← プラトン

エウテュデモス

§290-291

将軍術の検討と統治術への着目

幸福をもたらす知識の探求が続く。クレイニアスは将軍術を退ける。それは人間を対象とした狩猟術の一種にすぎず、将軍は狩り取った都市や軍勢を自ら用いえずに政治家へ引き渡すからであり、幾何学者や天文学者もまた発見したものを問答法家に委ねるという。少年がそこまで論じたことに驚くクリトンとのやり取りを挟み、探求は他の技術の成果を用いる王者術(政治術)に行き着くが、その固有の成果を問うた途端に迷宮に陥り、振り出しへ戻る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§290

ΣΩ. ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα· ἢ σοί, ἔφην ἐγώ, ἄλλως πως δοκεῖ; οὔκ, ἀλλʼ οὕτω μοι φαίνεται, ἔφη, ὡς σὺ λέγεις. ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθʼ ἂν ἔτι; ἐπὶ ποίαν τέχνην; ἐγὼ μὲν οὐκ εὐπορῶ, ἔφη. ἀλλʼ, ἦν δʼ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι. τίνα; ἔφη ὁ Κλεινίας. ἡ στρατηγική μοι δοκεῖ, ἔφην ἐγώ, τέχνη παντὸς μᾶλλον εἶναι ἣν ἄν τις κτησάμενος εὐδαίμων εἴη. οὐκ ἔμοιγε δοκεῖ. πῶς; ἦν δʼ ἐγώ. θηρευτική τις ἥδε γέ ἐστιν τέχνη ἀνθρώπων. τί δὴ οὖν; ἔφην ἐγώ. οὐδεμία, ἔφη, τῆς θηρευτικῆς αὐτῆς ἐπὶ πλέον ἐστὶν ἢ ὅσον θηρεῦσαι καὶ χειρώσασθαι· ἐπειδὰν δὲ χειρώσωνται τοῦτο ὃ ἂν θηρεύωνται, οὐ δύνανται τούτῳ χρῆσθαι, ἀλλʼ οἱ μὲν κυνηγέται καὶ οἱ ἁλιῆς τοῖς ὀψοποιοῖς παραδιδόασιν, οἱ δʼ αὖ γεωμέτραι καὶ οἱ ἀστρονόμοι καὶ οἱ λογιστικοί—θηρευτικοὶ γάρ εἰσι καὶ οὗτοι· οὐ γὰρ ποιοῦσι τὰ διαγράμματα ἕκαστοι τούτων, ἀλλὰ τὰ ὄντα ἀνευρίσκουσιν—ἅτε οὖν χρῆσθαι αὐτοὶ αὐτοῖς οὐκ ἐπιστάμενοι, ἀλλὰ θηρεῦσαι μόνον, παραδιδόασι δήπου τοῖς διαλεκτικοῖς καταχρῆσθαι αὐτῶν τοῖς εὑρήμασιν, ὅσοι γε αὐτῶν μὴ παντάπασιν ἀνόητοί εἰσιν. εἶεν, ἦν δʼ ἐγώ, ὦ κάλλιστε καὶ σοφώτατε Κλεινία· τοῦτο οὕτως ἔχει; πάνυ μὲν οὖν. καὶ οἵ γε στρατηγοί, ἔφη, οὕτω τὸν αὐτὸν τρόπον· ἐπειδὰν ἢ πόλιν τινὰ θηρεύσωνται ἢ στρατόπεδον, παραδιδόασι τοῖς πολιτικοῖς ἀνδράσιν—αὐτοὶ γὰρ οὐκ ἐπίστανται χρῆσθαι τούτοις ἃ ἐθήρευσαν—ὥσπερ οἶμαι οἱ ὀρτυγοθῆραι τοῖς ὀρτυγοτρόφοις παραδιδόασιν. εἰ οὖν, ἦ δʼ ὅς, δεόμεθα ἐκείνης τῆς τέχνης, ἥτις ᾧ ἂν κτήσηται ἢ ποιήσασα ἢ θηρευσαμένη αὐτὴ καὶ ἐπιστήσεται χρῆσθαι, καὶ ἡ τοιαύτη ποιήσει ἡμᾶς μακαρίους, ἄλλην δή τινα, ἔφη, ζητητέον ἀντὶ τῆς στρατηγικῆς. ΚΡ. τί λέγεις σύ, ὦ Σώκρατες; ἐκεῖνο τὸ μειράκιον τοιαῦτʼ ἐφθέγξατο; ΣΩ. οὐκ οἴει, ὦ Κρίτων; ΚΡ. μὰ Δίʼ οὐ μέντοι. οἶμαι γὰρ αὐτὸν ἐγώ, εἰ ταῦτʼ εἶπεν, οὔτʼ Εὐθυδήμου οὔτε ἄλλου οὐδενὸς ἔτʼ ἀνθρώπου δεῖσθαι εἰς παιδείαν. ΣΩ. ἀλλʼ ἄρα, ὦ πρὸς Διός, μὴ ὁ Κτήσιππος ἦν ὁ ταῦτʼ εἰπών, ἐγὼ δὲ οὐ μέμνημαι;

ソクラテス:「というのも、一方は、マムシや毒蜘蛛やサソリ、その他あらゆる野獣や病気を魅了することであるが、他方は、裁判官や民会議員やその他の群衆を魅了し、説得することだからだ。それとも君には、クリニアスよ」と私は言った。「何か別の風に思えるかね?」 「いいえ、私にも、あなたが言う通りのように思われます」と彼は言った。 「それでは、私たちはさらにどこへ向かえばよいのだろうか?」と私は言った。「どのような技術へと?」 「私には思いつきません」と彼は言った。 「しかし」と私は言った。「どうやら私がそれを見つけたようだ。」 「どのような技術ですか?」とクレイニアスは言った。 「将軍術こそが」と私は言った。「人がそれを獲得すれば幸福になれるような技術に他ならないように思われる。」 「私にはそうは思われません。」 「どうしてかね?」と私は言った。 「これは人間を対象とした一種の狩猟の技術だからです。」 「それがどうしたというのだね?」と私は言った。 「狩猟術そのもののうち」と彼は言った。「狩りをして手中に収めること以上のことに及ぶものは何一つありません。そして、彼らが狩りをするその対象を手中に収めたとき、彼らはそれを使うことができず、猟師や漁師は料理人に引き渡します。他方で幾何学者や天文学者や計算術者たちは――というのも、彼らもまた一種の狩猟者だからです。なぜなら彼らは図形をそれぞれ作り出すのではなく、存在しているものを発見するだけだからです――彼ら自身はそれらをどう使うかを知らず、ただ狩ることしかできないので、彼らのうちで完全に愚か者でない限りは、それらの発見されたものを十分に使いこなしてもらうために、問答法家に引き渡すのです。」 「なるほど」と私は言った。「美しく最も賢いクレイニアスよ。これはその通りなのだね?」 「全くその通りです。そして将軍たちもまた」と彼は言った。「これと全く同じように、都市や軍勢を狩り取ったとき、彼らは政治家たちに引き渡します。彼ら自身は自分たちが狩り取ったものを使うことを心得ていないからです。それはちょうど、ウズラ狩り猟師がウズラ飼育家に引き渡すようなものです。したがって、もし」と彼は言った。「自らが作り出すか、あるいは狩り取るかして獲得したものについて、自らそれを使うことも心得ているような、そのような技術を私たちが求めており、そのような技術こそが私たちを幸福にしてくれるのだとすれば、将軍術の代わりに、何か別のものを探さなければなりません。」 クリトン:「何と言ったかね、ソクラテス?あのような少年がそんなことを言ったのかい?」 ソクラテス:「そうは思わないかね、クリトン?」 クリトン:「誓ってそんなことは思わない。もし彼がそんなことを言ったのなら、彼にはエウテュデモスも、他のいかなる人間も、もはや教育のために必要ないだろうと思うからね。」 ソクラテス:「しかし、おや、ゼウスにかけて、それを言ったのはクテシッポスであって、私が覚えていないだけなのだろうか?」

§291

ΚΡ. ποῖος Κτήσιππος; ΣΩ. ἀλλὰ μὴν τόδε γε εὖ οἶδα, ὅτι οὔτε Εὐθύδημος οὔτε Διονυσόδωρος ἦν ὁ εἰπὼν ταῦτα· ἀλλʼ, ὦ δαιμόνιε Κρίτων, μή τις τῶν κρειττόνων παρὼν αὐτὰ ἐφθέγξατο; ὅτι γὰρ ἤκουσά γε ταῦτα, εὖ οἶδα. ΚΡ. ναὶ μὰ Δία, ὦ Σώκρατες· τῶν κρειττόνων μέντοι τις ἐμοὶ δοκεῖ, καὶ πολύ γε. ἀλλὰ μετὰ τοῦτο ἔτι τινὰ ἐζητήσατε τέχνην; καὶ ηὕρετε ἐκείνην ἢ οὐχ ηὕρετε, ἧς ἕνεκα ἐζητεῖτε; ΣΩ. πόθεν, ὦ μακάριε, ηὕρομεν; ἀλλʼ ἦμεν πάνυ γελοῖοι· ὥσπερ τὰ παιδία τὰ τοὺς κορύδους διώκοντα, ἀεὶ ᾠόμεθα ἑκάστην τῶν ἐπιστημῶν αὐτίκα λήψεσθαι, αἱ δʼ ἀεὶ ὑπεξέφευγον. τὰ μὲν οὖν πολλὰ τί ἄν σοι λέγοιμι; ἐπὶ δὲ δὴ τὴν βασιλικὴν ἐλθόντες τέχνην καὶ διασκοπούμενοι αὐτὴν εἰ αὕτη εἴη ἡ τὴν εὐδαιμονίαν παρέχουσά τε καὶ ἀπεργαζομένη, ἐνταῦθα ὥσπερ εἰς λαβύρινθον ἐμπεσόντες, οἰόμενοι ἤδη ἐπὶ τέλει εἶναι, περικάμψαντες πάλιν ὥσπερ ἐν ἀρχῇ τῆς ζητήσεως ἀνεφάνημεν ὄντες καὶ τοῦ ἴσου δεόμενοι ὅσουπερ ὅτε τὸ πρῶτον ἐζητοῦμεν. ΚΡ. πῶς δὴ τοῦτο ὑμῖν συνέβη, ὦ Σώκρατες; ΣΩ. ἐγὼ φράσω. ἔδοξε γὰρ δὴ ἡμῖν ἡ πολιτικὴ καὶ ἡ βασιλικὴ τέχνη ἡ αὐτὴ εἶναι. ΚΡ. τί οὖν δή; ΣΩ. ταύτῃ τῇ τέχνῃ ἥ τε στρατηγικὴ καὶ αἱ ἄλλαι παραδιδόναι ἄρχειν τῶν ἔργων ὧν αὐταὶ δημιουργοί εἰσιν, ὡς μόνῃ ἐπισταμένῃ χρῆσθαι. σαφῶς οὖν ἐδόκει ἡμῖν αὕτη εἶναι ἣν ἐζητοῦμεν, καὶ ἡ αἰτία τοῦ ὀρθῶς πράττειν ἐν τῇ πόλει, καὶ ἀτεχνῶς κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῇ πρύμνῃ καθῆσθαι τῆς πόλεως, πάντα κυβερνῶσα καὶ πάντων ἄρχουσα πάντα χρήσιμα ποιεῖν. ΚΡ. οὐκοῦν καλῶς ὑμῖν ἐδόκει, ὦ Σώκρατες; ΣΩ. σὺ κρινεῖς, ὦ Κρίτων, ἐὰν βούλῃ ἀκούειν καὶ τὰ μετὰ ταῦτα συμβάντα ἡμῖν. αὖθις γὰρ δὴ πάλιν ἐσκοποῦμεν ὧδέ πως· φέρε, πάντων ἄρχουσα ἡ βασιλικὴ τέχνη τὶ ἡμῖν ἀπεργάζεται ἔργον ἢ οὐδέν; πάντως δήπου, ἡμεῖς ἔφαμεν πρὸς ἀλλήλους. οὐ καὶ σὺ ἂν ταῦτα φαίης, ὦ Κρίτων; ΚΡ. ἔγωγε. ΣΩ. τί οὖν ἂν φαίης αὐτῆς ἔργον εἶναι; ὥσπερ εἰ σὲ ἐγὼ ἐρωτῴην, πάντων ἄρχουσα ἡ ἰατρικὴ ὧν ἄρχει, τί ἔργον παρέχεται; οὐ τὴν ὑγίειαν ἂν φαίης; ΚΡ. ἔγωγε.

クリトン:「クテシッポスなものか。」 ソクラテス:「しかしながら、これだけは私にはよく分かっている。それを言ったのはエウテュデモスでもディオニュソドロスでもなかったということだ。いや、親愛なるクリトンよ、そこに居合わせた優れた者たちの誰かが、それを語ったのではないだろうか?私はそれを確かに聞いたのだからね。」 クリトン:「まさにゼウスにかけて、ソクラテス。私にも、優れた者たちの誰か、それも大いに優れた誰かであるように思われる。しかし、その後にあなた方はまだ別の技術を探したのかね?そして、探し求めていた目的のそれを見つけたのか、それとも見つけられなかったのかね?」 ソクラテス:「どうして見つけられただろうか、友よ。私たちは全く滑稽だった。まるでヒバリを追いかける子供たちのように、私たちはいつも、どの知識も今すぐ捕らえられるだろうと思っていたのに、それらはいつも逃げていってしまったのだ。それゆえ、多くのことをこれ以上君に語る必要があろうか?しかし、ついに私たちは王者術に行き着き、これが幸福を提供し、作り出すものであるかどうかを検討していたとき、そこでまるで迷宮に迷い込んだかのようになり、今や終点にいると思った瞬間、ぐるっと回って、再び探求の始まりに逆戻りしている自分たちに気づいたのだ。そして最初に探し始めたときと全く同じだけのものを必要としている状態に戻ってしまったのだ。」 クリトン:「いったいどうしてそんなことになったのかね、ソクラテス?」 ソクラテス:「説明しよう。というのも、政治術と王者術とは同一のものであると私たちには思われたからだ。」 クリトン:「それで、どうなったのかね?」 ソクラテス:「将軍術やその他の技術は、自分たちが作り出す成果の支配権を、この技術に引き渡すのだ。なぜなら、それだけが使い方を心得ているからだ。したがって、これこそが私たちの求めているものであり、国家において正しく事を行う原因であり、まさにアイスキュロスの短長格の詩句にあるように、ただそれだけが国家の船尾に座し、すべてを舵取りし、すべてを支配して、すべてのものを有用にするのだ、と明確に思われたのだ。」 クリトン:「それでは、見事に解決したのではないかね、ソクラテス?」 ソクラテス:「君が判断してくれたまえ、クリトン、もしこの後に私たちに起こったことも聞きたいと思うならね。というのも、私たちは再び次のように検討し直したからだ。『さあ、すべてを支配する王者術は、私たちに何らかの成果をもたらすのだろうか、それとも何もないのだろうか?』『間違いなくもたらすはずだ』と私たちは互いに言った。君もそう言うのではないかね、クリトン?」 クリトン:「私もそう言うだろう。」 ソクラテス:「では、その成果とは何だと君は言うかね?例えば、私が君にこのように尋ねるとして。『医術はそれが支配するすべてのものを支配しつつ、どのような成果をもたらすか?』君は健康だと答えるのではないかね?」 クリトン:「答えるだろう。」

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:290-291