§188ΝΙ. οὔ μοι δοκεῖς εἰδέναι ὅτι ὃς ἂν ἐγγύτατα Σωκράτους ᾖ καὶ πλησιάζῃ διαλεγόμενος, ἀνάγκη αὐτῷ, ἐὰν ἄρα καὶ περὶ ἄλλου του πρότερον ἄρξηται διαλέγεσθαι, μὴ παύεσθαι ὑπὸ τούτου περιαγόμενον τῷ λόγῳ, πρὶν ἂν ἐμπέσῃ εἰς τὸ διδόναι περὶ αὑτοῦ λόγον, ὅντινα τρόπον νῦν τε ζῇ καὶ ὅντινα τὸν παρεληλυθότα βίον βεβίωκεν·
ニキアス:あなたは次のことをご存じないようです。 すなわち、誰であれソクラテスに最も近くにいて、対話の中で彼に近づく者は、たとえ最初に何か他のことについて対話し始めたとしても、議論によって彼に引き回されるのをやめることができず、ついに、自分が今どのような生き方をしており、過去の人生をどのように生きてきたかについて、自分自身の説明を与えるに至るのを避けられない、ということです。
ἐπειδὰν δʼ ἐμπέσῃ, ὅτι οὐ πρότερον αὐτὸν ἀφήσει Σωκράτης, πρὶν ἂν βασανίσῃ ταῦτα εὖ τε καὶ καλῶς ἅπαντα.
そして、その境地に陥ったときには、ソクラテスがこれらすべてを十分に、かつ見事に吟味するまでは、彼を放さないであろうということを。
ἐγὼ δὲ συνήθης τέ εἰμι τῷδε καὶ οἶδʼ ὅτι ἀνάγκη ὑπὸ τούτου πάσχειν ταῦτα, καὶ ἔτι γε αὐτὸς ὅτι πείσομαι ταῦτα εὖ οἶδα·
私はこの男をよく知っていますし、彼からこうした扱いを受けるのは避けられないことだと分かっています。 そして私自身もまた、そうした扱いを受けることになるのをよく承知しています。
χαίρω γάρ, ὦ Λυσίμαχε, τῷ ἀνδρὶ πλησιάζων, καὶ οὐδὲν οἶμαι κακὸν εἶναι τὸ ὑπομιμνῄσκεσθαι ὅτι μὴ καλῶς ἢ πεποιήκαμεν ἢ ποιοῦμεν, ἀλλʼ εἰς τὸν ἔπειτα βίον προμηθέστερον ἀνάγκη εἶναι τὸν ταῦτα μὴ φεύγοντα ἀλλʼ ἐθέλοντα κατὰ τὸ τοῦ Σόλωνος καὶ ἀξιοῦντα μανθάνειν ἕωσπερ ἂν ζῇ, καὶ μὴ οἰόμενον αὐτῷ τὸ γῆρας νοῦν ἔχον προσιέναι.
リュシマコスよ、私はこの男に近づくのが嬉しいのです。 自分が美しくないことを行ってきたか、あるいは行っているということを思い起こさせられるのは、少しも悪いことだとは思いません。 むしろ、こうした経験から逃げずに、ソロンの言葉に従って、生きている限り学び続けることを望み、また学び続けるべきだと考え、老年が知性を伴って自然にやってくるなどと考えない者は、その後の人生においてより慎重にならざるを得ないのです。
ἐμοὶ μὲν οὖν οὐδὲν ἄηθες οὐδʼ αὖ ἀηδὲς ὑπὸ Σωκράτους βασανίζεσθαι, ἀλλὰ καὶ πάλαι σχεδόν τι ἠπιστάμην ὅτι οὐ περὶ τῶν μειρακίων ἡμῖν ὁ λόγος ἔσοιτο Σωκράτους παρόντος, ἀλλὰ περὶ ἡμῶν αὐτῶν.
したがって、私にとってソクラテスに吟味されることは不慣れなことでも、また不快なことでもありません。 むしろ、ソクラテスがいる以上、我々の議論は若者たちのことについてではなく、我々自身についてになるだろうということは、前々からほぼ分かっていました。
ὅπερ οὖν λέγω, τὸ μὲν ἐμὸν οὐδὲν κωλύει Σωκράτει συνδιατρίβειν ὅπως οὗτος βούλεται·
ですから私の言う通り、私に関する限り、ソクラテスが望むように彼と時を過ごすことを妨げるものは何もありません。
Λάχητα δὲ τόνδε ὅρα ὅπως ἔχει περὶ τοῦ τοιούτου.
しかし、こちらのラケスがこのようなことについてどう考えているか、確かめてみてください。
ΛΑ. ἁπλοῦν τό γʼ ἐμόν, ὦ Νικία, περὶ λόγων ἐστίν, εἰ δὲ βούλει, οὐχ ἁπλοῦν ἀλλὰ διπλοῦν·
ラケス:ニキアスよ、議論に関する私の態度は単純なものです。 あるいは、お望みなら単純ではなく、二重だと言ってもよいでしょう。
καὶ γὰρ ἂν δόξαιμί τῳ φιλόλογος εἶναι καὶ αὖ μισόλογος.
というのも、私はある人には議論好きに見えるかもしれないし、別の人には議論嫌いに見えるかもしれないからです。
ὅταν μὲν γὰρ ἀκούω ἀνδρὸς περὶ ἀρετῆς διαλεγομένου ἢ περί τινος σοφίας ὡς ἀληθῶς ὄντος ἀνδρὸς καὶ ἀξίου τῶν λόγων ὧν λέγει, χαίρω ὑπερφυῶς, θεώμενος ἅμα τόν τε λέγοντα καὶ τὰ λεγόμενα ὅτι πρέποντα ἀλλήλοις καὶ ἁρμόττοντά ἐστι.
実際、真の男であり、自分が語る言葉に値する人物が、徳や何らかの知恵について語るのを聞くとき、私はこの上なく喜びを感じます。 語る者とその語られる内容が、互いに調和し、ふさわしいものであるのを同時に目にするからです。
καὶ κομιδῇ μοι δοκεῖ μουσικὸς ὁ τοιοῦτος εἶναι, ἁρμονίαν καλλίστην ἡρμοσμένος οὐ λύραν οὐδὲ παιδιᾶς ὄργανα, ἀλλὰ τῷ ὄντι αὐτὸς αὑτοῦ τὸν βίον σύμφωνον τοῖς λόγοις πρὸς τὰ ἔργα, ἀτεχνῶς δωριστὶ ἀλλʼ οὐκ ἰαστί, οἴομαι δὲ οὐδὲ φρυγιστὶ οὐδὲ λυδιστί, ἀλλʼ ἥπερ μόνη Ἑλληνική ἐστιν ἁρμονία.
そして、そのような人物こそは、竪琴や遊びの道具ではなく、真の意味で自分自身の生き方を、その言葉と行いにおいて一致させ、最も美しい調和を奏でている、完全に教養ある人であると私には思われます。 まさにドリア旋法であって、イオニア旋法ではなく、またフリュギア旋法でもリディア旋法でもなく、唯一のギリシア的な調和においてです。
ὁ μὲν οὖν τοιοῦτος χαίρειν με ποιεῖ φθεγγόμενος καὶ δοκεῖν ὁτῳοῦν φιλόλογον εἶναι—οὕτω σφόδρα ἀποδέχομαι παρʼ αὐτοῦ τὰ λεγόμενα—ὁ δὲ τἀναντία τούτου πράττων λυπεῖ με, ὅσῳ ἂν δοκῇ ἄμεινον λέγειν, τοσούτῳ μᾶλλον, καὶ ποιεῖ αὖ δοκεῖν εἶναι μισόλογον.
それゆえ、そのような人物が声を出すとき、彼は私を喜ばせ、誰の目にも私が議論好きであるかのように思わせます。 私はそれほど強く彼の語る言葉を受け入れるからです。 しかし、これと反対のことを行う者は私を苦しめます。 彼が優れた語り手であればあるほど、より一層私を苦しめ、今度は私を議論嫌いであるかのように思わせるのです。