν χρῆσθαι αὐτοὶ αὐτοῖς οὐκ ἐπιστάμενοι, ἀλλὰ θηρεῦσαι μόνον, παραδιδόασι δήπου τοῖς διαλεκτικοῖς καταχρῆσθαι αὐτῶν τοῖς εὑρήμασιν, ὅσοι γε αὐτῶν μὴ παντάπασιν ἀνόητοί εἰσιν.
なぜなら彼らは図形をそれぞれ作り出すのではなく、存在しているものを発見するだけだからです――彼ら自身はそれらをどう使うかを知らず、ただ狩ることしかできないので、彼らのうちで完全に愚か者でない限りは、それらの発見されたものを十分に使いこなしてもらうために、問答法家に引き渡すのです。
εἶεν, ἦν δʼ ἐγώ, ὦ κάλλιστε καὶ σοφώτατε Κλεινία·
」「なるほど」と私は言った。 「美しく最も賢いクレイニアスよ。
τοῦτο οὕτως ἔχει;
これはその通りなのだね?
καὶ οἵ γε στρατηγοί,
ἔφη,
οὕτω τὸν αὐτὸν τρόπον·
そして将軍たちもまた」と彼は言った。
ἐπειδὰν ἢ πόλιν τινὰ θηρεύσωνται ἢ στρατόπεδον, παραδιδόασι τοῖς πολιτικοῖς ἀνδράσιν—αὐτοὶ γὰρ οὐκ ἐπίστανται χρῆσθαι τούτοις ἃ ἐθήρευσαν—ὥσπερ οἶμαι οἱ ὀρτυγοθῆραι τοῖς ὀρτυγοτρόφοις παραδιδόασιν.
「これと全く同じように、都市や軍勢を狩り取ったとき、彼らは政治家たちに引き渡します。 彼ら自身は自分たちが狩り取ったものを使うことを心得ていないからです。 それはちょうど、ウズラ狩り猟師がウズラ飼育家に引き渡すようなものです。
εἰ οὖν,
ἦ δʼ ὅς,
δεόμεθα ἐκείνης τῆς τέχνης, ἥτις ᾧ ἂν κτήσηται ἢ ποιήσασα ἢ θηρευσαμένη αὐτὴ καὶ ἐπιστήσεται χρῆσθαι, καὶ ἡ τοιαύτη ποιήσει ἡμᾶς μακαρίους, ἄλλην δή τινα,
ἔφη,
ζητητέον ἀντὶ τῆς στρατηγικῆς.
したがって、もし」と彼は言った。 「自らが作り出すか、あるいは狩り取るかして獲得したものについて、自らそれを使うことも心得ているような、そのような技術を私たちが求めており、そのような技術こそが私たちを幸福にしてくれるのだとすれば、将軍術の代わりに、何か別のものを探さなければなりません。
ΚΡ. τί λέγεις σύ, ὦ Σώκρατες;
」クリトン:「何と言ったかね、ソクラテス?
ἐκεῖνο τὸ μειράκιον τοιαῦτʼ ἐφθέγξατο;
あのような少年がそんなことを言ったのかい?
ΣΩ. οὐκ οἴει, ὦ Κρίτων;
」ソクラテス:「そうは思わないかね、クリトン?
ΚΡ. μὰ Δίʼ οὐ μέντοι.
」クリトン:「誓ってそんなことは思わない。
οἶμαι γὰρ αὐτὸν ἐγώ, εἰ ταῦτʼ εἶπεν, οὔτʼ Εὐθυδήμου οὔτε ἄλλου οὐδενὸς ἔτʼ ἀνθρώπου δεῖσθαι εἰς παιδείαν.
もし彼がそんなことを言ったのなら、彼にはエウテュデモスも、他のいかなる人間も、もはや教育のために必要ないだろうと思うからね。
ΣΩ. ἀλλʼ ἄρα, ὦ πρὸς Διός, μὴ ὁ Κτήσιππος ἦν ὁ ταῦτʼ εἰπών, ἐγὼ δὲ οὐ μέμνημαι;
」ソクラテス:「しかし、おや、ゼウスにかけて、それを言ったのはクテシッポスであって、私が覚えていないだけなのだろうか?
ΣΩ. ἀλλὰ μὴν τόδε γε εὖ οἶδα, ὅτι οὔτε Εὐθύδημος οὔτε Διονυσόδωρος ἦν ὁ εἰπὼν ταῦτα·
」ソクラテス:「しかしながら、これだけは私にはよく分かっている。 それを言ったのはエウテュデモスでもディオニュソドロスでもなかったということだ。
ἀλλʼ, ὦ δαιμόνιε Κρίτων, μή τις τῶν κρειττόνων παρὼν αὐτὰ ἐφθέγξατο;
いや、親愛なるクリトンよ、そこに居合わせた優れた者たちの誰かが、それを語ったのではないだろうか?
ὅτι γὰρ ἤκουσά γε ταῦτα, εὖ οἶδα.
私はそれを確かに聞いたのだからね。
ΚΡ. ναὶ μὰ Δία, ὦ Σώκρατες·
」クリトン:「まさにゼウスにかけて、ソクラテス。
τῶν κρειττόνων μέντοι τις ἐμοὶ δοκεῖ, καὶ πολύ γε.
私にも、優れた者たちの誰か、それも大いに優れた誰かであるように思われる。
ἀλλὰ μετὰ τοῦτο ἔτι τινὰ ἐζητήσατε τέχνην;
しかし、その後にあなた方はまだ別の技術を探したのかね?
καὶ ηὕρετε ἐκείνην ἢ οὐχ ηὕρετε, ἧς ἕνεκα ἐζητεῖτε;
そして、探し求めていた目的のそれを見つけたのか、それとも見つけられなかったのかね?
ΣΩ. πόθεν, ὦ μακάριε, ηὕρομεν;
」ソクラテス:「どうして見つけられただろうか、友よ。
ἀλλʼ ἦμεν πάνυ γελοῖοι·
私たちは全く滑稽だった。
ὥσπερ τὰ παιδία τὰ τοὺς κορύδους διώκοντα, ἀεὶ ᾠόμεθα ἑκάστην τῶν ἐπιστημῶν αὐτίκα λήψεσθαι, αἱ δʼ ἀεὶ ὑπεξέφευγον.
まるでヒバリを追いかける子供たちのように、私たちはいつも、どの知識も今すぐ捕らえられるだろうと思っていたのに、それらはいつも逃げていってしまったのだ。
τὰ μὲν οὖν πολλὰ τί ἄν σοι λέγοιμι;
それゆえ、多くのことをこれ以上君に語る必要があろうか?
ἐπὶ δὲ δὴ τὴν βασιλικὴν ἐλθόντες τέχνην καὶ διασκοπούμενοι αὐτὴν εἰ αὕτη εἴη ἡ τὴν εὐδαιμονίαν παρέχουσά τε καὶ ἀπεργαζομένη, ἐνταῦθα ὥσπερ εἰς λαβύρινθον ἐμπεσόντες, οἰόμενοι ἤδη ἐπὶ τέλει εἶναι, περικάμψαντες πάλιν ὥσπερ ἐν ἀρχῇ τῆς ζητήσεως ἀνεφάνημεν ὄντες καὶ τοῦ ἴσου δεόμενοι ὅσουπερ ὅτε τὸ πρῶτον ἐζητοῦμεν.
しかし、ついに私たちは王者術に行き着き、これが幸福を提供し、作り出すものであるかどうかを検討していたとき、そこでまるで迷宮に迷い込んだかのようになり、今や終点にいると思った瞬間、ぐるっと回って、再び探求の始まりに逆戻りしている自分たちに気づいたのだ。 そして最初に探し始めたときと全く同じだけのものを必要としている状態に戻ってしまったのだ。
ΚΡ. πῶς δὴ τοῦτο ὑμῖν συνέβη, ὦ Σώκρατες;
」クリトン:「いったいどうしてそんなことになったのかね、ソクラテス?
ΣΩ. ἐγὼ φράσω.
」ソクラテス:「説明しよう。
ἔδοξε γὰρ δὴ ἡμῖν ἡ πολιτικὴ καὶ ἡ βασιλικὴ τέχνη ἡ αὐτὴ εἶναι.
というのも、政治術と王者術とは同一のものであると私たちには思われたからだ。
ΚΡ. τί οὖν δή;
」クリトン:「それで、どうなったのかね?
ΣΩ. ταύτῃ τῇ τέχνῃ ἥ τε στρατηγικὴ καὶ αἱ ἄλλαι παραδιδόναι ἄρχειν τῶν ἔργων ὧν αὐταὶ δημιουργοί εἰσιν, ὡς μόνῃ ἐπισταμένῃ χρῆσθαι.
」ソクラテス:「将軍術やその他の技術は、自分たちが作り出す成果の支配権を、この技術に引き渡すのだ。 なぜなら、それだけが使い方を心得ているからだ。
σαφῶς οὖν ἐδόκει ἡμῖν αὕτη εἶναι ἣν ἐζητοῦμεν, καὶ ἡ αἰτία τοῦ ὀρθῶς πράττειν ἐν τῇ πόλει, καὶ ἀτεχνῶς κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῇ πρύμνῃ καθῆσθαι τῆς πόλεως, πάντα κυβερνῶσα καὶ πάντων ἄρχουσα πάντα χρήσιμα ποιεῖν.
したがって、これこそが私たちの求めているものであり、国家において正しく事を行う原因であり、まさにアイスキュロスの短長格の詩句にあるように、ただそれだけが国家の船尾に座し、すべてを舵取りし、すべてを支配して、すべてのものを有用にするのだ、と明確に思われたのだ。
ΚΡ. οὐκοῦν καλῶς ὑμῖν ἐδόκει, ὦ Σώκρατες;
」クリトン:「それでは、見事に解決したのではないかね、ソクラテス?
ΣΩ. σὺ κρινεῖς, ὦ Κρίτων, ἐὰν βούλῃ ἀκούειν καὶ τὰ μετὰ ταῦτα συμβάντα ἡμῖν.
」ソクラテス:「君が判断してくれたまえ、クリトン、もしこの後に私たちに起こったことも聞きたいと思うならね。
αὖθις γὰρ δὴ πάλιν ἐσκοποῦμεν ὧδέ πως·
というのも、私たちは再び次のように検討し直したからだ。
φέρε, πάντων ἄρχουσα ἡ βασιλικὴ τέχνη τὶ ἡμῖν ἀπεργάζεται ἔργον ἢ οὐδέν;
『さあ、すべてを支配する王者術は、私たちに何らかの成果をもたらすのだろうか、それとも何もないのだろうか?
πάντως δήπου, ἡμεῖς ἔφαμεν πρὸς ἀλλήλους.
』『間違いなくもたらすはずだ』と私たちは互いに言った。
οὐ καὶ σὺ ἂν ταῦτα φαίης, ὦ Κρίτων;
君もそう言うのではないかね、クリトン?
ΚΡ. ἔγωγε.
」クリトン:「私もそう言うだろう。
ΣΩ. τί οὖν ἂν φαίης αὐτῆς ἔργον εἶναι;
」ソクラテス:「では、その成果とは何だと君は言うかね?
ὥσπερ εἰ σὲ ἐγὼ ἐρωτῴην, πάντων ἄρχουσα ἡ ἰατρικὴ ὧν ἄρχει, τί ἔργον παρέχεται;
例えば、私が君にこのように尋ねるとして。 『医術はそれが支配するすべてのものを支配しつつ、どのような成果をもたらすか?
οὐ τὴν ὑγίειαν ἂν φαίης;
』君は健康だと答えるのではないかね?
ΚΡ. ἔγωγε.
」クリトン:「答えるだろう。 」