§186ΛΑ. τοῦτο μὲν ἀληθῆ λέγεις.
ラケス:その点についてはおっしゃる通りです。
ΣΩ. καὶ ἡμᾶς ἄρα δεῖ, ὦ Λάχης τε καὶ Νικία—ἐπειδὴ Λυσίμαχος καὶ Μελησίας εἰς συμβουλὴν παρεκαλεσάτην ἡμᾶς περὶ τοῖν ὑέοιν, προθυμούμενοι αὐτοῖν ὅτι ἀρίστας γενέσθαι τὰς ψυχάς—εἰ μέν φαμεν ἔχειν, ἐπιδεῖξαι αὐτοῖς καὶ διδασκάλους οἵτινες αὐτοὶ πρῶτον ἀγαθοὶ ὄντες καὶ πολλῶν νέων τεθεραπευκότες ψυχὰς ἔπειτα καὶ ἡμᾶς διδάξαντες φαίνονται·
ソクラテス:それなら、ラケスにニキアスよ、我々もまた――リュシマコスとメレシアスが、自分たちの二人の息子の魂をできる限り優れたものにしたいと熱望して、我々を相談相手として招いてくれたのですから――もし我々が持っていると主張するのであれば、彼らに対して、まずは自分自身が優れた者であり、かつ多くの若者の魂を配慮して、その後に我々をも教えたことが明らかであるような、そうした教師たちを提示して見せなければなりません。
ἢ εἴ τις ἡμῶν αὐτῶν ἑαυτῷ διδάσκαλον μὲν οὔ φησι γεγονέναι, ἀλλʼ οὖν ἔργα αὐτὸν αὑτοῦ ἔχειν εἰπεῖν καὶ ἐπιδεῖξαι τίνες Ἀθηναίων ἢ τῶν ξένων, ἢ δοῦλοι ἢ ἐλεύθεροι, διʼ ἐκεῖνον ὁμολογουμένως ἀγαθοὶ γεγόνασιν·
あるいは、もし我々のうちの誰かが、自分には教師はいなかったと言いつつも、それでも自分自身の作品を示すことができ、アテナイ人や外国人のうち、奴隷であれ自由人であれ、自分の手によって明らかに優れた人物になった人々を挙げることができるならばそうすべきです。
εἰ δὲ μηδὲν ἡμῖν τούτων ὑπάρχει, ἄλλους κελεύειν ζητεῖν καὶ μὴ ἐν ἑταίρων ἀνδρῶν ὑέσιν κινδυνεύειν διαφθείροντας τὴν μεγίστην αἰτίαν ἔχειν ὑπὸ τῶν οἰκειοτάτων.
しかし、もし我々にこれらのいずれも備わっていないならば、彼らには他の者を探すよう勧めるべきであって、友人の息子たちを破滅させて最も親しい人々から最大の非難を浴びるという危険を冒してはなりません。
ἐγὼ μὲν οὖν, ὦ Λυσίμαχέ τε καὶ Μελησία, πρῶτος περὶ ἐμαυτοῦ λέγω ὅτι διδάσκαλός μοι οὐ γέγονε τούτου πέρι.
それゆえ、リュシマコスとメレシアスよ、私について言えば、まず第一にこの事柄について私には教師がいなかったということを告白します。
καίτοι ἐπιθυμῶ γε τοῦ πράγματος ἐκ νέου ἀρξάμενος.
とはいえ、私は若い頃からこの事柄を強く望んでいました。
ἀλλὰ τοῖς μὲν σοφισταῖς οὐκ ἔχω τελεῖν μισθούς, οἵπερ μόνοι ἐπηγγέλλοντό με οἷοί τʼ εἶναι ποιῆσαι καλόν τε κἀγαθόν·
しかし、自分を立派で優れた人間にすることができると唯一公言していたソフィストたちに、私は謝礼を支払う資力がありませんし、自分自身でその技術を見出すことも、今なお私には不可能です。
αὐτὸς δʼ αὖ εὑρεῖν τὴν τέχνην ἀδυνατῶ ἔτι νυνί.
しかし、もしニキアスかラケスがそれを見出したか、あるいは学んだのだとすれば、私は驚かないでしょう。
εἰ δὲ Νικίας ἢ Λάχης ηὕρηκεν ἢ μεμάθηκεν, οὐκ ἂν θαυμάσαιμι·
なぜなら、彼らは他者から学ぶための金銭において私より豊かであり、同時に、すでにそれを見出しているほどに私より年長だからです。
καὶ γὰρ χρήμασιν ἐμοῦ δυνατώτεροι, ὥστε μαθεῖν παρʼ ἄλλων, καὶ ἅμα πρεσβύτεροι, ὥστε ἤδη ηὑρηκέναι.
実際、彼らは人間を教育する能力があるように思われます。
δοκοῦσι δή μοι δυνατοὶ εἶναι παιδεῦσαι ἄνθρωπον·
というのも、もし彼らが十分に知っていると自分自身で確信していなければ、若者にとって有益な、あるいは有害な訓練について、これほど恐れずに自説を表明することは決してなかったでしょうから。
οὐ γὰρ ἄν ποτε ἀδεῶς ἀπεφαίνοντο περὶ ἐπιτηδευμάτων νέῳ χρηστῶν τε καὶ πονηρῶν, εἰ μὴ αὑτοῖς ἐπίστευον ἱκανῶς εἰδέναι.
それゆえ、私は他の点については彼らを信じています。
τὰ μὲν οὖν ἄλλα ἔγωγε τούτοις πιστεύω·
ただ、彼らがお互いに意見を異にしていることについては、不思議に思いました。
ὅτι δὲ διαφέρεσθον ἀλλήλοιν, ἐθαύμασα.
そこで、リュシマコスよ、私はあなたにこれをお願いしたいのです。
τοῦτο οὖν σου ἐγὼ ἀντιδέομαι, ὦ Λυσίμαχε·
先ほどラケスが、あなたに私を放さずに質問を続けるよう促したように、私も今、あなたにラケスやニキアスを放さず、次のように質問して促すことをお勧めします。
καθάπερ ἄρτι Λάχης μὴ ἀφίεσθαί σε ἐμοῦ διεκελεύετο ἀλλὰ ἐρωτᾶν, καὶ ἐγὼ νῦν παρακελεύομαί σοι μὴ ἀφίεσθαι Λάχητος μηδὲ Νικίου, ἀλλʼ ἐρωτᾶν λέγοντα ὅτι ὁ μὲν Σωκράτης οὔ φησιν ἐπαΐειν περὶ τοῦ πράγματος οὐδʼ ἱκανὸς εἶναι διακρῖναι ὁπότερος ὑμῶν ἀληθῆ λέγει—οὔτε γὰρ εὑρετὴς οὔτε μαθητὴς οὐδενὸς περὶ τῶν τοιούτων γεγονέναι—
すなわち、ソクラテスは自分はこの事柄について何もわかっていないし、あなたがたのどちらが正しいことを言っているかを判断する能力もないと言っている。 なぜなら、彼はこうした事柄について、発見者にも学習者にもなったことがないからだ、と。
§187ΣΩ. σὺ δʼ, ὦ Λάχης καὶ Νικία, εἴπετον ἡμῖν ἑκάτερος τίνι δὴ δεινοτάτῳ συγγεγόνατον περὶ τῆς τῶν νέων τροφῆς, καὶ πότερα μαθόντε παρά του ἐπίστασθον ἢ αὐτὼ ἐξευρόντε, καὶ εἰ μὲν μαθόντε, τίς ὁ διδάσκαλος ἑκατέρῳ καὶ τίνες ἄλλοι ὁμότεχνοι αὐτοῖς, ἵνʼ, ἂν μὴ ὑμῖν σχολὴ ᾖ ὑπὸ τῶν τῆς πόλεως πραγμάτων, ἐπʼ ἐκείνους ἴωμεν καὶ πείθωμεν ἢ δώροις ἢ χάρισιν ἢ ἀμφότερα ἐπιμεληθῆναι καὶ τῶν ἡμετέρων καὶ τῶν ὑμετέρων παίδων, ὅπως μὴ καταισχύνωσι τοὺς αὑτῶν προγόνους φαῦλοι γενόμενοι·
ソクラテス:しかし、ラケスとニキアスよ、あなたがた二人こそ、若者の養育に関して一体どれほどの達人と付き合ってきたのか、そして、それを誰かから学んで知っているのか、それとも自分たち自身で発見したのか、我々にそれぞれ語ってください。 そして、もし学んだのであれば、それぞれの教師は誰であったのか、そして彼らの他の一門は誰なのかを。 そうすれば、もしあなたがたが国政に追われて時間がなくても、我々がその教師たちのもとへ行って、贈り物か好意、あるいはその双方によって、我々の子らとあなたがたの子らの双方を配慮してくれるよう説得し、彼らが堕落して自分たちの先祖を辱めることのないようにできるからです。
εἰ δʼ αὐτοὶ εὑρεταὶ γεγονότε τοῦ τοιούτου, δότε παράδειγμα τίνων ἤδη ἄλλων ἐπιμεληθέντες ἐκ φαύλων καλούς τε κἀγαθοὺς ἐποιήσατε.
しかし、もしあなたがた自身がそのような技術の発見者であるならば、これまでに他の誰かを配慮して、平凡な者から立派で優れた人物へと変えた実例を提示してください。
εἰ γὰρ νῦν πρῶτον ἄρξεσθε παιδεύειν, σκοπεῖν χρὴ μὴ οὐκ ἐν τῷ Καρὶ ὑμῖν ὁ κίνδυνος κινδυνεύηται, ἀλλʼ ἐν τοῖς ὑέσι τε καὶ ἐν τοῖς τῶν φίλων παισί, καὶ ἀτεχνῶς τὸ λεγόμενον κατὰ τὴν παροιμίαν ὑμῖν συμβαίνῃ ἐν πίθῳ ἡ κεραμεία γιγνομένη.
もしあなたがたが今初めて教育を始めようとするのであれば、その危険がカリア人の身において冒されるのではなく、あなたがた自身の息子たちや友人の子供たちの身において冒されるのではないか、そして文字通り諺に言う「甕での陶器作り」があなたがたに起こりつつあるのではないかを検討しなければなりません。
λέγετε οὖν τί τούτων ἢ φατὲ ὑμῖν ὑπάρχειν τε καὶ προσήκειν ἢ οὔ φατε.
ですから、これらのうちのどちらがあなたがたに備わり、当てはまるのか、あるいはそうではないのかを語ってください。
ταῦτʼ, ὦ Λυσίμαχε, παρʼ αὐτῶν πυνθάνου τε καὶ μὴ μεθίει τοὺς ἄνδρας.
リュシマコスよ、これらのことを彼らから問い質し、この者たちを放してはなりません。
ΛΥ. καλῶς μὲν ἔμοιγε δοκεῖ, ὦ ἄνδρες, Σωκράτης λέγειν·
リュシマコス:諸君よ、私にはソクラテスが立派に語っているように思われます。
εἰ δὲ βουλομένοις ὑμῖν ἐστι περὶ τῶν τοιούτων ἐρωτᾶσθαί τε καὶ διδόναι λόγον, αὐτοὺς δὴ χρὴ γιγνώσκειν, ὦ Νικία τε καὶ Λάχης.
しかし、あなたがた自身が、このような事柄について質問され、説明を求められることを望むかどうかは、ニキアスとラケスよ、あなたがた自身で判断しなければなりません。
ἐμοὶ μὲν γὰρ καὶ Μελησίᾳ τῷδε δῆλον ὅτι ἡδομένοις ἂν εἴη εἰ πάντα ἃ Σωκράτης ἐρωτᾷ ἐθέλοιτε λόγῳ διεξιέναι·
私とここにいるメレシアスにとって、ソクラテスが問うているすべての事柄をあなたがたが議論を通じて詳しく語ってくれるなら、それは喜ばしいことであるのは明らかです。
καὶ γὰρ ἐξ ἀρχῆς ἐντεῦθεν ἠρχόμην λέγων, ὅτι εἰς συμβουλὴν διὰ ταῦτα ὑμᾶς παρακαλέσαιμεν, ὅτι μεμεληκέναι ὑμῖν ἡγούμεθα, ὡς εἰκός, περὶ τῶν τοιούτων, καὶ ἄλλως καὶ ἐπειδὴ οἱ παῖδες ὑμῖν ὀλίγου ὥσπερ οἱ ἡμέτεροι ἡλικίαν ἔχουσι παιδεύεσθαι.
というのも、そもそも私は最初からここから始めて、我々があなたがたを相談相手として招いたのはこのためであり、あなたがたが当然こうした事柄に配慮を重ねてこられたと考えているからであり、また何よりも、あなたがたのお子たちも我々の子らとほぼ同じ教育を受けるべき年齢に達しているからだ、と言ったのですから。
εἰ οὖν ὑμῖν μή τι διαφέρει, εἴπατε καὶ κοινῇ μετὰ Σωκράτους σκέψασθε, διδόντες τε καὶ δεχόμενοι λόγον παρʼ ἀλλήλων·
ですから、もしあなたがたにとって不都合でなければ、語り合って、ソクラテスと共に共同で検討し、お互いに説明を与え、また受け取ってください。
εὖ γὰρ καὶ τοῦτο λέγει ὅδε, ὅτι περὶ τοῦ μεγίστου νῦν βουλευόμεθα τῶν ἡμετέρων.
というのも、彼が今言ったこと、すなわち我々が今、我々の所有物のうちで最大の価値を持つものについて相談しているのだということも、また真実だからです。
ἀλλʼ ὁρᾶτε εἰ δοκεῖ χρῆναι οὕτω ποιεῖν.
それでは、そのようにすることが必要だと思われるかどうか、お考えください。
ΝΙ. ὦ Λυσίμαχε, δοκεῖς μοι ὡς ἀληθῶς Σωκράτη πατρόθεν γιγνώσκειν μόνον, αὐτῷ δʼ οὐ συγγεγονέναι ἀλλʼ ἢ παιδὶ ὄντι, εἴ που ἐν τοῖς δημόταις μετὰ τοῦ πατρὸς ἀκολουθῶν ἐπλησίασέν σοι ἢ ἐν ἱερῷ ἢ ἐν ἄλλῳ τῳ συλλόγῳ τῶν δημοτῶν·
ニキアス:リュシマコスよ、あなたは本当にソクラテスのことを、ただ彼の父親の側からだけ知っているだけで、彼自身とは、彼が子供だったときに、父親に付き従って神殿であれ、あるいは他の何らかの区民の集まりであれ、区民たちの中に交じってあなたに近づいたとき以外には、交際したことがないように私には思われます。
ἐπειδὴ δὲ πρεσβύτερος γέγονεν, οὐκ ἐντετυχηκὼς τῷ ἀνδρὶ δῆλος ἔτι εἶ.
彼が大きくなってからは、あなたは明らかにまだこの男に出会ったことがないのですね。
ΛΥ. τί μάλιστα, ὦ Νικία;
リュシマコス:ニキアスよ、それは一体どういうことですか。