§217τῷ ἀγαθῷ ἄρα τὸ μήτε ἀγαθὸν μήτε κακὸν μόνῳ μόνον συμβαίνει γίγνεσθαι φίλον.
因此,只有对善者而言,那既非善也非恶的东西才成了它唯一的友。
—
ἀνάγκη, ὡς ἔοικεν.
— “看来是必须的。
ἆρʼ οὖν καὶ καλῶς, ἦν δʼ ἐγώ, ὦ παῖδες, ὑφηγεῖται ἡμῖν τὸ νῦν λεγόμενον;
” “那么,孩子们,”我说道,“我们现在所说的,是否能很好地引导我们呢?
εἰ γοῦν θέλοιμεν ἐννοῆσαι τὸ ὑγιαῖνον σῶμα, οὐδὲν ἰατρικῆς δεῖται οὐδὲ ὠφελίας· ἱκανῶς γὰρ ἔχει, ὥστε ὑγιαίνων οὐδεὶς ἰατρῷ φίλος διὰ τὴν ὑγίειαν.
例如,如果我们想一想健康的身体,它根本不需要医术或帮助;因为它已经足够了,所以没有一个健康的人会因为健康而成为医生的朋友。
ἦ γάρ;
难道不是吗?
—
οὐδείς.
”— “没有。
—ἀλλʼ ὁ κάμνων οἶμαι διὰ τὴν νόσον.
” —“但我认为,生病的人是因为疾病而成为朋友的。
—
πῶς γὰρ οὔ;
”— “怎么会不呢?
—νόσος μὲν δὴ κακόν, ἰατρικὴ δὲ ὠφέλιμον καὶ ἀγαθόν.
” —“疾病确实是恶,而医术是有益且善的。
—
ναί.
”— “是的。
—σῶμα δέ γέ που κατὰ τὸ σῶμα εἶναι οὔτε ἀγαθὸν οὔτε κακόν.
” —“而身体,想必就其为身体而言,既非善也非恶。
—
οὕτως.
”— “正是这样。
—ἀναγκάζεται δέ γε σῶμα διὰ νόσον ἰατρικὴν ἀσπάζεσθαι καὶ φιλεῖν.
” —“但是,身体因为疾病,被迫去欢迎和喜爱医术。
—
δοκεῖ μοι.
”— “我觉得是这样。
—τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν φίλον γίγνεται τοῦ ἀγαθοῦ διὰ κακοῦ παρουσίαν.
” —“因此,既非恶也非善的东西,由于恶的存在,成了善的朋友。
—
ἔοικεν.
”— “看来是这样。
—δῆλον δέ γε ὅτι πρὶν γενέσθαι αὐτὸ κακὸν ὑπὸ τοῦ κακοῦ οὗ ἔχει.
” —“而且显然,是在它自身因其所拥有的恶而变得邪恶之前。
οὐ γὰρ δή γε κακὸν γεγονὸς ἔτι ἄν τι τοῦ ἀγαθοῦ ἐπιθυμοῖ καὶ φίλον εἴη· ἀδύνατον γὰρ ἔφαμεν κακὸν ἀγαθῷ φίλον εἶναι.
因为一旦它变得邪恶,肯定就再也不会渴望善,也不会成为善的朋友了;因为我们说过,恶不可能成为善的朋友。
—
ἀδύνατον γάρ.
”— “确实是不可能的。
—σκέψασθε δὴ ὃ λέγω.
” —“那么考虑一下我所说的。
λέγω γὰρ ὅτι ἔνια μέν, οἷον ἂν ᾖ τὸ παρόν, τοιαῦτά ἐστι καὶ αὐτά, ἔνια δὲ οὔ.
因为我是说,有些东西,无论其存在者是什么,它们自身也变得像它一样,而有些东西则不然。
ὥσπερ εἰ ἐθέλοι τις χρώματί τῳ ὁτιοῦν ἀλεῖψαι, πάρεστίν που τῷ ἀλειφθέντι τὸ ἐπαλειφθέν.
就像如果有人想用任何一种颜料涂抹某物,那被涂抹之物上,想必就存在着被涂上去的东西。
—
πάνυ γε.
”— “当然。
—ἆρʼ οὖν καὶ ἔστιν τότε τοιοῦτον τὴν χρόαν τὸ ἀλειφθέν, οἷον τὸ ἐπόν;
” —“那么在那个时候,被涂抹之物在颜色上也会变得和涂在其上的东西一样吗?
—
οὐ μανθάνω,
ἦ δʼ ὅς.
”— “我不明白,” 他说。
—ἀλλʼ ὧδε, ἦν δʼ ἐγώ.
—““而是这样,”我说道。
εἴ τίς σου ξανθὰς οὔσας τὰς τρίχας ψιμυθίῳ ἀλείψειεν, πότερον τότε λευκαὶ εἶεν ἢ φαίνοιντʼ ἄν;
“如果有人在你金黄色的头发上涂上白铅,那么它那时是真的变白了,还是只是显得白?
—
φαίνοιντʼ ἄν,
ἦ δʼ ὅς.
””— “显得白,” 他说。
—καὶ μὴν παρείη γʼ ἂν αὐταῖς λευκότης.
—““然而,白确实存在于它们之中。
—
ναί.
””— “是的。
—ἀλλʼ ὅμως οὐδέν τι μᾶλλον ἂν εἶεν λευκαί πω, ἀλλὰ παρούσης λευκότητος οὔτε τι λευκαὶ οὔτε μέλαιναί εἰσιν.
” —““但尽管如此,它们却一点也没有因此变得更白,而是尽管白存在着,它们既不是白的,也不是黑的。
—
ἀληθῆ.
””— “确实如此。
—ἀλλʼ ὅταν δή, ὦ φίλε, τὸ γῆρας αὐταῖς ταὐτὸν τοῦτο χρῶμα ἐπαγάγῃ, τότε ἐγένοντο οἷόνπερ τὸ παρόν, λευκοῦ παρουσίᾳ λευκαί.
” —““但是,我的朋友,当衰老给它们带来这完全相同的颜色时,那时它们就变得和存在者一样,因为白的出现而变白了。
—
πῶς γὰρ οὔ;
””— “怎么会不呢?
—τοῦτο τοίνυν ἐρωτῶ νῦν δή, εἰ ᾧ ἄν τι παρῇ, τοιοῦτον ἔσται τὸ ἔχον οἷον τὸ παρόν· ἢ ἐὰν μὲν κατά τινα τρόπον παρῇ, ἔσται, ἐὰν δὲ μή, οὔ;
” —““这就是我刚才问的问题:凡是存在某物的东西,是不是其拥有者都会变得像那存在者一样;或者说,如果以某种方式存在,它就会变,而如果不以那种方式,就不会?
—
οὕτω μᾶλλον,
ἔφη.
””— “更应该是后一种方式,” 他说。
—καὶ τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν ἐνίοτε κακοῦ παρόντος οὔπω κακόν ἐστιν, ἔστιν δʼ ὅτε ἤδη τὸ τοιοῦτον γέγονεν.
—““因此,既非恶也非善的东西,在恶存在时,有时还不是恶,但有时它已经变成了恶。
—
πάνυ γε.
””— “当然。
—οὐκοῦν ὅταν μήπω κακὸν ᾖ κακοῦ παρόντος, αὕτη μὲν ἡ παρουσία ἀγαθοῦ αὐτὸ ποιεῖ ἐπιθυμεῖν· ἡ δὲ κακὸν ποιοῦσα ἀποστερεῖ αὐτὸ τῆς τε ἐπιθυμίας ἅμα καὶ τῆς φιλίας τοῦ ἀγαθοῦ.
” —““因此,当恶存在而它还不是恶时,这种存在方式会使它渴望善;但使它变恶的那种存在方式,则同时剥夺了它的渴望以及对善的友谊。 ””