Humanitext Reader

柏拉图 · 拉凯斯篇 §188

尼基阿斯与拉刻斯对苏格拉底检验的态度

第 7 段,共 16 段 · 希腊语

内容简介

尼基阿斯描述了苏格拉底通过对话进行不懈自我检验的特点,并表示自己乐于接受。随后拉刻斯表达了自己的标准,声明他只热爱那些言行一致的高尚之人所发表的言论,而厌恶言行不一者的言论。

§188ΝΙ. οὔ μοι δοκεῖς εἰδέναι ὅτι ὃς ἂν ἐγγύτατα Σωκράτους ᾖ καὶ πλησιάζῃ διαλεγόμενος, ἀνάγκη αὐτῷ, ἐὰν ἄρα καὶ περὶ ἄλλου του πρότερον ἄρξηται διαλέγεσθαι, μὴ παύεσθαι ὑπὸ τούτου περιαγόμενον τῷ λόγῳ, πρὶν ἂν ἐμπέσῃ εἰς τὸ διδόναι περὶ αὑτοῦ λόγον, ὅντινα τρόπον νῦν τε ζῇ καὶ ὅντινα τὸν παρεληλυθότα βίον βεβίωκεν· ἐπειδὰν δʼ ἐμπέσῃ, ὅτι οὐ πρότερον αὐτὸν ἀφήσει Σωκράτης, πρὶν ἂν βασανίσῃ ταῦτα εὖ τε καὶ καλῶς ἅπαντα.
尼基阿斯:在我看来,你似乎并不知道这一点:无论是谁,只要最接近苏格拉底,并在讨论中亲近他,即使他起初开始讨论的是别的事情,也必然无法停止被他的言论牵着鼻子走,直到他落入为自己作说明的境地,说明他现今如何生活,以及他过去度过了怎样的一生;而一旦他落入此境,苏格拉底绝不肯放过他,除非把所有这些事情都里里外外、彻彻底底地检验个明白。
ἐγὼ δὲ συνήθης τέ εἰμι τῷδε καὶ οἶδʼ ὅτι ἀνάγκη ὑπὸ τούτου πάσχειν ταῦτα, καὶ ἔτι γε αὐτὸς ὅτι πείσομαι ταῦτα εὖ οἶδα· χαίρω γάρ, ὦ Λυσίμαχε, τῷ ἀνδρὶ πλησιάζων, καὶ οὐδὲν οἶμαι κακὸν εἶναι τὸ ὑπομιμνῄσκεσθαι ὅτι μὴ καλῶς ἢ πεποιήκαμεν ἢ ποιοῦμεν, ἀλλʼ εἰς τὸν ἔπειτα βίον προμηθέστερον ἀνάγκη εἶναι τὸν ταῦτα μὴ φεύγοντα ἀλλʼ ἐθέλοντα κατὰ τὸ τοῦ Σόλωνος καὶ ἀξιοῦντα μανθάνειν ἕωσπερ ἂν ζῇ, καὶ μὴ οἰόμενον αὐτῷ τὸ γῆρας νοῦν ἔχον προσιέναι.
我既与他相熟,知道必然会受到他的这种对待,而且我也非常清楚我自己也将会遭受这些;因为,吕西马科,我乐于亲近这个人,而且我认为,被提醒自己过去或现在做得很不体面的事,并没有什么坏处,相反,不逃避这些、而是愿意按照梭伦的话,并认为只要活着就应该继续学习,不以为年纪大了自然就会拥有智慧的人,在其后的生活中必然会变得更加深谋远虑。
ἐμοὶ μὲν οὖν οὐδὲν ἄηθες οὐδʼ αὖ ἀηδὲς ὑπὸ Σωκράτους βασανίζεσθαι, ἀλλὰ καὶ πάλαι σχεδόν τι ἠπιστάμην ὅτι οὐ περὶ τῶν μειρακίων ἡμῖν ὁ λόγος ἔσοιτο Σωκράτους παρόντος, ἀλλὰ περὶ ἡμῶν αὐτῶν.
因此,对我来说,接受苏格拉底的检验既非不习惯,也非不愉快,甚至我很早就隐约知道,只要苏格拉底在场,我们的讨论就不会是关于那些少年的,而是关于我们自己的。
ὅπερ οὖν λέγω, τὸ μὲν ἐμὸν οὐδὲν κωλύει Σωκράτει συνδιατρίβειν ὅπως οὗτος βούλεται· Λάχητα δὲ τόνδε ὅρα ὅπως ἔχει περὶ τοῦ τοιούτου.
所以正如我所说,我这边完全不反对以他所期望的方式同苏格拉底共处;但请看看这边的拉刻斯,他对于这样的事情态度如何。
ΛΑ. ἁπλοῦν τό γʼ ἐμόν, ὦ Νικία, περὶ λόγων ἐστίν, εἰ δὲ βούλει, οὐχ ἁπλοῦν ἀλλὰ διπλοῦν· καὶ γὰρ ἂν δόξαιμί τῳ φιλόλογος εἶναι καὶ αὖ μισόλογος.
拉刻斯:尼基阿斯,我对于言论的态度是单纯的,或者如果你愿意,说它不单纯而是双重的也可以;因为我可能会在某些人看来既是言论的热爱者,反过来又是言论的厌恶者。
ὅταν μὲν γὰρ ἀκούω ἀνδρὸς περὶ ἀρετῆς διαλεγομένου ἢ περί τινος σοφίας ὡς ἀληθῶς ὄντος ἀνδρὸς καὶ ἀξίου τῶν λόγων ὧν λέγει, χαίρω ὑπερφυῶς, θεώμενος ἅμα τόν τε λέγοντα καὶ τὰ λεγόμενα ὅτι πρέποντα ἀλλήλοις καὶ ἁρμόττοντά ἐστι.
因为当我听到一个人在讨论德性或某种智慧时,如果他是一个真正顶天立地的人,配得上他所说的话,我就会感到无比快乐,同时注视着说话的人和所说的话,看到它们彼此契合且和谐。
καὶ κομιδῇ μοι δοκεῖ μουσικὸς ὁ τοιοῦτος εἶναι, ἁρμονίαν καλλίστην ἡρμοσμένος οὐ λύραν οὐδὲ παιδιᾶς ὄργανα, ἀλλὰ τῷ ὄντι αὐτὸς αὑτοῦ τὸν βίον σύμφωνον τοῖς λόγοις πρὸς τὰ ἔργα, ἀτεχνῶς δωριστὶ ἀλλʼ οὐκ ἰαστί, οἴομαι δὲ οὐδὲ φρυγιστὶ οὐδὲ λυδιστί, ἀλλʼ ἥπερ μόνη Ἑλληνική ἐστιν ἁρμονία.
在我看来,这样的人完全是一位音乐家,他所调协的是最美丽的和谐,既非里拉琴,也非消遣的乐器,而是真正使他自己的生命,在言论与行动之间达成和谐,简直就是多利亚调式而非伊奥尼亚调式,我想也绝非弗里吉亚调式或吕底亚调式,而唯有这种才是真正的希腊和谐。
ὁ μὲν οὖν τοιοῦτος χαίρειν με ποιεῖ φθεγγόμενος καὶ δοκεῖν ὁτῳοῦν φιλόλογον εἶναι—οὕτω σφόδρα ἀποδέχομαι παρʼ αὐτοῦ τὰ λεγόμενα—ὁ δὲ τἀναντία τούτου πράττων λυπεῖ με, ὅσῳ ἂν δοκῇ ἄμεινον λέγειν, τοσούτῳ μᾶλλον, καὶ ποιεῖ αὖ δοκεῖν εἶναι μισόλογον.
因此,这样的人在发出声音时使我感到快乐,并且使任何人都觉得我是一个热爱言论的人——我是如此强烈地接受他所说的话——但是,凡是做相反事情的人都让我痛苦,他口才越显得好,就越让我痛苦,反过来也使我显得是一个厌恶言论的人。

词汇与语法注释

  1. 188aὅτι οὐ πρότερον — 接续词 ὅτι 在此处(ὅτι οὐ πρότερον)被重复使用,用以在夹杂了长篇的关系从句和条件从句之后,重新唤起由前面的 οὔ μοι δοκεῖς εἰδέναι ὅτι 所引导的宾语从句。
  2. 188bἀνάγκη εἶναι τὸν ταῦτα μὴ φεύγοντα — 宾格不定式结构。带冠词的分词 τὸν μὴ φεύγοντα(不逃避这些的人)作为不定式 εἶναι 的逻辑主语(宾格),受制于无人称表达 ἀνάγκη [ἐστίν](必然……)。
  3. 188dδωριστὶ ἀλλʼ οὐκ ἰαστί — “多利亚方式而非伊奥尼亚方式”。副词(以 -τί 结尾)的对比表明,拉刻斯将言行一致的生活比作唯一真正的希腊音乐调式(多利亚调式)。随后的 οὐδὲ φρυγιστὶ οὐδὲ λυδιστί 也以此方式并列。

引用这一段

柏拉图, 拉凯斯篇 §188. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:188

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。