§205εἶεν, ἦν δʼ ἐγώ, ὦ Ἱππόθαλες, ὡς γενναῖον καὶ νεανικὸν τοῦτον τὸν ἔρωτα πανταχῇ ἀνηῦρες·
「よし」と私は言った。 「ヒッポタレスよ、なんと気高く、若々しい愛を、君はあらゆる点で見出したことか。
καί μοι ἴθι ἐπίδειξαι ἃ καὶ τοῖσδε ἐπιδείκνυσαι, ἵνα εἰδῶ εἰ ἐπίστασαι ἃ χρὴ ἐραστὴν περὶ παιδικῶν πρὸς αὐτὸν ἢ πρὸς ἄλλους λέγειν.
さあ、君がこの者たちにも披露しているものを、私にも見せてくれたまえ。 愛する者が、愛される者について、本人あるいは他人に何を語るべきかを、君がわきまえているかどうかを知りたいのだ。
τούτων δέ τι,
ἔφη,
σταθμᾷ, ὦ Σώκρατες, ὧν ὅδε λέγει;
」「ソクラテスよ、と彼は言った。 この男が言うこれらのことを、少しでも重く受け止めるのかね?
πότερον, ἦν δʼ ἐγώ, καὶ τὸ ἐρᾶν ἔξαρνος εἶ οὗ λέγει ὅδε;
」「どうなのだ」と私は言った。 「この男の言うように、君が恋をしていることさえも否定するのかね?
οὐκ ἔγωγε,
ἔφη,
ἀλλὰ μὴ ποιεῖν εἰς τὰ παιδικὰ μηδὲ συγγράφειν.
」「そんなことはない」と彼は言った。 「しかし、愛する者に向けて詩を作ったり、著作を書いたりしていることは否定する。
οὐχ ὑγιαίνει,
ἔφη ὁ Κτήσιππος,
ἀλλὰ ληρεῖ τε καὶ μαίνεται.
」「彼は正気ではないのだ」とクテシッポスは言った。 「たわごとを言って、狂っているのだ。
καὶ ἐγὼ εἶπον·
」そこで私は言った。
ὦ Ἱππόθαλες, οὔ τι τῶν μέτρων δέομαι ἀκοῦσαι οὐδὲ μέλος εἴ τι πεποίηκας εἰς τὸν νεανίσκον, ἀλλὰ τῆς διανοίας, ἵνα εἰδῶ τίνα τρόπον προσφέρῃ πρὸς τὰ παιδικά.
「ヒッポタレスよ、私は詩の韻律を聞きたいわけでも、その若者のために作った歌があるならそれを聴きたいわけでもない。 そうではなく、君の考えを知りたいのだ。 君がどのような方法で愛する者にアプローチしているかを知るためにね。
ὅδε δήπου σοι,
ἔφη,
ἐρεῖ·
」「それなら、きっとこの男がと彼は言った。 君に語ってくれるだろう。
ἀκριβῶς γὰρ ἐπίσταται καὶ μέμνηται, εἴπερ, ὡς λέγει, ὑπʼ ἐμοῦ ἀεὶ ἀκούων διατεθρύληται.
彼は正確に知っており、覚えているのだから。 もし彼が言うように、私からいつも聞かされて耳にタコができているのならね。
νὴ τοὺς θεούς,
ἔφη ὁ Κτήσιππος,
πάνυ γε.
」「神々に誓って」とクテシッポスは言った。 「全くその通りだ。
καὶ γάρ ἐστι καταγέλαστα, ὦ Σώκρατες.
それに、ソクラテスよ、実に滑稽なのだ。
τὸ γὰρ ἐραστὴν ὄντα καὶ διαφερόντως τῶν ἄλλων τὸν νοῦν προσέχοντα τῷ παιδὶ ἴδιον μὲν μηδὲν ἔχειν λέγειν ὃ οὐχὶ κἂν παῖς εἴποι, πῶς οὐχὶ καταγέλαστον;
誰よりもその少年に心を寄せている愛する者でありながら、子供でも言えるようなこと以外に、自分独自の語るべきことを何一つ持っていないなどとは、どうして滑稽でないことがあろうか。
ἃ δὲ ἡ πόλις ὅλη ᾁδει περὶ Δημοκράτους καὶ Λύσιδος τοῦ πάππου τοῦ παιδὸς καὶ πάντων πέρι τῶν προγόνων, πλούτους τε καὶ ἱπποτροφίας καὶ νίκας Πυθοῖ καὶ Ἰσθμοῖ καὶ Νεμέᾳ τεθρίπποις τε καὶ κέλησι, ταῦτα ποιεῖ τε καὶ λέγει, πρὸς δὲ τούτοις ἔτι τούτων κρονικώτερα.
町中が歌い立てているようなこと、すなわちデモクラテスや、少年の祖父リュシス、そして先祖一同についてのこと、彼らの富や、馬の飼育、ピュトやイストモスやネメアにおける四頭立て戦車や単騎での勝利、こうしたことを彼は詩に作り、語るのだ。 その上、これらよりもさらに古臭いことまで持ち出すのだ。
τὸν γὰρ τοῦ Ἡρακλέους ξενισμὸν πρῴην ἡμῖν ἐν ποιήματί τινι διῄει, ὡς διὰ τὴν τοῦ Ἡρακλέους συγγένειαν ὁ πρόγονος αὐτῶν ὑποδέξαιτο τὸν Ἡρακλέα, γεγονὼς αὐτὸς ἐκ Διός τε καὶ τῆς τοῦ δήμου ἀρχηγέτου θυγατρός, ἅπερ αἱ γραῖαι ᾁδουσι, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὦ Σώκρατες·
先日も、ヘラクレスを接待した話をある詩の中で語ってくれた。 ヘラクレスとの親戚関係のゆえに、彼らの先祖がヘラクレスを迎え入れたというのだ。 その先祖自身、ゼウスと、この区の創設者の娘との間に生まれたのだという。 老婆たちが歌うようなたわごとや、その他多くのそんな話をね、ソクラテスよ。
ταῦτʼ ἐστὶν ἃ οὗτος λέγων τε καὶ ᾁδων ἀναγκάζει καὶ ἡμᾶς ἀκροᾶσθαι.
彼が語り、歌い、私たちにも無理やり聴かせるのは、こうしたことなのだ。
καὶ ἐγὼ ἀκούσας εἶπον·
」これを聞いて私は言った。
ὦ καταγέλαστε Ἱππόθαλες, πρὶν νενικηκέναι ποιεῖς τε καὶ ᾁδεις εἰς σαυτὸν ἐγκώμιον;
「滑稽なヒッポタレスよ、勝利を収める前に、君は自分自身への賛歌を作って歌っているのかね?
ἀλλʼ οὐκ εἰς ἐμαυτόν,
ἔφη,
ὦ Σώκρατες, οὔτε ποιῶ οὔτε ᾁδω.
」「いや、自分自身に向けてと彼は言った。 作ったり歌ったりしているのではないよ、ソクラテス。
οὐκ οἴει γε, ἦν δʼ ἐγώ.
」「君はそう思っていないだけだ」と私は言った。
τὸ δὲ πῶς ἔχει;
「ではどういうことかね?
ἔφη.
」と彼は言った。
πάντων μάλιστα, εἶπον, εἰς σὲ τείνουσιν αὗται αἱ ᾠδαί.
「何よりもまず、これらすべての歌は君自身に向かっているのだ」と私は言った。
§206ἐὰν μὲν γὰρ ἕλῃς τὰ παιδικὰ τοιαῦτα ὄντα, κόσμος σοι ἔσται τὰ λεχθέντα καὶ ᾀσθέντα καὶ τῷ ὄντι ἐγκώμια ὥσπερ νενικηκότι, ὅτι τοιούτων παιδικῶν ἔτυχες·
「というのも、もし君がそのような者である愛する者を射止めたなら、語られ歌われたことは君の装飾となり、そのような愛する者を得たということで、真に勝利者のような君への賛歌となるだろうからだ。
ἐὰν δέ σε διαφύγῃ, ὅσῳ ἂν μείζω σοι εἰρημένα ᾖ ἐγκώμια περὶ τῶν παιδικῶν, τοσούτῳ μειζόνων δόξεις καλῶν τε καὶ ἀγαθῶν ἐστερημένος καταγέλαστος εἶναι.
しかし、もし彼が君から逃げていってしまったなら、愛する者について君が語った賛辞が大きければ大きいほど、それだけ大きな、美しく善きものを奪われた者として、君は滑稽に見えることになるだろう。
ὅστις οὖν τὰ ἐρωτικά, ὦ φίλε, σοφός, οὐκ ἐπαινεῖ τὸν ἐρώμενον πρὶν ἂν ἕλῃ, δεδιὼς τὸ μέλλον ὅπῃ ἀποβήσεται.
それゆえ、友よ、恋愛において賢い者は、将来がどのように転ぶかを恐れて、射止めるまでは愛する者を称賛しないものなのだ。
καὶ ἅμα οἱ καλοί, ἐπειδάν τις αὐτοὺς ἐπαινῇ καὶ αὔξῃ, φρονήματος ἐμπίμπλανται καὶ μεγαλαυχίας·
それに同時に、美男子というものは、誰かが自分たちを称賛し、持ち上げると、高慢さと誇りでいっぱいになってしまう。
ἢ οὐκ οἴει;
そうは思わないかね?
ἔγωγε,
ἔφη.
」「思います」と彼は言った。
οὐκοῦν ὅσῳ ἂν μεγαλαυχότεροι ὦσιν, δυσαλωτότεροι γίγνονται;
「では、彼らが誇り高くなればなるほど、それだけ手に入れにくくなるのではないかね?
εἰκός γε.
」「確かに、その通りです。
ποῖός τις οὖν ἄν σοι δοκεῖ θηρευτὴς εἶναι, εἰ ἀνασοβοῖ θηρεύων καὶ δυσαλωτοτέραν τὴν ἄγραν ποιοῖ;
」「では、もし猟をしていて獲物を脅し散らし、手に入れにくくするような猟師がいたら、君にはどのような猟師だと思われるかね?
δῆλον ὅτι φαῦλος.
」「言うまでもなく、下手な猟師です。
καὶ μὲν δὴ λόγοις τε καὶ ᾠδαῖς μὴ κηλεῖν ἀλλʼ ἐξαγριαίνειν πολλὴ ἀμουσία·
」「そして実際、言葉や歌によって魅了するのではなく、かえって荒立たせて手なずけられなくするのは、大いなる無調法というものだ。
ἦ γάρ;
そうではないかね?
δοκεῖ μοι.
」「そのように思われます。
σκόπει δή, ὦ Ἱππόθαλες, ὅπως μὴ πᾶσι τούτοις ἔνοχον σαυτὸν ποιήσεις διὰ τὴν ποίησιν·
」「それならヒッポタレスよ、自分の詩作によって、これらすべての非難に自分が当てはまることのないようによく注意したまえ。
καίτοι οἶμαι ἐγὼ ἄνδρα ποιήσει βλάπτοντα ἑαυτὸν οὐκ ἄν σε ἐθέλειν ὁμολογῆσαι ὡς ἀγαθός ποτʼ ἐστὶν ποιητής, βλαβερὸς ὢν ἑαυτῷ.
もっとも、自分の詩作によって自分自身を害するような男を、自分にとって有害であるにもかかわらず、優れた詩人であると君が進んで認めることはないと思うがね。
οὐ μὰ τὸν Δία,
ἔφη·
」「ゼウスにかけて、認めません」と彼は言った。
πολλὴ γὰρ ἂν ἀλογία εἴη.
「それは大変な不合理ですから。
ἀλλὰ διὰ ταῦτα δή σοι, ὦ Σώκρατες, ἀνακοινοῦμαι, καὶ εἴ τι ἄλλο ἔχεις, συμβούλευε τίνα ἄν τις λόγον διαλεγόμενος ἢ τί πράττων προσφιλὴς παιδικοῖς γένοιτο.
しかし、まさにそのためにこそ、ソクラテスよ、私は君に相談しているのだ。 もし何か他に知恵があるなら、どのような言葉を交わし、あるいはどのような行動をすれば、愛する者に気に入られるようになるのか、アドバイスしてくれたまえ。
οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, εἰπεῖν·
」「それを言うのは簡単ではない」と私は言った。
ἀλλʼ εἴ μοι ἐθελήσαις αὐτὸν ποιῆσαι εἰς λόγους ἐλθεῖν, ἴσως ἂν δυναίμην σοι ἐπιδεῖξαι ἃ χρὴ αὐτῷ διαλέγεσθαι ἀντὶ τούτων ὧν οὗτοι λέγειν τε καὶ ᾁδειν φασί σε.
「だが、もし君が、彼を私との対話の席につかせるようにして、私と話すように仕向けてくれるなら、おそらく私は、この者たちが君の語り歌っていると言うような事柄の代わりに、彼にどのような対話をすべきかを君に示して見せることができるだろう。
ἀλλʼ οὐδέν,
ἔφη,
χαλεπόν.
」「いや、それはちっともと彼は言った。 難しくありません。
ἂν γὰρ εἰσέλθῃς μετὰ Κτησίππου τοῦδε καὶ καθεζόμενος διαλέγῃ, οἶμαι μὲν καὶ αὐτός σοι πρόσεισι—φιλήκοος γάρ, ὦ Σώκρατες, διαφερόντως ἐστίν, καὶ ἅμα, ὡς Ἑρμαῖα ἄγουσιν, ἀναμεμειγμένοι ἐν ταὐτῷ εἰσιν οἵ τε νεανίσκοι καὶ οἱ παῖδες—πρόσεισιν οὖν σοι.
というのも、もし君がこちらのクテシッポスと一緒に中に入り、腰を下ろして対話をするなら、彼自身の方から君に近づいてくると思うからです。 ソクラテスよ、彼はとりわけ聴くことが大好きなのです。 しかも今はヘルマイアを祝っているので、青年たちも少年たちも同じ場所に混ざり合っています。 だから、彼はきっと君に近づいてくるでしょう。
εἰ δὲ μή, Κτησίππῳ συνήθης ἐστὶν διὰ τὸν τούτου ἀνεψιὸν Μενέξενον·
もしそうでなくても、彼はクテシッポスの従兄弟であるメネクセノスを通じて、クテシッポスとは親しい仲です。
Μενεξένῳ μὲν γὰρ δὴ πάντων μάλιστα ἑταῖρος ὢν τυγχάνει.
というのも、彼は誰よりもメネクセノスの大の親友だからです。
καλεσάτω οὖν οὗτος αὐτόν, ἐὰν ἄρα μὴ προσίῃ αὐτός.
ですから、もし彼自身が近づいてこなければ、クテシッポスに彼を呼んでもらいましょう。
ταῦτα, ἦν δʼ ἐγώ, χρὴ ποιεῖν.
」「そうすることにしよう」と私は言った。
καὶ ἅμα λαβὼν τὸν Κτήσιππον προσῇα εἰς τὴν παλαίστραν·
そして同時に、クテシッポスを伴って体育場へと進んだ。
οἱ δʼ ἄλλοι ὕστεροι ἡμῶν ᾖσαν.
他の者たちは私たちの後ろから付いてきた。
εἰσελθόντες δὲ κατελάβομεν αὐτόθι τεθυκότας τε τοὺς παῖδας καὶ τὰ περὶ τὰ ἱερεῖα σχεδόν τι ἤδη πεποιημένα, ἀστραγαλίζοντάς τε δὴ καὶ κεκοσμημένους ἅπαντας.
中に入ると、そこでは少年たちがすでに犠牲式を終え、犠牲獣に関する諸儀礼もほぼ完了したところで、皆が着飾ってサイコロ遊びに興じているのを目にした。
οἱ μὲν οὖν πολλοὶ ἐν τῇ αὐλῇ ἔπαιζον ἔξω, οἱ δέ τινες τοῦ ἀποδυτηρίου ἐν γωνίᾳ ἠρτίαζον ἀστραγάλοις παμπόλλοις, ἐκ φορμίσκων τινῶν προαιρούμενοι·
大部分の者は外の中庭で遊んでいたが、一部の者たちは脱衣所の隅で、小さな籠から取り出した非常にたくさんのサイコロを使って、偶数奇数遊びをしていた。
τούτους δὲ περιέστασαν ἄλλοι θεωροῦντες.
そして、彼らの周りには他の者たちが立ち、見物していた。