Humanitext Reader

柏拉图 · 赖西斯篇 §205-206

颂诗的弊害与进入角力场

第 2 段,共 15 段 · 希腊语

内容简介

苏格拉底指出,希波塔勒斯的诗歌只会让吕西斯变得更加傲慢,从而更难追求。为了向他展示如何与年轻人交谈,苏格拉底与克特西普斯一同进入了摔跤场。

§205εἶεν, ἦν δʼ ἐγώ, ὦ Ἱππόθαλες, ὡς γενναῖον καὶ νεανικὸν τοῦτον τὸν ἔρωτα πανταχῇ ἀνηῦρες·
“好吧,”我说,“希波塔勒斯,你在各方面发现的这份爱情是多么高尚而有朝气啊!
καί μοι ἴθι ἐπίδειξαι ἃ καὶ τοῖσδε ἐπιδείκνυσαι, ἵνα εἰδῶ εἰ ἐπίστασαι ἃ χρὴ ἐραστὴν περὶ παιδικῶν πρὸς αὐτὸν ἢ πρὸς ἄλλους λέγειν.
来,把你给这几个人展现的东西也展示给我看看,好让我知道,你是否懂得一个爱者对心爱的人、不管是当着他的面还是对别人,应该说些什么。
τούτων δέ τι, ἔφη, σταθμᾷ, ὦ Σώκρατες, ὧν ὅδε λέγει;
” “苏格拉底啊,” 他说, “这家伙说的这些话,你还真当真吗?
πότερον, ἦν δʼ ἐγώ, καὶ τὸ ἐρᾶν ἔξαρνος εἶ οὗ λέγει ὅδε;
” “怎么,”我说,“难道连这家伙说你正在恋爱,你也否认吗?
οὐκ ἔγωγε, ἔφη, ἀλλὰ μὴ ποιεῖν εἰς τὰ παιδικὰ μηδὲ συγγράφειν.
” “那倒没有,” 他说, “但我否认曾为心爱的人写诗或作文章。
οὐχ ὑγιαίνει, ἔφη ὁ Κτήσιππος, ἀλλὰ ληρεῖ τε καὶ μαίνεται.
” “他脑子不正常,” 克特西普斯说, “而是在胡言乱语,简直疯了。
καὶ ἐγὼ εἶπον· ὦ Ἱππόθαλες, οὔ τι τῶν μέτρων δέομαι ἀκοῦσαι οὐδὲ μέλος εἴ τι πεποίηκας εἰς τὸν νεανίσκον, ἀλλὰ τῆς διανοίας, ἵνα εἰδῶ τίνα τρόπον προσφέρῃ πρὸς τὰ παιδικά.
” 于是我说道:“希波塔勒斯,我一点也不需要听你的诗律,或者你为那个年轻人写的歌,我想听的是你的心思,好让我知道你用什么方式去接近你心爱的人。
ὅδε δήπου σοι, ἔφη, ἐρεῖ·
” “这家伙想必会,” 他说, “告诉你。
ἀκριβῶς γὰρ ἐπίσταται καὶ μέμνηται, εἴπερ, ὡς λέγει, ὑπʼ ἐμοῦ ἀεὶ ἀκούων διατεθρύληται.
因为他很清楚且记得很牢,如果真如他所说,他总是听我唠叨,耳朵都听出茧子来了。
νὴ τοὺς θεούς, ἔφη ὁ Κτήσιππος, πάνυ γε.
” “凭诸神起誓,” 克特西普斯说, “确实如此。
καὶ γάρ ἐστι καταγέλαστα, ὦ Σώκρατες.
而且,苏格拉底啊,这简直滑稽透顶。
τὸ γὰρ ἐραστὴν ὄντα καὶ διαφερόντως τῶν ἄλλων τὸν νοῦν προσέχοντα τῷ παιδὶ ἴδιον μὲν μηδὲν ἔχειν λέγειν ὃ οὐχὶ κἂν παῖς εἴποι, πῶς οὐχὶ καταγέλαστον;
一个情人,比别人都更关注这个孩子,却连一点自己特有的、连小孩子都能说出来的话都说不出——这难道不滑稽吗?
ἃ δὲ ἡ πόλις ὅλη ᾁδει περὶ Δημοκράτους καὶ Λύσιδος τοῦ πάππου τοῦ παιδὸς καὶ πάντων πέρι τῶν προγόνων, πλούτους τε καὶ ἱπποτροφίας καὶ νίκας Πυθοῖ καὶ Ἰσθμοῖ καὶ Νεμέᾳ τεθρίπποις τε καὶ κέλησι, ταῦτα ποιεῖ τε καὶ λέγει, πρὸς δὲ τούτοις ἔτι τούτων κρονικώτερα.
全城人都在传唱的关于德莫克拉特斯、关于这孩子的祖父吕西斯以及他们所有祖先的事迹——他们的财富、养马,还有在皮托、地峡、尼梅亚用四马战车和单马获得的胜利——他就把这些写成诗、说出来,此外还有比这些更古板陈旧的事。
τὸν γὰρ τοῦ Ἡρακλέους ξενισμὸν πρῴην ἡμῖν ἐν ποιήματί τινι διῄει, ὡς διὰ τὴν τοῦ Ἡρακλέους συγγένειαν ὁ πρόγονος αὐτῶν ὑποδέξαιτο τὸν Ἡρακλέα, γεγονὼς αὐτὸς ἐκ Διός τε καὶ τῆς τοῦ δήμου ἀρχηγέτου θυγατρός, ἅπερ αἱ γραῖαι ᾁδουσι, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὦ Σώκρατες·
前几天他还在一首诗里向我们讲述接待赫拉克勒斯的故事,说由于与赫拉克勒斯的亲戚关系,他们的祖先接待了赫拉克勒斯。 而这位祖先自己就是宙斯和该区建立者之女的后代——这些都是老太婆们传唱的胡言乱语,还有许多其他类似的事,苏格拉底。
ταῦτʼ ἐστὶν ἃ οὗτος λέγων τε καὶ ᾁδων ἀναγκάζει καὶ ἡμᾶς ἀκροᾶσθαι.
他就是通过述说和吟唱这些东西,来强迫我们去听的。
καὶ ἐγὼ ἀκούσας εἶπον· ὦ καταγέλαστε Ἱππόθαλες, πρὶν νενικηκέναι ποιεῖς τε καὶ ᾁδεις εἰς σαυτὸν ἐγκώμιον;
” 我听后便说:“滑稽的希波塔勒斯啊,你还没获胜,就为自己作诗并吟唱赞歌了吗?
ἀλλʼ οὐκ εἰς ἐμαυτόν, ἔφη, ὦ Σώκρατες, οὔτε ποιῶ οὔτε ᾁδω.
” “但我并不是为我自己,” 他说, “苏格拉底,无论是作诗还是唱歌。
οὐκ οἴει γε, ἦν δʼ ἐγώ.
” “至少你自以为不是。 ”我说。
τὸ δὲ πῶς ἔχει;
“那又是怎么回事呢?
ἔφη.
”他问。
πάντων μάλιστα, εἶπον, εἰς σὲ τείνουσιν αὗται αἱ ᾠδαί.
“最主要的是,”我说,“这些歌全是指向你自己的。
§206ἐὰν μὲν γὰρ ἕλῃς τὰ παιδικὰ τοιαῦτα ὄντα, κόσμος σοι ἔσται τὰ λεχθέντα καὶ ᾀσθέντα καὶ τῷ ὄντι ἐγκώμια ὥσπερ νενικηκότι, ὅτι τοιούτων παιδικῶν ἔτυχες·
” “因为,如果你赢得了这样一个心爱的人,那么所说和所唱的一切都会成为你的荣耀,并且真正成为像对获胜者那样的赞歌,因为你得到了这样一个心爱的人。
ἐὰν δέ σε διαφύγῃ, ὅσῳ ἂν μείζω σοι εἰρημένα ᾖ ἐγκώμια περὶ τῶν παιδικῶν, τοσούτῳ μειζόνων δόξεις καλῶν τε καὶ ἀγαθῶν ἐστερημένος καταγέλαστος εἶναι.
但如果他从你身边溜走了,那么你对心爱的人赞美得越厉害,你就越会显得失去了巨大而美好的东西,从而显得滑稽可笑。
ὅστις οὖν τὰ ἐρωτικά, ὦ φίλε, σοφός, οὐκ ἐπαινεῖ τὸν ἐρώμενον πρὶν ἂν ἕλῃ, δεδιὼς τὸ μέλλον ὅπῃ ἀποβήσεται.
因此,朋友啊,任何在情事上聪明的人,在赢得心爱的人之前都不会赞美他,因为害怕未来的结局会如何。
καὶ ἅμα οἱ καλοί, ἐπειδάν τις αὐτοὺς ἐπαινῇ καὶ αὔξῃ, φρονήματος ἐμπίμπλανται καὶ μεγαλαυχίας·
同时,俊美的人一听到别人赞美和抬高他们,就会充满傲慢和自满。
ἢ οὐκ οἴει;
难道你不这么认为吗?
ἔγωγε, ἔφη.
” “确实如此,”他说。
οὐκοῦν ὅσῳ ἂν μεγαλαυχότεροι ὦσιν, δυσαλωτότεροι γίγνονται;
“那么,他们越是自满,就越难捕获,不是吗?
εἰκός γε.
” “的确如此。
ποῖός τις οὖν ἄν σοι δοκεῖ θηρευτὴς εἶναι, εἰ ἀνασοβοῖ θηρεύων καὶ δυσαλωτοτέραν τὴν ἄγραν ποιοῖ;
” “那么,如果在打猎时惊扰猎物,使其更难捕获,你认为这会是怎样的一个猎人?
δῆλον ὅτι φαῦλος.
” “显而易见是个拙劣的猎人。
καὶ μὲν δὴ λόγοις τε καὶ ᾠδαῖς μὴ κηλεῖν ἀλλʼ ἐξαγριαίνειν πολλὴ ἀμουσία·
” “事实上,用言语和歌声不仅没有迷住对方,反而激怒了对方,这简直是极大的粗野,难道不是吗?
ἦ γάρ;
” “我看是这样。
δοκεῖ μοι.
” “那么,希波塔勒斯,你可要当心,别因为你的诗歌而让自己落入所有这些指责之中。
σκόπει δή, ὦ Ἱππόθαλες, ὅπως μὴ πᾶσι τούτοις ἔνοχον σαυτὸν ποιήσεις διὰ τὴν ποίησιν·
不过,我想你是不愿意承认一个因写诗而伤害自己的人是一个优秀的诗人的,既然他对自身是有害的。
καίτοι οἶμαι ἐγὼ ἄνδρα ποιήσει βλάπτοντα ἑαυτὸν οὐκ ἄν σε ἐθέλειν ὁμολογῆσαι ὡς ἀγαθός ποτʼ ἐστὶν ποιητής, βλαβερὸς ὢν ἑαυτῷ.
” “凭宙斯起誓,绝不承认,” 他说, “因为那将是极大的荒谬。
οὐ μὰ τὸν Δία, ἔφη· πολλὴ γὰρ ἂν ἀλογία εἴη.
但是,正是因为这些,苏格拉底,我才向你倾诉。
ἀλλὰ διὰ ταῦτα δή σοι, ὦ Σώκρατες, ἀνακοινοῦμαι, καὶ εἴ τι ἄλλο ἔχεις, συμβούλευε τίνα ἄν τις λόγον διαλεγόμενος ἢ τί πράττων προσφιλὴς παιδικοῖς γένοιτο.
如果你还有什么别的建议,请指教,一个人应该进行怎样的交谈,或者做些什么,才能让自己受到心爱的人的喜爱。
οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, εἰπεῖν· ἀλλʼ εἴ μοι ἐθελήσαις αὐτὸν ποιῆσαι εἰς λόγους ἐλθεῖν, ἴσως ἂν δυναίμην σοι ἐπιδεῖξαι ἃ χρὴ αὐτῷ διαλέγεσθαι ἀντὶ τούτων ὧν οὗτοι λέγειν τε καὶ ᾁδειν φασί σε.
” “这可不容易说清楚,”我说,“但如果你愿意促使他来与我交谈,也许我就能向你展示,应该对他说些什么,以代替这些人说你正在说和唱的那些东西。
ἀλλʼ οὐδέν, ἔφη, χαλεπόν.
” “但这并不,” 他说, “难。
ἂν γὰρ εἰσέλθῃς μετὰ Κτησίππου τοῦδε καὶ καθεζόμενος διαλέγῃ, οἶμαι μὲν καὶ αὐτός σοι πρόσεισι—φιλήκοος γάρ, ὦ Σώκρατες, διαφερόντως ἐστίν, καὶ ἅμα, ὡς Ἑρμαῖα ἄγουσιν, ἀναμεμειγμένοι ἐν ταὐτῷ εἰσιν οἵ τε νεανίσκοι καὶ οἱ παῖδες—πρόσεισιν οὖν σοι.
因为如果你和这边的克特西普斯一起进去,坐下来交谈,我想他自己就会走上前来。 因为苏格拉底,他特别喜欢听讲,而且,因为他们正在庆祝赫耳墨斯节,青年和孩子们都混在一起。 所以他一定会向你走来。
εἰ δὲ μή, Κτησίππῳ συνήθης ἐστὶν διὰ τὸν τούτου ἀνεψιὸν Μενέξενον·
即使不这样,他也因为克特西普斯的表弟梅内克塞努斯而与克特西普斯很熟。
Μενεξένῳ μὲν γὰρ δὴ πάντων μάλιστα ἑταῖρος ὢν τυγχάνει.
因为他恰好最是梅内克塞努斯的密友。
καλεσάτω οὖν οὗτος αὐτόν, ἐὰν ἄρα μὴ προσίῃ αὐτός.
所以如果他自己不走过来,就让克特西普斯叫他吧。
ταῦτα, ἦν δʼ ἐγώ, χρὴ ποιεῖν.
” “就这么办,”我说。
καὶ ἅμα λαβὼν τὸν Κτήσιππον προσῇα εἰς τὴν παλαίστραν· οἱ δʼ ἄλλοι ὕστεροι ἡμῶν ᾖσαν.
同时,我带着克特西普斯走向摔跤场,其他人则跟在我们后面。
εἰσελθόντες δὲ κατελάβομεν αὐτόθι τεθυκότας τε τοὺς παῖδας καὶ τὰ περὶ τὰ ἱερεῖα σχεδόν τι ἤδη πεποιημένα, ἀστραγαλίζοντάς τε δὴ καὶ κεκοσμημένους ἅπαντας.
我们进去后,发现孩子们已经在那里献完了祭,关于祭牲的仪式也差不多完成了,大家正穿戴整齐,玩着掷骰子的游戏。
οἱ μὲν οὖν πολλοὶ ἐν τῇ αὐλῇ ἔπαιζον ἔξω, οἱ δέ τινες τοῦ ἀποδυτηρίου ἐν γωνίᾳ ἠρτίαζον ἀστραγάλοις παμπόλλοις, ἐκ φορμίσκων τινῶν προαιρούμενοι·
大多数人在外面的庭院里玩耍,而有些人则在更衣室的一个角落里,用从一些小篮子里拿出的极多骰子,玩着“奇偶数”游戏。
τούτους δὲ περιέστασαν ἄλλοι θεωροῦντες.
其他一些人围在他们身边观看。

词汇与语法注释

  1. 205aσταθμᾷ — 契约动词 σταθμάομαι(重视、评价)的第二人称单数现在中/被动语态直陈式缩略形。先行词 τούτων 被省略,关系代名词 ὧν 受其格的影响而产生吸引(attraction)。
  2. 205cτὸ γὰρ ἐραστὴν ὄντα ... ἴδιον μὲν μηδὲν ἔχειν λέγειν — 带冠词的不定式短语 τὸ ... ἔχειν 在句中作主语。对格分词短语 ἐραστὴν ὄντα ... προσέχοντα(作为一个爱者……并且倾注心思的人)作该不定式的逻辑主语。
  3. 205dὑποδέξαιτο — 由于主句动词为过去时(διῄει),因此在从句(ὡς 节)中使用了斜格祈愿法(optative of oblique narration)。这表明说话者是在将此作为他人的主张或传闻来叙述。
  4. 206bοὐκ ἄν σε ἐθέλειν — 由主句的 οἶμαι(我认为)所引导的对格不定式结构(对格主语为 σε)。不定式 ἐθέλειν 与语气词 ἄν 结合,表示相当于潜在祈愿法的条件性意义(“你大概不会愿意”)。

引用这一段

柏拉图, 赖西斯篇 §205-206. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:205-206

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。