§277ΣΩ. ἐν δὲ τούτῳ ὁ μὲν Κλεινίας τῷ Εὐθυδήμῳ ἀπεκρίνατο ὅτι μανθάνοιεν οἱ μανθάνοντες ἃ οὐκ ἐπίσταιντο· ὁ δὲ ἤρετο αὐτὸν διὰ τῶν αὐτῶν ὧνπερ τὸ πρότερον·
苏格拉底:在此期间,克莱尼亚斯回答欧绪德谟说,学习的人学习的是他们不知道的事情;而欧绪德谟则通过与之前完全相同的手段再次向他提问: “怎么说呢?
τί δέ; ἦ δʼ ὅς,
οὐκ ἐπίστασαι σὺ γράμματα;
”他说道,“你不认识字母吗?
—
ναί,
ἔφη.
” ——“认识,”他说道。
—
οὐκοῦν ἅπαντα;
—— “那么,是全部吗?
—ὡμολόγει.
” ——他承认了。
—
ὅταν οὖν τις ἀποστοματίζῃ ὁτιοῦν, οὐ γράμματα ἀποστοματίζει;
—— “那么,当有人口授任何东西时,他口授的不是字母吗?
—ὡμολόγει.
” ――他承认了。
—
οὐκοῦν ὧν τι σὺ ἐπίστασαι,
ἔφη,
ἀποστοματίζει, εἴπερ πάντα ἐπίστασαι;
―― “那么,他所口授的,不就是你所知道的东西的一部分吗,”他说道,“如果你确实知道所有的字母?
—καὶ τοῦτο ὡμολόγει.
” ——这也承认了。
—
τί οὖν;
—— “那又怎样呢?
ἦ δʼ ὅς,
ἆρα σὺ οὐ μανθάνεις ἅττʼ ἂν ἀποστοματίζῃ τις, ὁ δὲ μὴ ἐπιστάμενος γράμματα μανθάνει;
”他说道,“难道别人不管口授什么,你都不学习,反而是一个不知道字母的人在学习吗?
—
οὔκ, ἀλλʼ,
ἦ δʼ ὅς,
μανθάνω.
” ——“不,”他说道,“相反,是我在学习。
—
οὐκοῦν ἃ ἐπίστασαι, ἦ δʼ ὅς, μανθάνεις, εἴπερ γε ἅπαντα τὰ γράμματα ἐπίστασαι.
”—— “那么,”他说道,“你是在学习你所知道的东西,如果你确实知道所有的字母的话。
—ὡμολόγησεν.
” ——他承认了。
—
οὐκ ἄρα ὀρθῶς ἀπεκρίνω,
ἔφη.
—— “那么你刚才没有回答正确,”他说道。
καὶ οὔπω σφόδρα τι ταῦτα εἴρητο τῷ Εὐθυδήμῳ, καὶ ὁ Διονυσόδωρος ὥσπερ σφαῖραν ἐκδεξάμενος τὸν λόγον πάλιν ἐστοχάζετο τοῦ μειρακίου, καὶ εἶπεν· Ἐξαπατᾷ σε Εὐθύδημος, ὦ Κλεινία.
而欧绪德谟还没把这些话完全说完,狄奥尼索多洛就像接球一样接过了话柄,再次瞄准那孩子说道: “欧绪德谟在欺骗你,克莱尼亚斯。
εἰπὲ γάρ μοι, τὸ μανθάνειν οὐκ ἐπιστήμην ἐστὶ λαμβάνειν τούτου οὗ ἄν τις μανθάνῃ;
请告诉我,学习难道不是获得你所学习的那种东西的知识吗?
—ὡμολόγει ὁ Κλεινίας.
” ——克莱尼亚斯承认了。
—
τὸ δʼ ἐπίστασθαι,
ἦ δʼ ὅς,
ἄλλο τι ἢ ἔχειν ἐπιστήμην ἤδη ἐστίν;
—— “而知道,”他说道,“不就是已经拥有知识吗?
—συνέφη.
” ——他同意了。
—
τὸ ἄρα μὴ ἐπίστασθαι μήπω ἔχειν ἐπιστήμην ἐστίν;
—— “那么,不知道就是还没有拥有知识了?
—ὡμολόγει αὐτῷ.
” ——他向他承认了。
—
πότερον οὖν εἰσιν οἱ λαμβάνοντες ὁτιοῦν οἱ ἔχοντες ἤδη ἢ οἳ ἂν μὴ ἔχωσιν;
—— “那么,获得任何东西的人,是那些已经拥有的人,还是那些没有拥有的人?
—
οἳ ἂν μή.
” ——“那些没有拥有的人。
—
οὐκοῦν ὡμολόγηκας εἶναι τούτων καὶ τοὺς μὴ ἐπισταμένους, τῶν μὴ ἐχόντων;
”—— “那么你已经承认,不知道的人也属于那些没有拥有的人之中了?
—κατένευσε.
” ——他点头。
—
τῶν λαμβανόντων ἄρʼ εἰσὶν οἱ μανθάνοντες, ἀλλʼ οὐ τῶν ἐχόντων;
—— “那么学习的人属于获得者,而不属于拥有者了?
—συνέφη.
” ——他同意了。
—
οἱ μὴ ἐπιστάμενοι ἄρα, ἔφη, μανθάνουσιν, ὦ Κλεινία, ἀλλʼ οὐχ οἱ ἐπιστάμενοι.
—— “那么,克莱尼亚斯,”他说道,“学习的是不知道的人,而不是知道的人。
ἔτι δὴ ἐπὶ τὸ τρίτον καταβαλῶν ὥσπερ πάλαισμα ὥρμα ὁ Εὐθύδημος τὸν νεανίσκον· καὶ ἐγὼ γνοὺς βαπτιζόμενον τὸ μειράκιον, βουλόμενος ἀναπαῦσαι αὐτό, μὴ ἡμῖν ἀποδειλιάσειε, παραμυθούμενος εἶπον· ὦ Κλεινία, μὴ θαύμαζε εἴ σοι φαίνονται ἀήθεις οἱ λόγοι.
” 欧绪德谟正要像摔跤时使出第三次摔投一样,对这青年发起攻势;我看出这孩子快要支持不住了,为了让他休息一下,以免他在我们面前丧失勇气,我便安慰着说道:“克莱尼亚斯,如果这些论证对你来说显得古怪,不要感到惊奇。
ἴσως γὰρ οὐκ αἰσθάνῃ οἷον ποιεῖτον τὼ ξένω περὶ σέ·
因为你也许没有察觉到这两位外邦人在对你做什么。
ποιεῖτον δὲ ταὐτὸν ὅπερ οἱ ἐν τῇ τελετῇ τῶν Κορυβάντων, ὅταν τὴν θρόνωσιν ποιῶσιν περὶ τοῦτον ὃν ἂν μέλλωσι τελεῖν.
他们正在做的事情,就和科里班特斯仪式中,那些为将要入信的人举行‘奠座礼’时所做的一样。
καὶ γὰρ ἐκεῖ χορεία τίς ἐστι καὶ παιδιά, εἰ ἄρα καὶ τετέλεσαι· καὶ νῦν τούτω οὐδὲν ἄλλο ἢ χορεύετον περὶ σὲ καὶ οἷον ὀρχεῖσθον παίζοντε, ὡς μετὰ τοῦτο τελοῦντε.
因为那里也有一种舞蹈和戏耍,如果你确实入信过的话;而现在这两位也没有做别的事,只是在你周围跳舞,像是在用舞蹈戏耍,以便在此之后为你举行入信礼。
νῦν οὖν νόμισον τὰ πρῶτα τῶν ἱερῶν ἀκούειν τῶν σοφιστικῶν.
所以现在,请相信你听到的是智者派仪式的序幕。
§278ΣΩ. πρῶτον γάρ, ὥς φησι Πρόδικος, περὶ ὀνομάτων ὀρθότητος μαθεῖν δεῖ· ὃ δὴ καὶ ἐνδείκνυσθόν σοι τὼ ξένω, ὅτι οὐκ ᾔδησθα τὸ μανθάνειν ὅτι οἱ ἄνθρωποι καλοῦσι μὲν ἐπὶ τῷ τοιῷδε, ὅταν τις ἐξ ἀρχῆς μηδεμίαν ἔχων ἐπιστήμην περὶ πράγματός τινος ἔπειτα ὕστερον αὐτοῦ λαμβάνῃ τὴν ἐπιστήμην, καλοῦσι δὲ ταὐτὸν τοῦτο καὶ ἐπειδὰν ἔχων ἤδη τὴν ἐπιστήμην ταύτῃ τῇ ἐπιστήμῃ ταὐτὸν τοῦτο πρᾶγμα ἐπισκοπῇ ἢ πραττόμενον ἢ λεγόμενον—μᾶλλον μὲν αὐτὸ συνιέναι καλοῦσιν ἢ μανθάνειν, ἔστι δʼ ὅτε καὶ μανθάνειν—σὲ δὲ τοῦτο, ὡς οὗτοι ἐνδείκνυνται, διαλέληθεν, ταὐτὸν ὄνομα ἐπʼ ἀνθρώποις ἐναντίως ἔχουσιν κείμενον, τῷ τε εἰδότι καὶ ἐπὶ τῷ μή·
” 苏格拉底:“因为首先,正如普罗迪科所说,必须学习名字的正确性;这两位外邦人也正是向你展示这一点,因为你不知道人们在以下情况下会称之为‘学习’:当某人一开始对某件事完全没有知识,后来得到了它的知识;同时,当他已经拥有知识,并用这同一个知识去考察这同一个被做或被说的事物时,他们也称之为同一个词——他们称之为‘理解’多于‘学习’,但有时也称之为‘学习’——而正如他们所展示的,你忽略了这一点,即同一个名字被施加在处于相反状态的人身上,既施加在知道的人身上,也施加在不知道的人身上。
παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐν τῷ δευτέρῳ ἐρωτήματι, ἐν ᾧ ἠρώτων σε πότερα μανθάνουσιν οἱ ἄνθρωποι ἃ ἐπίστανται ἢ ἃ μή.
与此类似的还有第二个问题,在那个问题中他们问你,人们学习的是他们知道的事情还是他们不知道的事情。
ταῦτα δὴ τῶν μαθημάτων παιδιά ἐστιν—διὸ καί φημι ἐγώ σοι τούτους προσπαίζειν—παιδιὰν δὲ λέγω διὰ ταῦτα, ὅτι, εἰ καὶ πολλά τις ἢ καὶ πάντα τὰ τοιαῦτα μάθοι, τὰ μὲν πράγματα οὐδὲν ἂν μᾶλλον εἰδείη πῇ ἔχει, προσπαίζειν δὲ οἷός τʼ ἂν εἴη τοῖς ἀνθρώποις διὰ τὴν τῶν ὀνομάτων διαφορὰν ὑποσκελίζων καὶ ἀνατρέπων, ὥσπερ οἱ τὰ σκολύθρια τῶν μελλόντων καθιζήσεσθαι ὑποσπῶντες χαίρουσι καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατετραμμένον.
这些确实是学问的戏耍——因此我也对你说,这些人是在和你开玩笑——我之所以称之为戏耍,是因为即使有人学会了许多甚至所有这类事情,他也绝不会更清楚事物的实际情况,而只能利用名字的差异来戏耍人们,绊倒他们并推翻他们,就像那些拉开将要坐下的人的凳子,当看到他们仰面摔倒时便高兴和大笑的人一样。
ταῦτα μὲν οὖν σοι παρὰ τούτων νόμιζε παιδιὰν γεγονέναι· τὸ δὲ μετὰ ταῦτα δῆλον ὅτι τούτω γέ σοι αὐτὼ τὰ σπουδαῖα ἐνδείξεσθον, καὶ ἐγὼ ὑφηγήσομαι αὐτοῖν ἵνα μοι ὃ ὑπέσχοντο ἀποδῶσιν.
所以,请把这些看作他们对你的戏耍;但在这之后,显然他们两位自己会向你展示严肃的事情,而我将为他们引路,以便他们回报我他们所承诺的事情。
ἐφάτην γὰρ ἐπιδείξασθαι τὴν προτρεπτικὴν σοφίαν· νῦν δέ, μοι δοκεῖ, δεῖν ᾠηθήτην πρότερον παῖσαι πρὸς σέ.
因为他们说过要展示劝导性的智慧;但现在,在我看来,他们认为必须先和你开玩笑。
ταῦτα μὲν οὖν, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε, πεπαίσθω τε ὑμῖν, καὶ ἴσως ἱκανῶς ἔχει· τὸ δὲ δὴ μετὰ ταῦτα ἐπιδείξατον προτρέποντε τὸ μειράκιον ὅπως χρὴ σοφίας τε καὶ ἀρετῆς ἐπιμεληθῆναι.
那么,欧绪德谟和狄奥尼索多洛,这场玩笑就到此为止吧,也许已经足够了;接下来,请展示你们的劝导,引导这孩子明白必须如何致力于智慧和美德。
πρότερον δʼ ἐγὼ σφῷν ἐνδείξομαι οἷον αὐτὸ ὑπολαμβάνω καὶ οἵου αὐτοῦ ἐπιθυμῶ ἀκοῦσαι.
不过,首先我将向你们展示我如何理解它,以及我想听到什么样的内容。
ἐὰν οὖν δόξω ὑμῖν ἰδιωτικῶς τε καὶ γελοίως αὐτὸ ποιεῖν, μή μου καταγελᾶτε· ὑπὸ προθυμίας γὰρ τοῦ ἀκοῦσαι τῆς ὑμετέρας σοφίας τολμήσω ἀπαυτοσχεδιάσαι ἐναντίον ὑμῶν.
如果我做这件事的方式在你们看来显得外行和可笑,请不要嘲笑我;因为出于急于听到你们智慧的热望,我敢于在你们面前临时即兴发挥。
ἀνάσχεσθον οὖν ἀγελαστὶ ἀκούοντες αὐτοί τε καὶ οἱ μαθηταὶ ὑμῶν·
因此,请你们和你们的学生都耐心地听着,不要发笑。
σὺ δέ μοι, ὦ παῖ Ἀξιόχου, ἀπόκριναι.
而你,阿克西奥科斯的儿子,请回答我。
ἆρά γε πάντες ἄνθρωποι βουλόμεθα εὖ πράττειν;
我们所有人难道都想过得好吗?
ἢ τοῦτο μὲν ἐρώτημα ὧν νυνδὴ ἐφοβούμην ἓν τῶν καταγελάστων;
还是说,这个问题也是我刚才所担心的那些可笑问题之一?
ἀνόητον γὰρ δήπου καὶ τὸ ἐρωτᾶν τὰ τοιαῦτα·
因为问这样的话确实是愚蠢的;因为世人中谁不想过得好呢?
τίς γὰρ οὐ βούλεται ἀνθρώπων εὖ πράττειν; —
”