§277ΣΩ. ἐν δὲ τούτῳ ὁ μὲν Κλεινίας τῷ Εὐθυδήμῳ ἀπεκρίνατο ὅτι μανθάνοιεν οἱ μανθάνοντες ἃ οὐκ ἐπίσταιντο·
ソクラテス:その間に、クレイニアスはエウテュデモスに、学ぶ者は自分たちの知らないことを学ぶのだと答えた。
ὁ δὲ ἤρετο αὐτὸν διὰ τῶν αὐτῶν ὧνπερ τὸ πρότερον·
するとエウテュデモスは、前回と全く同じ質問を用いて彼に再び尋ねた。
τί δέ;
「では何だね?
ἦ δʼ ὅς,
οὐκ ἐπίστασαι σὺ γράμματα;
」と彼は言った。 「君は文字を知っているかね?
—
ναί,
ἔφη.
」 ――「はい」と少年は言った。
—
οὐκοῦν ἅπαντα;
―― 「では、すべての文字をかね?
—ὡμολόγει.
」 ――彼は同意した。
—
ὅταν οὖν τις ἀποστοματίζῃ ὁτιοῦν, οὐ γράμματα ἀποστοματίζει;
―― 「では、誰かが何かを暗唱するとき、文字を暗唱しているのではないかね?
—ὡμολόγει.
」 ――彼は同意した。
—
οὐκοῦν ὧν τι σὺ ἐπίστασαι,
ἔφη,
ἀποστοματίζει, εἴπερ πάντα ἐπίστασαι;
―― 「では、彼が暗唱するものは、君が知っているものの一部ではないかね」と彼は言った。 「もし君がすべての文字を知っているのなら?
—καὶ τοῦτο ὡμολόγει.
」 ――これもまた同意した。
—
τί οὖν;
―― 「では何だね?
ἦ δʼ ὅς,
ἆρα σὺ οὐ μανθάνεις ἅττʼ ἂν ἀποστοματίζῃ τις, ὁ δὲ μὴ ἐπιστάμενος γράμματα μανθάνει;
」と彼は言った。 「誰かが暗唱するものを君は学ばないのであって、文字を知らない者が学ぶのかね?
—
οὔκ, ἀλλʼ,
ἦ δʼ ὅς,
μανθάνω.
」 ――「いいえ」と彼は言った。 「そうではなく、私が学ぶのです。
—
οὐκοῦν ἃ ἐπίστασαι, ἦ δʼ ὅς, μανθάνεις, εἴπερ γε ἅπαντα τὰ γράμματα ἐπίστασαι.
」―― 「それなら」と彼は言った。 「君は自分が知っているものを学ぶのだね、もしすべての文字を知っているのなら。
—ὡμολόγησεν.
」 ――彼は同意した。
—
οὐκ ἄρα ὀρθῶς ἀπεκρίνω,
ἔφη.
―― 「それなら、君は正しく答えなかったのだね」と彼は言った。
καὶ οὔπω σφόδρα τι ταῦτα εἴρητο τῷ Εὐθυδήμῳ, καὶ ὁ Διονυσόδωρος ὥσπερ σφαῖραν ἐκδεξάμενος τὸν λόγον πάλιν ἐστοχάζετο τοῦ μειρακίου, καὶ εἶπεν·
そして、エウテュデモスがこれらをまだ十分に言い終わらないうちに、ディオニュソドロスがまるでボールを受け取るように議論を引き受け、再び少年に狙いを定めて言った。
Ἐξαπατᾷ σε Εὐθύδημος, ὦ Κλεινία.
「クレイニアスよ、エウテュデモスは君を騙しているのだ。
εἰπὲ γάρ μοι, τὸ μανθάνειν οὐκ ἐπιστήμην ἐστὶ λαμβάνειν τούτου οὗ ἄν τις μανθάνῃ;
私に言ってごらん、学ぶこととは、誰かが学ぶその対象の知識を得ることではないかね?
—ὡμολόγει ὁ Κλεινίας.
」 ――クレイニアスは同意した。
—
τὸ δʼ ἐπίστασθαι,
ἦ δʼ ὅς,
ἄλλο τι ἢ ἔχειν ἐπιστήμην ἤδη ἐστίν;
―― 「では、知っていることとは」と彼は言った。 「すでに知識を持っていることではないかね?
—συνέφη.
」 ――彼は同意した。
—
τὸ ἄρα μὴ ἐπίστασθαι μήπω ἔχειν ἐπιστήμην ἐστίν;
―― 「それなら、知らないこととはまだ知識を持っていないことではないかね?
—ὡμολόγει αὐτῷ.
」 ――彼は同意した。
—
πότερον οὖν εἰσιν οἱ λαμβάνοντες ὁτιοῦν οἱ ἔχοντες ἤδη ἢ οἳ ἂν μὴ ἔχωσιν;
―― 「では、何かを得る人とは、すでに持っている人たちかね、それとも持っていない人たちかね?
—
οἳ ἂν μή.
」 ――「持っていない人たちです。
—
οὐκοῦν ὡμολόγηκας εἶναι τούτων καὶ τοὺς μὴ ἐπισταμένους, τῶν μὴ ἐχόντων;
」―― 「それなら、知らない者たちも、持っていない者たちの一部であると同意したのだね?
—κατένευσε.
」 ――少年はうなずいた。
—
τῶν λαμβανόντων ἄρʼ εἰσὶν οἱ μανθάνοντες, ἀλλʼ οὐ τῶν ἐχόντων;
―― 「それなら、学ぶ者とは得る者たちであって、持っている者たちではないのだね?
—συνέφη.
」 ――彼は同意した。
—
οἱ μὴ ἐπιστάμενοι ἄρα, ἔφη, μανθάνουσιν, ὦ Κλεινία, ἀλλʼ οὐχ οἱ ἐπιστάμενοι.
―― 「それならクレイニアスよ、学ぶのは知らない者たちであって、知っている者たちではないのだ」と彼は言った。
ἔτι δὴ ἐπὶ τὸ τρίτον καταβαλῶν ὥσπερ πάλαισμα ὥρμα ὁ Εὐθύδημος τὸν νεανίσκον·
エウテュデモスは、まるで格闘の投げ技をかけるように、三度目の問いで若者を押し倒そうと迫った。
καὶ ἐγὼ γνοὺς βαπτιζόμενον τὸ μειράκιον, βουλόμενος ἀναπαῦσαι αὐτό, μὴ ἡμῖν ἀποδειλιάσειε, παραμυθούμενος εἶπον·
私は少年が溺れかかっているのを察し、彼を休ませ、我々の前で臆病になってしまわないようにと、彼を慰めながら言った。
ὦ Κλεινία, μὴ θαύμαζε εἴ σοι φαίνονται ἀήθεις οἱ λόγοι.
「クレイニアスよ、これらの議論が君に奇妙に思えても驚いてはならない。
ἴσως γὰρ οὐκ αἰσθάνῃ οἷον ποιεῖτον τὼ ξένω περὶ σέ·
君はおそらく、この二人の異邦人が君に対して何をしているか気づいていないのだ。
ποιεῖτον δὲ ταὐτὸν ὅπερ οἱ ἐν τῇ τελετῇ τῶν Κορυβάντων, ὅταν τὴν θρόνωσιν ποιῶσιν περὶ τοῦτον ὃν ἂν μέλλωσι τελεῖν.
彼らは、コリュバスたちの儀式において、これから入信させようとする者を椅子に座らせる儀式を行うときにすることと同じことをしているのだ。
καὶ γὰρ ἐκεῖ χορεία τίς ἐστι καὶ παιδιά, εἰ ἄρα καὶ τετέλεσαι·
そこには、もし君が入信したことがあるなら知っているだろうが、ある種の舞踊と遊びがある。
καὶ νῦν τούτω οὐδὲν ἄλλο ἢ χορεύετον περὶ σὲ καὶ οἷον ὀρχεῖσθον παίζοντε, ὡς μετὰ τοῦτο τελοῦντε.
そして今、この二人は君の周りで踊り、戯れながら舞い踊っているだけで、この後に君を入信させようとしているのだ。
νῦν οὖν νόμισον τὰ πρῶτα τῶν ἱερῶν ἀκούειν τῶν σοφιστικῶν.
だから今は、ソフィストの秘儀の最初の部分を聞いているのだと考えなさい。
§278ΣΩ. πρῶτον γάρ, ὥς φησι Πρόδικος, περὶ ὀνομάτων ὀρθότητος μαθεῖν δεῖ·
」ソクラテス:「というのも、プロディコスが言うように、まず言葉の正しさについて学ばねばならないからだ。
ὃ δὴ καὶ ἐνδείκνυσθόν σοι τὼ ξένω, ὅτι οὐκ ᾔδησθα τὸ μανθάνειν ὅτι οἱ ἄνθρωποι καλοῦσι μὲν ἐπὶ τῷ τοιῷδε, ὅταν τις ἐξ ἀρχῆς μηδεμίαν ἔχων ἐπιστήμην περὶ πράγματός τινος ἔπειτα ὕστερον αὐτοῦ λαμβάνῃ τὴν ἐπιστήμην, καλοῦσι δὲ ταὐτὸν τοῦτο καὶ ἐπειδὰν ἔχων ἤδη τὴν ἐπιστήμην ταύτῃ τῇ ἐπιστήμῃ ταὐτὸν τοῦτο πρᾶγμα ἐπισκοπῇ ἢ πραττόμενον ἢ λεγόμενον—μᾶλλον μὲν αὐτὸ συνιέναι καλοῦσιν ἢ μανθάνειν, ἔστι δʼ ὅτε καὶ μανθάνειν—σὲ δὲ τοῦτο, ὡς οὗτοι ἐνδείκνυνται, διαλέληθεν, ταὐτὸν ὄνομα ἐπʼ ἀνθρώποις ἐναντίως ἔχουσιν κείμενον, τῷ τε εἰδότι καὶ ἐπὶ τῷ μή·
まさにこのことをこの二人の異邦人も君に示している。 つまり、君は『学ぶ』という言葉を人々が次のような場合に使うということを知らなかったのだ。 ある事柄について最初は全く知識を持っていない者が、後でその知識を得る場合であり、また、すでにその知識を持っている者が、その知識を用いて、行われ語られる同じ事柄を考察する場合にも、同じ言葉を彼らは使うのだ。 後者の場合、人々は『学ぶ』と言うよりはむしろ『理解する』と言うが、時には『学ぶ』と言うこともある。 彼らが示しているように、君はこのことに気づいていなかった。 つまり、知っている者と知らない者という相反する状態にある人々に対して、同じ言葉が当てられているのだ。
παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐν τῷ δευτέρῳ ἐρωτήματι, ἐν ᾧ ἠρώτων σε πότερα μανθάνουσιν οἱ ἄνθρωποι ἃ ἐπίστανται ἢ ἃ μή.
これに似たことが、第二の質問、すなわち人々は自分が知っていることを学ぶのか知らないことを学ぶのかという問いにもあった。
ταῦτα δὴ τῶν μαθημάτων παιδιά ἐστιν—διὸ καί φημι ἐγώ σοι τούτους προσπαίζειν—παιδιὰν δὲ λέγω διὰ ταῦτα, ὅτι, εἰ καὶ πολλά τις ἢ καὶ πάντα τὰ τοιαῦτα μάθοι, τὰ μὲν πράγματα οὐδὲν ἂν μᾶλλον εἰδείη πῇ ἔχει, προσπαίζειν δὲ οἷός τʼ ἂν εἴη τοῖς ἀνθρώποις διὰ τὴν τῶν ὀνομάτων διαφορὰν ὑποσκελίζων καὶ ἀνατρέπων, ὥσπερ οἱ τὰ σκολύθρια τῶν μελλόντων καθιζήσεσθαι ὑποσπῶντες χαίρουσι καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατετραμμένον.
これらは学びにおける遊びなのだ。 だからこそ、私は彼らが君と戯れているのだと言うのだ。 私がこれを遊びと呼ぶ理由は、たとえこのようなことを多く、あるいはすべて学んだとしても、事柄がどのようになっているかを少しも知ることはできず、ただ言葉の違いを利用して人を足払いしてひっくり返し、座ろうとする人の椅子を後ろから引いて、その人が仰向けに転ぶのを見て喜び笑うような戯れができるだけだからだ。
ταῦτα μὲν οὖν σοι παρὰ τούτων νόμιζε παιδιὰν γεγονέναι·
だから、これらは彼らからの遊びであると考えなさい。
τὸ δὲ μετὰ ταῦτα δῆλον ὅτι τούτω γέ σοι αὐτὼ τὰ σπουδαῖα ἐνδείξεσθον, καὶ ἐγὼ ὑφηγήσομαι αὐτοῖν ἵνα μοι ὃ ὑπέσχοντο ἀποδῶσιν.
しかし、この後のことについては、彼ら自身が本気のものを示してくれるだろう。 そして私は、彼らが約束を果たしてくれるように、彼らを先導しよう。
ἐφάτην γὰρ ἐπιδείξασθαι τὴν προτρεπτικὴν σοφίαν·
彼らは勧誘の知恵を披露すると言っていたのだから。
νῦν δέ, μοι δοκεῖ, δεῖν ᾠηθήτην πρότερον παῖσαι πρὸς σέ.
ただ、今はまず君と戯れる必要があると考えたのだろう。
ταῦτα μὲν οὖν, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε, πεπαίσθω τε ὑμῖν, καὶ ἴσως ἱκανῶς ἔχει·
だから、エウテュデモス、ディオニュソドロスよ、戯れはここまでとし、十分なものとしよう。
τὸ δὲ δὴ μετὰ ταῦτα ἐπιδείξατον προτρέποντε τὸ μειράκιον ὅπως χρὴ σοφίας τε καὶ ἀρετῆς ἐπιμεληθῆναι.
この後は、少年をどうやって知恵と徳の配慮に向かわせるべきか、勧誘するよう披露してほしい。
πρότερον δʼ ἐγὼ σφῷν ἐνδείξομαι οἷον αὐτὸ ὑπολαμβάνω καὶ οἵου αὐτοῦ ἐπιθυμῶ ἀκοῦσαι.
その前に、私がどのようにそれを受け止め、どのようなものを聞きたいかを示そう。
ἐὰν οὖν δόξω ὑμῖν ἰδιωτικῶς τε καὶ γελοίως αὐτὸ ποιεῖν, μή μου καταγελᾶτε·
もし私が素人らしく滑稽にそれを行うように見えても、笑わないでほしい。
ὑπὸ προθυμίας γὰρ τοῦ ἀκοῦσαι τῆς ὑμετέρας σοφίας τολμήσω ἀπαυτοσχεδιάσαι ἐναντίον ὑμῶν.
君たちの知恵を聞きたいという熱意から、即興で試みるのだから。
ἀνάσχεσθον οὖν ἀγελαστὶ ἀκούοντες αὐτοί τε καὶ οἱ μαθηταὶ ὑμῶν·
だから、君たちも君たちの弟子たちも、笑わずに耐えて聞いてほしい。
σὺ δέ μοι, ὦ παῖ Ἀξιόχου, ἀπόκριναι.
アクシオコスの息子よ、私に答えておくれ。
ἆρά γε πάντες ἄνθρωποι βουλόμεθα εὖ πράττειν;
我々人間はみんな幸福になりたいのだろうか?
ἢ τοῦτο μὲν ἐρώτημα ὧν νυνδὴ ἐφοβούμην ἓν τῶν καταγελάστων;
いや、この質問はさっき恐れていた滑稽な質問の一つだろうか?
ἀνόητον γὰρ δήπου καὶ τὸ ἐρωτᾶν τὰ τοιαῦτα·
このようなことを尋ねるのさえ愚かなことだ。
τίς γὰρ οὐ βούλεται ἀνθρώπων εὖ πράττειν;
人間で幸福になりたくない者がいるだろうか?
—
」