§290ΣΩ. ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα·
苏格拉底:“因为一者是巫师对蝰蛇、蜘蛛、蝎子以及其他野兽和疾病的驱除,而另一者恰好是法官、公民大会成员以及其他群众的抚慰与劝说。
ἢ σοί, ἔφην ἐγώ, ἄλλως πως δοκεῖ;
或者在你看来,”我说道,“有什么不同吗?
οὔκ, ἀλλʼ οὕτω μοι φαίνεται,
ἔφη,
ὡς σὺ λέγεις.
” “不,在我看来正是如此,”他说道,“正如你所说。
ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθʼ ἂν ἔτι;
” “那么,”我说道,“我们接下来还能转向哪里呢?
ἐπὶ ποίαν τέχνην;
转向哪种技艺呢?
ἐγὼ μὲν οὐκ εὐπορῶ,
ἔφη.
” “我个人毫无头绪,”他说道。
ἀλλʼ, ἦν δʼ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι.
“但是,”我说道,“我想我已经找到了。
τίνα;
” “哪一个?
ἔφη ὁ Κλεινίας.
”克莱尼亚斯说道。
ἡ στρατηγική μοι δοκεῖ, ἔφην ἐγώ, τέχνη παντὸς μᾶλλον εἶναι ἣν ἄν τις κτησάμενος εὐδαίμων εἴη.
“在我看来,”我说道,“将领术最有可能是一个人获得后就能变得幸福的技艺。
οὐκ ἔμοιγε δοκεῖ.
” “在我看来并非如此。
πῶς;
” “怎么说?
ἦν δʼ ἐγώ.
”我说道。
θηρευτική τις ἥδε γέ ἐστιν τέχνη ἀνθρώπων.
“这是一种针对人类的某种狩猎技艺。
τί δὴ οὖν;
” “那又怎样呢?
ἔφην ἐγώ.
”我说道。
οὐδεμία,
ἔφη,
τῆς θηρευτικῆς αὐτῆς ἐπὶ πλέον ἐστὶν ἢ ὅσον θηρεῦσαι καὶ χειρώσασθαι·
“狩猎术本身,”他说道,“没有任何一部分超出了狩猎和捕获的范围;而当他们捕获了他们所狩猎的对象时,他们却无法使用它。
ἐπειδὰν δὲ χειρώσωνται τοῦτο ὃ ἂν θηρεύωνται, οὐ δύνανται τούτῳ χρῆσθαι, ἀλλʼ οἱ μὲν κυνηγέται καὶ οἱ ἁλιῆς τοῖς ὀψοποιοῖς παραδιδόασιν, οἱ δʼ αὖ γεωμέτραι καὶ οἱ ἀστρονόμοι καὶ οἱ λογιστικοί—θηρευτικοὶ γάρ εἰσι καὶ οὗτοι· οὐ γὰρ ποιοῦσι τὰ διαγράμματα ἕκαστοι τούτων, ἀλλὰ τὰ ὄντα ἀνευρίσκουσιν—ἅτε οὖν χρῆσθαι αὐτοὶ αὐτοῖς οὐκ ἐπιστάμενοι, ἀλλὰ θηρεῦσαι μόνον, παραδιδόασι δήπου τοῖς διαλεκτικοῖς καταχρῆσθαι αὐτῶν τοῖς εὑρήμασιν, ὅσοι γε αὐτῶν μὴ παντάπασιν ἀνόητοί εἰσιν.
相反,猎人和渔夫将它移交给厨师,而几何学家、天文学家和计算学家们——因为这些人也是猎人;既然他们不制造几何图形,而是发现已经存在的事物——由于他们自己不懂得如何使用它们,而只懂得狩猎,所以他们大概会移交给辩证学家来充分利用他们的发现,至少他们中那些不是完全愚蠢的人是这样做的。
εἶεν, ἦν δʼ ἐγώ, ὦ κάλλιστε καὶ σοφώτατε Κλεινία·
” “好吧,”我说道,“我那最美丽、最聪明的克莱尼亚斯;事情真的是这样吗?
τοῦτο οὕτως ἔχει; πάνυ μὲν οὖν.
” “当然。
καὶ οἵ γε στρατηγοί,
ἔφη,
οὕτω τὸν αὐτὸν τρόπον· ἐπειδὰν ἢ πόλιν τινὰ θηρεύσωνται ἢ στρατόπεδον, παραδιδόασι τοῖς πολιτικοῖς ἀνδράσιν—αὐτοὶ γὰρ οὐκ ἐπίστανται χρῆσθαι τούτοις ἃ ἐθήρευσαν—ὥσπερ οἶμαι οἱ ὀρτυγοθῆραι τοῖς ὀρτυγοτρόφοις παραδιδόασιν.
而且将领们也”他说道,“以同样的方式;当他们捕获了某个城市或军营时,他们就移交给政治家——因为他们自己不懂得如何使用他们所捕获的这些东西——就像我想,捕鹌鹑的人把鹌鹑移交给养鹌鹑的人一样。
εἰ οὖν,
ἦ δʼ ὅς,
δεόμεθα ἐκείνης τῆς τέχνης, ἥτις ᾧ ἂν κτήσηται ἢ ποιήσασα ἢ θηρευσαμένη αὐτὴ καὶ ἐπιστήσεται χρῆσθαι, καὶ ἡ τοιαύτη ποιήσει ἡμᾶς μακαρίους, ἄλλην δή τινα,
ἔφη,
ζητητέον ἀντὶ τῆς στρατηγικῆς.
因此,如果说,”他说道,“我们需要那种技艺,它对于自己通过制作或狩猎而获得的任何东西,自己也懂得如何使用,并且这样的技艺会使我们幸福,那么,”他说道,“我们必须寻找另外某种技艺来代替将领术。
ΚΡ. τί λέγεις σύ, ὦ Σώκρατες;
” 克里同:“你在说什么,苏格拉底?
ἐκεῖνο τὸ μειράκιον τοιαῦτʼ ἐφθέγξατο;
那个少年竟然说出了这样的话?
ΣΩ. οὐκ οἴει, ὦ Κρίτων;
” 苏格拉底:“你不相信吗,克里同?
ΚΡ. μὰ Δίʼ οὐ μέντοι.
” 克里同:“凭宙斯起誓,我当然不信。
οἶμαι γὰρ αὐτὸν ἐγώ, εἰ ταῦτʼ εἶπεν, οὔτʼ Εὐθυδήμου οὔτε ἄλλου οὐδενὸς ἔτʼ ἀνθρώπου δεῖσθαι εἰς παιδείαν.
因为我认为,如果他说了这些话,他就不再需要欧绪德谟或任何其他人来进行教育了。
ΣΩ. ἀλλʼ ἄρα, ὦ πρὸς Διός, μὴ ὁ Κτήσιππος ἦν ὁ ταῦτʼ εἰπών, ἐγὼ δὲ οὐ μέμνημαι;
” 苏格拉底:“但难道,凭宙斯起誓,说这话的是克特西波斯,而我不记得了吗?
§291ΚΡ. ποῖος Κτήσιππος;
” 克里同:“怎么会是克特西波斯呢?
ΣΩ. ἀλλὰ μὴν τόδε γε εὖ οἶδα, ὅτι οὔτε Εὐθύδημος οὔτε Διονυσόδωρος ἦν ὁ εἰπὼν ταῦτα·
” 苏格拉底:“然而,这一点我是十分清楚的:说这些话的既不是欧绪德谟,也不是狄奥尼索多洛。
ἀλλʼ, ὦ δαιμόνιε Κρίτων, μή τις τῶν κρειττόνων παρὼν αὐτὰ ἐφθέγξατο;
但是,我亲爱的克里同,难道是某位在场的更高贵的神明说出了这些话吗?
ὅτι γὰρ ἤκουσά γε ταῦτα, εὖ οἶδα.
因为我确实听到了这些话,这一点我是非常确定的。
ΚΡ. ναὶ μὰ Δία, ὦ Σώκρατες· τῶν κρειττόνων μέντοι τις ἐμοὶ δοκεῖ, καὶ πολύ γε.
” 克里同:“是的,凭宙斯起誓,苏格拉底;在我看来,确实是某位高贵的神明,而且是非常高贵的。
ἀλλὰ μετὰ τοῦτο ἔτι τινὰ ἐζητήσατε τέχνην;
但在那之后,你们还在寻找某种技艺吗?
καὶ ηὕρετε ἐκείνην ἢ οὐχ ηὕρετε, ἧς ἕνεκα ἐζητεῖτε;
你们找到了你们为了它而寻找的那种技艺吗,还是没有找到?
ΣΩ. πόθεν, ὦ μακάριε, ηὕρομεν;
” 苏格拉底:“我们怎么能找到呢,我亲爱的朋友?
ἀλλʼ ἦμεν πάνυ γελοῖοι·
相反,我们真是太滑稽了。
ὥσπερ τὰ παιδία τὰ τοὺς κορύδους διώκοντα, ἀεὶ ᾠόμεθα ἑκάστην τῶν ἐπιστημῶν αὐτίκα λήψεσθαι, αἱ δʼ ἀεὶ ὑπεξέφευγον.
就像追逐云雀的孩子们一样,我们总是以为马上就能抓住每一种知识,但它们却总是不断地溜走。
τὰ μὲν οὖν πολλὰ τί ἄν σοι λέγοιμι;
那么,我又何必对你细说那些过程呢?
ἐπὶ δὲ δὴ τὴν βασιλικὴν ἐλθόντες τέχνην καὶ διασκοπούμενοι αὐτὴν εἰ αὕτη εἴη ἡ τὴν εὐδαιμονίαν παρέχουσά τε καὶ ἀπεργαζομένη, ἐνταῦθα ὥσπερ εἰς λαβύρινθον ἐμπεσόντες, οἰόμενοι ἤδη ἐπὶ τέλει εἶναι, περικάμψαντες πάλιν ὥσπερ ἐν ἀρχῇ τῆς ζητήσεως ἀνεφάνημεν ὄντες καὶ τοῦ ἴσου δεόμενοι ὅσουπερ ὅτε τὸ πρῶτον ἐζητοῦμεν.
但总之,当我们走向王者之术并仔细审视它,看它是否就是那提供并创造幸福的技艺时,我们在这里就像坠入了迷宫,以为已经到了终点,转过身来却发现自己再次回到了探索的起点,并且和我们最初开始寻找时一样,需要同样多的东西。
ΚΡ. πῶς δὴ τοῦτο ὑμῖν συνέβη, ὦ Σώκρατες;
” 克里同:“这到底是怎么发生在你们身上的,苏格拉底?
ΣΩ. ἐγὼ φράσω.
” 苏格拉底:“我会告诉你的。
ἔδοξε γὰρ δὴ ἡμῖν ἡ πολιτικὴ καὶ ἡ βασιλικὴ τέχνη ἡ αὐτὴ εἶναι.
因为在我们看来,政治之术和王者之术确实是同一种东西。
ΚΡ. τί οὖν δή;
” 克里同:“那又怎样呢?
ΣΩ. ταύτῃ τῇ τέχνῃ ἥ τε στρατηγικὴ καὶ αἱ ἄλλαι παραδιδόναι ἄρχειν τῶν ἔργων ὧν αὐταὶ δημιουργοί εἰσιν, ὡς μόνῃ ἐπισταμένῃ χρῆσθαι.
” 苏格拉底:“将领术和其他技艺将它们自己所制造的成果的支配权移交给这种技艺,因为只有它懂得如何使用它们。
σαφῶς οὖν ἐδόκει ἡμῖν αὕτη εἶναι ἣν ἐζητοῦμεν, καὶ ἡ αἰτία τοῦ ὀρθῶς πράττειν ἐν τῇ πόλει, καὶ ἀτεχνῶς κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῇ πρύμνῃ καθῆσθαι τῆς πόλεως, πάντα κυβερνῶσα καὶ πάντων ἄρχουσα πάντα χρήσιμα ποιεῖν.
因此,我们很清楚地认为这就是我们所寻找的,也是在城邦中正确行事的起因。 它简直就像埃斯库罗斯的短长格诗句中所说的那样,唯有它坐在城邦的船尾,掌管一切,统治一切,使一切都变得有用。
ΚΡ. οὐκοῦν καλῶς ὑμῖν ἐδόκει, ὦ Σώκρατες;
” 克里同:“那么,你们不是觉得很好吗,苏格拉底?
ΣΩ. σὺ κρινεῖς, ὦ Κρίτων, ἐὰν βούλῃ ἀκούειν καὶ τὰ μετὰ ταῦτα συμβάντα ἡμῖν.
” 苏格拉底:“你会做出判断的,克里同,如果你愿意听听我们在这之后所发生的事情的话。
αὖθις γὰρ δὴ πάλιν ἐσκοποῦμεν ὧδέ πως· φέρε, πάντων ἄρχουσα ἡ βασιλικὴ τέχνη τὶ ἡμῖν ἀπεργάζεται ἔργον ἢ οὐδέν;
因为我们又再次像这样审视它:‘来吧,统治一切的王者之术,究竟为我们创造了什么成果,还是什么都没有?
πάντως δήπου, ἡμεῖς ἔφαμεν πρὸς ἀλλήλους.
’ ‘当然,无论如何都有成果,’我们彼此说道。
οὐ καὶ σὺ ἂν ταῦτα φαίης, ὦ Κρίτων;
难道你不会也这样说吗,克里同?
ΚΡ. ἔγωγε.
” 克里同:“我会的。
ΣΩ. τί οὖν ἂν φαίης αὐτῆς ἔργον εἶναι;
” 苏格拉底:“那么,你认为它的成果会是什么呢?
ὥσπερ εἰ σὲ ἐγὼ ἐρωτῴην, πάντων ἄρχουσα ἡ ἰατρικὴ ὧν ἄρχει, τί ἔργον παρέχεται;
就像我如果问你:‘统治它所统治的一切的医术,提供了什么成果?
οὐ τὴν ὑγίειαν ἂν φαίης;
’ 你难道不会说是健康吗?
ΚΡ. ἔγωγε.
” 克里同:“我会的。 ”