§217τῷ ἀγαθῷ ἄρα τὸ μήτε ἀγαθὸν μήτε κακὸν μόνῳ μόνον συμβαίνει γίγνεσθαι φίλον.
したがって、善いものにとってのみ、善でも悪でもないもののみが、友となるということが起こるのだ。
—
ἀνάγκη, ὡς ἔοικεν. ἆρʼ οὖν καὶ καλῶς, ἦν δʼ ἐγώ, ὦ παῖδες, ὑφηγεῖται ἡμῖν τὸ νῦν λεγόμενον;
— 「そのようですね、不可避です」「では、少年たちよ、と私は言った、今言われていることは私たちを正しく導いてくれているだろうか。
εἰ γοῦν θέλοιμεν ἐννοῆσαι τὸ ὑγιαῖνον σῶμα, οὐδὲν ἰατρικῆς δεῖται οὐδὲ ὠφελίας·
たとえば、健康な体を思い浮かべてみよう。 それは医術も助けもまったく必要としない。
ἱκανῶς γὰρ ἔχει, ὥστε ὑγιαίνων οὐδεὶς ἰατρῷ φίλος διὰ τὴν ὑγίειαν.
十分に足りているからだ。 したがって、健康である者は誰も、健康であることのゆえに医者の友とはならない。
ἦ γάρ; —
οὐδείς. —ἀλλʼ ὁ κάμνων οἶμαι διὰ τὴν νόσον. —
πῶς γὰρ οὔ; —νόσος μὲν δὴ κακόν, ἰατρικὴ δὲ ὠφέλιμον καὶ ἀγαθόν. —
ναί. —σῶμα δέ γέ που κατὰ τὸ σῶμα εἶναι οὔτε ἀγαθὸν οὔτε κακόν. —
οὕτως. —ἀναγκάζεται δέ γε σῶμα διὰ νόσον ἰατρικὴν ἀσπάζεσθαι καὶ φιλεῖν. —
δοκεῖ μοι. —τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν φίλον γίγνεται τοῦ ἀγαθοῦ διὰ κακοῦ παρουσίαν. —
ἔοικεν. —δῆλον δέ γε ὅτι πρὶν γενέσθαι αὐτὸ κακὸν ὑπὸ τοῦ κακοῦ οὗ ἔχει.
そうではないか」— 「誰もなりません」 —「だが、病んでいる者は、病気のゆえに(医者の友になる)と私は思う」— 「どうしてそうでないことがあり得ましょう」 —「病気は悪であり、医術は有益であり善であるね」— 「はい」 —「そして体は、おそらく体である限りにおいては、善でも悪でもない」— 「その通りです」 —「しかし、体は病気のゆえに、医術を歓迎し、愛することを強制される」— 「そのように思われます」 —「したがって、善でも悪でもないものが、悪の存在のゆえに、善いものの友となるのだ」— 「そのようですね」 —「しかも明らかに、それ自身が、自分が持っている悪によって悪くなってしまう前のことだ。
οὐ γὰρ δή γε κακὸν γεγονὸς ἔτι ἄν τι τοῦ ἀγαθοῦ ἐπιθυμοῖ καὶ φίλον εἴη·
というのも、すでに悪くなってしまったものは、もはや善を欲することもなく、その友であることもないだろうからね。
ἀδύνατον γὰρ ἔφαμεν κακὸν ἀγαθῷ φίλον εἶναι. —
ἀδύνατον γάρ. —σκέψασθε δὴ ὃ λέγω.
悪が善の友となることは不可能だと、私たちは言ったのだから」— 「不可能ですからね」 —「では、私の言うことを検討してくれ。
λέγω γὰρ ὅτι ἔνια μέν, οἷον ἂν ᾖ τὸ παρόν, τοιαῦτά ἐστι καὶ αὐτά, ἔνια δὲ οὔ.
私の言うのはこういうことだ。 あるものは、そこに存在するものがどのようなものであるかによって、それら自身もそのようなものになるが、他のものはそうならないということだ。
ὥσπερ εἰ ἐθέλοι τις χρώματί τῳ ὁτιοῦν ἀλεῖψαι, πάρεστίν που τῷ ἀλειφθέντι τὸ ἐπαλειφθέν. —
πάνυ γε. —ἆρʼ οὖν καὶ ἔστιν τότε τοιοῦτον τὴν χρόαν τὸ ἀλειφθέν, οἷον τὸ ἐπόν;
たとえば、ある人が何であれ何かの染料を何かに塗ろうと望む場合、塗られたものには、その塗られたものが存在するわけだ」— 「もちろんです」 —「では、そのとき、塗られたものはその色において、上にあるものと同じようなものになるだろうか。
—
οὐ μανθάνω,
ἦ δʼ ὅς.
」— 「理解できません」と彼は言った。
—ἀλλʼ ὧδε, ἦν δʼ ἐγώ.
—「いや、こういうことだ、と私は言った。
εἴ τίς σου ξανθὰς οὔσας τὰς τρίχας ψιμυθίῳ ἀλείψειεν, πότερον τότε λευκαὶ εἶεν ἢ φαίνοιντʼ ἄν; —
φαίνοιντʼ ἄν,
ἦ δʼ ὅς.
もし誰かが君の金髪に鉛白を塗ったとしたら、そのとき髪は白いのだろうか、それとも白く見えるだけなのだろうか」— 「白く見えるだけでしょう」と彼は言った。
—καὶ μὴν παρείη γʼ ἂν αὐταῖς λευκότης. —
ναί. —ἀλλʼ ὅμως οὐδέν τι μᾶλλον ἂν εἶεν λευκαί πω, ἀλλὰ παρούσης λευκότητος οὔτε τι λευκαὶ οὔτε μέλαιναί εἰσιν. —
ἀληθῆ. —ἀλλʼ ὅταν δή, ὦ φίλε, τὸ γῆρας αὐταῖς ταὐτὸν τοῦτο χρῶμα ἐπαγάγῃ, τότε ἐγένοντο οἷόνπερ τὸ παρόν, λευκοῦ παρουσίᾳ λευκαί. —
πῶς γὰρ οὔ;
—「しかし、実際、髪には白さが存在しているわけだね」— 「はい」 —「それでもなお、髪は少しも白いわけではなく、白さが存在しているのに、白いわけでも黒いわけでもない」— 「その通りです」 —「しかし、友よ、老いが髪にこの同じ色をもたらしたときには、そのときこそ、存在する物と同じものになり、白さの存在によって白くなるのだ」— 「どうしてそうでないことがあり得ましょう」 —「そこで私は、さっきこのことを尋ねていたのだ。
—τοῦτο τοίνυν ἐρωτῶ νῦν δή, εἰ ᾧ ἄν τι παρῇ, τοιοῦτον ἔσται τὸ ἔχον οἷον τὸ παρόν· ἢ ἐὰν μὲν κατά τινα τρόπον παρῇ, ἔσται, ἐὰν δὲ μή, οὔ; —
οὕτω μᾶλλον,
ἔφη.
何かが存在している対象は、存在する物と同じようなものになるのか、それとも、ある方法で存在しているときにはそうなるが、そうでないときにはならないのか、と」— 「後者のほうだと思われます」と彼は言った。
—καὶ τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν ἐνίοτε κακοῦ παρόντος οὔπω κακόν ἐστιν, ἔστιν δʼ ὅτε ἤδη τὸ τοιοῦτον γέγονεν. —
πάνυ γε. —οὐκοῦν ὅταν μήπω κακὸν ᾖ κακοῦ παρόντος, αὕτη μὲν ἡ παρουσία ἀγαθοῦ αὐτὸ ποιεῖ ἐπιθυμεῖν· ἡ δὲ κακὸν ποιοῦσα ἀποστερεῖ αὐτὸ τῆς τε ἐπιθυμίας ἅμα καὶ τῆς φιλίας τοῦ ἀγαθοῦ.
—「とすれば、善でも悪でもないものは、悪が存在しているときでも、ときにはまだ悪ではなく、またときにはすでにそうなってしまっているということだ」— 「もちろんです」 —「そうすると、悪が存在しているのにまだ悪になっていないとき、この存在の仕方はそれに善を欲させ、一方で、悪にしてしまう存在の仕方は、欲求と同時に善への友愛をもそれから奪い去るのだ」