Humanitext Reader

柏拉图 · 拉凯斯篇 §186-187

关于德性教师的质询与苏格拉底的坦白

第 6 段,共 16 段 · 希腊语

内容简介

苏格拉底谦虚地坦言自己在照料灵魂方面既无名师指导也无专业技术,并敦促吕西马科向拉刻斯和尼基阿斯质询他们的教育资质与成果。尼基阿斯则向吕西马科指出,他似乎只是通过其父亲的交情认识苏格拉底,而并未真正了解成年后的苏格拉底。

§186ΛΑ. τοῦτο μὲν ἀληθῆ λέγεις.
拉刻斯:这点你说得确实对。
ΣΩ. καὶ ἡμᾶς ἄρα δεῖ, ὦ Λάχης τε καὶ Νικία—ἐπειδὴ Λυσίμαχος καὶ Μελησίας εἰς συμβουλὴν παρεκαλεσάτην ἡμᾶς περὶ τοῖν ὑέοιν, προθυμούμενοι αὐτοῖν ὅτι ἀρίστας γενέσθαι τὰς ψυχάς—εἰ μέν φαμεν ἔχειν, ἐπιδεῖξαι αὐτοῖς καὶ διδασκάλους οἵτινες αὐτοὶ πρῶτον ἀγαθοὶ ὄντες καὶ πολλῶν νέων τεθεραπευκότες ψυχὰς ἔπειτα καὶ ἡμᾶς διδάξαντες φαίνονται· ἢ εἴ τις ἡμῶν αὐτῶν ἑαυτῷ διδάσκαλον μὲν οὔ φησι γεγονέναι, ἀλλʼ οὖν ἔργα αὐτὸν αὑτοῦ ἔχειν εἰπεῖν καὶ ἐπιδεῖξαι τίνες Ἀθηναίων ἢ τῶν ξένων, ἢ δοῦλοι ἢ ἐλεύθεροι, διʼ ἐκεῖνον ὁμολογουμένως ἀγαθοὶ γεγόνασιν· εἰ δὲ μηδὲν ἡμῖν τούτων ὑπάρχει, ἄλλους κελεύειν ζητεῖν καὶ μὴ ἐν ἑταίρων ἀνδρῶν ὑέσιν κινδυνεύειν διαφθείροντας τὴν μεγίστην αἰτίαν ἔχειν ὑπὸ τῶν οἰκειοτάτων.
苏格拉底:那么,拉刻斯和尼基阿斯,我们自己也必须——既然吕西马科和麦勒西亚斯邀请我们来,为他们两个儿子的事情提供咨询,热切期望他们两人的灵魂能变得尽可能地优秀——如果我们声称自己拥有这门技术或教师,就要向他们展示我们的教师,他们自己首先必须是优秀的,并曾照料过许多年轻人的灵魂,然后显而易见也教导过我们;或者,如果我们要说自己没有过教师,但至少能够陈述并展示自己的成果,说明有哪些雅典人或外邦人、奴隶或自由人,因他而公认变得优秀了;但如果我们这些条件全都不具备,我们就必须建议他们去寻找其他人,而不是在朋友的儿子们身上冒险,让他们变坏,从而遭到最亲近之人的最大指责。
ἐγὼ μὲν οὖν, ὦ Λυσίμαχέ τε καὶ Μελησία, πρῶτος περὶ ἐμαυτοῦ λέγω ὅτι διδάσκαλός μοι οὐ γέγονε τούτου πέρι.
因此,吕西马科和麦勒西亚斯,关于我自己,我首先承认,在这件事情上我没有过任何教师。
καίτοι ἐπιθυμῶ γε τοῦ πράγματος ἐκ νέου ἀρξάμενος.
尽管我从年轻时起就强烈地向往这件事。
ἀλλὰ τοῖς μὲν σοφισταῖς οὐκ ἔχω τελεῖν μισθούς, οἵπερ μόνοι ἐπηγγέλλοντό με οἷοί τʼ εἶναι ποιῆσαι καλόν τε κἀγαθόν· αὐτὸς δʼ αὖ εὑρεῖν τὴν τέχνην ἀδυνατῶ ἔτι νυνί.
但我无法向智者们支付学费,而只有他们才声称能够把我培养成高尚而优秀的人;至于我自己,直到现在依然无法发现这门技术。
εἰ δὲ Νικίας ἢ Λάχης ηὕρηκεν ἢ μεμάθηκεν, οὐκ ἂν θαυμάσαιμι· καὶ γὰρ χρήμασιν ἐμοῦ δυνατώτεροι, ὥστε μαθεῖν παρʼ ἄλλων, καὶ ἅμα πρεσβύτεροι, ὥστε ἤδη ηὑρηκέναι.
但如果尼基阿斯或拉刻斯发现了或学会了它,我也不会感到惊讶;因为在用于向他人学习的资金上,他们比我更富有,同时他们比我年长,所以可能已经发现了它。
δοκοῦσι δή μοι δυνατοὶ εἶναι παιδεῦσαι ἄνθρωπον· οὐ γὰρ ἄν ποτε ἀδεῶς ἀπεφαίνοντο περὶ ἐπιτηδευμάτων νέῳ χρηστῶν τε καὶ πονηρῶν, εἰ μὴ αὑτοῖς ἐπίστευον ἱκανῶς εἰδέναι.
他们确实在我看来有能力教育人;因为如果他们不确信自己已经充分了解,他们绝不会毫无畏惧地对年轻人有益或有害的活动发表意见。
τὰ μὲν οὖν ἄλλα ἔγωγε τούτοις πιστεύω· ὅτι δὲ διαφέρεσθον ἀλλήλοιν, ἐθαύμασα.
因此,在其他事情上我是相信他们的;但他们竟然彼此意见不合,这倒让感到惊讶。
τοῦτο οὖν σου ἐγὼ ἀντιδέομαι, ὦ Λυσίμαχε· καθάπερ ἄρτι Λάχης μὴ ἀφίεσθαί σε ἐμοῦ διεκελεύετο ἀλλὰ ἐρωτᾶν, καὶ ἐγὼ νῦν παρακελεύομαί σοι μὴ ἀφίεσθαι Λάχητος μηδὲ Νικίου, ἀλλʼ ἐρωτᾶν λέγοντα ὅτι ὁ μὲν Σωκράτης οὔ φησιν ἐπαΐειν περὶ τοῦ πράγματος οὐδʼ ἱκανὸς εἶναι διακρῖναι ὁπότερος ὑμῶν ἀληθῆ λέγει—οὔτε γὰρ εὑρετὴς οὔτε μαθητὴς οὐδενὸς περὶ τῶν τοιούτων γεγονέναι— §187ΣΩ. σὺ δʼ, ὦ Λάχης καὶ Νικία, εἴπετον ἡμῖν ἑκάτερος τίνι δὴ δεινοτάτῳ συγγεγόνατον περὶ τῆς τῶν νέων τροφῆς, καὶ πότερα μαθόντε παρά του ἐπίστασθον ἢ αὐτὼ ἐξευρόντε, καὶ εἰ μὲν μαθόντε, τίς ὁ διδάσκαλος ἑκατέρῳ καὶ τίνες ἄλλοι ὁμότεχνοι αὐτοῖς, ἵνʼ, ἂν μὴ ὑμῖν σχολὴ ᾖ ὑπὸ τῶν τῆς πόλεως πραγμάτων, ἐπʼ ἐκείνους ἴωμεν καὶ πείθωμεν ἢ δώροις ἢ χάρισιν ἢ ἀμφότερα ἐπιμεληθῆναι καὶ τῶν ἡμετέρων καὶ τῶν ὑμετέρων παίδων, ὅπως μὴ καταισχύνωσι τοὺς αὑτῶν προγόνους φαῦλοι γενόμενοι·
所以,吕西马科,我反过来要求你:正如刚才拉刻斯极力劝你不要放过我、而是要提问一样,我现在也劝你不要放过拉刻斯和尼基阿斯,而是向他们提问说:苏格拉底说自己对这件事一无所知,也没有能力判断你们中哪一个说得对——因为关于此类事情,他既非发现者,也未曾作过任何人的学生—— 苏格拉底:但你们两位,拉刻斯和尼基阿斯,请告诉我们每个人,你们在年轻人的抚育上究竟与哪位最优秀的人交往过,你们是通过向某人学习而懂得这些,还是自己发现的;如果是学习来的,你们各自的教师是谁,以及他们有哪些同门师兄弟,以便在你们因城邦事务而没有闲暇时,我们可以去找他们,通过赠送礼物、施予恩惠或双管齐下,说服他们来照料我们和你们的孩子,使他们不至于因为变得平庸而羞辱自己的祖先;但如果你们自己就是这种技术的发现者,请给出实例,说明你们此前照料过哪些其他人,使他们从平庸变得高尚而优秀。
εἰ δʼ αὐτοὶ εὑρεταὶ γεγονότε τοῦ τοιούτου, δότε παράδειγμα τίνων ἤδη ἄλλων ἐπιμεληθέντες ἐκ φαύλων καλούς τε κἀγαθοὺς ἐποιήσατε. εἰ γὰρ νῦν πρῶτον ἄρξεσθε παιδεύειν, σκοπεῖν χρὴ μὴ οὐκ ἐν τῷ Καρὶ ὑμῖν ὁ κίνδυνος κινδυνεύηται, ἀλλʼ ἐν τοῖς ὑέσι τε καὶ ἐν τοῖς τῶν φίλων παισί, καὶ ἀτεχνῶς τὸ λεγόμενον κατὰ τὴν παροιμίαν ὑμῖν συμβαίνῃ ἐν πίθῳ ἡ κεραμεία γιγνομένη.
因为如果你们现在才要第一次开始进行教育,就必须考察:你们所冒的风险是否并非在卡里亚人身上,而是在你们自己的儿子们以及朋友们的孩子们身上,以及俗话所说的“在大瓮中开始学做陶器”是否真切地发生在你们身上。
λέγετε οὖν τί τούτων ἢ φατὲ ὑμῖν ὑπάρχειν τε καὶ προσήκειν ἢ οὔ φατε.
所以,请告诉我们,这些情况中有哪一种是你们声称具备并符合你们的,或者你们予以否认。
ταῦτʼ, ὦ Λυσίμαχε, παρʼ αὐτῶν πυνθάνου τε καὶ μὴ μεθίει τοὺς ἄνδρας.
吕西马科,你就向他们打听这些,不要放过这两人。
ΛΥ. καλῶς μὲν ἔμοιγε δοκεῖ, ὦ ἄνδρες, Σωκράτης λέγειν· εἰ δὲ βουλομένοις ὑμῖν ἐστι περὶ τῶν τοιούτων ἐρωτᾶσθαί τε καὶ διδόναι λόγον, αὐτοὺς δὴ χρὴ γιγνώσκειν, ὦ Νικία τε καὶ Λάχης.
吕西马科:诸位,在我看来,苏格拉底说得很好;但如果你们愿意被问及这些事情并作出说明,尼基阿斯和拉刻斯,你们自己必须对此做出决定。
ἐμοὶ μὲν γὰρ καὶ Μελησίᾳ τῷδε δῆλον ὅτι ἡδομένοις ἂν εἴη εἰ πάντα ἃ Σωκράτης ἐρωτᾷ ἐθέλοιτε λόγῳ διεξιέναι· καὶ γὰρ ἐξ ἀρχῆς ἐντεῦθεν ἠρχόμην λέγων, ὅτι εἰς συμβουλὴν διὰ ταῦτα ὑμᾶς παρακαλέσαιμεν, ὅτι μεμεληκέναι ὑμῖν ἡγούμεθα, ὡς εἰκός, περὶ τῶν τοιούτων, καὶ ἄλλως καὶ ἐπειδὴ οἱ παῖδες ὑμῖν ὀλίγου ὥσπερ οἱ ἡμέτεροι ἡλικίαν ἔχουσι παιδεύεσθαι.
因为对我以及这边的麦勒西亚斯来说,显然,如果你们愿意通过讨论详细探讨苏格拉底所提的所有问题,我们将会非常高兴;因为实际上,我起初就是从这里说起的,我们之所以邀请你们来提供咨询,是因为我们认为,如若理所当然,你们一定对这些事情多加关注,而且也是因为你们的孩子和我们的孩子一样,差不多都到了接受教育的年龄。
εἰ οὖν ὑμῖν μή τι διαφέρει, εἴπατε καὶ κοινῇ μετὰ Σωκράτους σκέψασθε, διδόντες τε καὶ δεχόμενοι λόγον παρʼ ἀλλήλων· εὖ γὰρ καὶ τοῦτο λέγει ὅδε, ὅτι περὶ τοῦ μεγίστου νῦν βουλευόμεθα τῶν ἡμετέρων.
所以,如果对你们来说没有什么不便,请与苏格拉底一起共同探讨,彼此给予并接受说明;因为他也说得对:我们现在正在讨论我们所有物中最大的一件。
ἀλλʼ ὁρᾶτε εἰ δοκεῖ χρῆναι οὕτω ποιεῖν.
但请看看是否认为应该这样做。
ΝΙ. ὦ Λυσίμαχε, δοκεῖς μοι ὡς ἀληθῶς Σωκράτη πατρόθεν γιγνώσκειν μόνον, αὐτῷ δʼ οὐ συγγεγονέναι ἀλλʼ ἢ παιδὶ ὄντι, εἴ που ἐν τοῖς δημόταις μετὰ τοῦ πατρὸς ἀκολουθῶν ἐπλησίασέν σοι ἢ ἐν ἱερῷ ἢ ἐν ἄλλῳ τῳ συλλόγῳ τῶν δημοτῶν· ἐπειδὴ δὲ πρεσβύτερος γέγονεν, οὐκ ἐντετυχηκὼς τῷ ἀνδρὶ δῆλος ἔτι εἶ.
尼基阿斯:吕西马科,在我看来,你真的只是从父亲的辈分上认识苏格拉底,而未曾与他本人有过交往,除非是在他还是个孩子的时候,或许当他在神庙里或区民的其他集会中,跟随父亲与区民们在一起时,曾接近过你;而自从他长大后,显然你还未曾与这个人相遇过。
ΛΥ. τί μάλιστα, ὦ Νικία;
吕西马科:为什么这么说呢,尼基阿斯?

词汇与语法注释

  1. 186aὅτι ἀρίστας — 连词 ὅ提与最高级形容词(ἀρίστας)结合,表示“尽可能地……”。αὐτοῖν 是双数属格,指代两个儿子,修饰 ψυχάς(“他们两人的灵魂”)。
  2. 187bμὴ οὐκ ἐν τῷ Καρὶ — 在无人称句 σκοπεῖν χρὴ(必须考察)所引导的从属句中,μὴ οὐκ 加上虚拟语气(κινδυνεύηται)表示一种担忧:“是否……”。谚语“在卡里亚人身上(冒险)”指的是用地位低下或价值不高的人(如外邦奴隶)来进行危险的实验,在此处则是担心实验对象反而是自己珍贵的孩子们。
  3. 187bἐν πίθῳ ἡ κεραμεία — 指著名的谚语“在大瓮中开始学做陶器”(ἐν πίθῳ ἡ κεραμεία γιγνομένη)。比喻尚未在小件器皿上掌握基础技术,就突然挑战制作大件器皿(大瓮)的愚蠢行为。这里用来警告:不要在没有任何经验的情况下,直接拿自己的孩子当教育的实验品。

引用这一段

柏拉图, 拉凯斯篇 §186-187. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:186-187

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。