Humanitext Reader

プラトン · ラケス §182-183

重装歩兵術の効用を巡るニキアスとラケスの対立

3 / 16 箇所 · ギリシア語

要旨

ニキアスは重装歩兵術が若者の身体を鍛え、隊列内でも個人戦でも役立ち、将帥の術へ導く有益なものであると称賛する。これに対してラケスは、戦を重んじるスパルタ人がこの技術を導入していないこと、および実際の戦場でこの術の専門家たちがまったく役に立たなかったという実例(ステシラオスの失敗など)を挙げ、その実用性に強い疑念を示す。

§182ΝΙ. καὶ γὰρ τὸ μὴ ἄλλοθι διατρίβειν, ἐν οἷς δὴ φιλοῦσιν οἱ νέοι τὰς διατριβὰς ποιεῖσθαι ὅταν σχολὴν ἄγωσιν, ἀλλʼ ἐν τούτῳ, εὖ ἔχει, ὅθεν καὶ τὸ σῶμα βέλτιον ἴσχειν ἀνάγκη—οὐδενὸς γὰρ τῶν γυμνασίων φαυλότερον οὐδʼ ἐλάττω πόνον ἔχει—καὶ ἅμα προσήκει μάλιστʼ ἐλευθέρῳ τοῦτό τε τὸ γυμνάσιον καὶ ἡ ἱππική·
ニキアス:というのも、若者たちが暇なときに好んで過ごすような他の場所ではなく、この武芸において時間を過ごすことは良いことですし、そこから身体がより頑健になることも必然だからです。 これは、いかなる体育の運動にも劣らず、骨が折れるものではありません。 また同時に、この体育の運動と乗馬は、自由市民に最もふさわしいものです。
οὗ γὰρ ἀγῶνος ἀθληταί ἐσμεν καὶ ἐν οἷς ἡμῖν ὁ ἀγὼν πρόκειται, μόνοι οὗτοι γυμνάζονται οἱ ἐν τούτοις τοῖς περὶ τὸν πόλεμον ὀργάνοις γυμναζόμενοι.
というのも、我々が競う競技の選手であり、我々に競技の場が用意されているその事柄において、これら戦争に関する武具を用いて鍛錬する人々だけが、まさにその鍛錬を行っているからです。
ἔπειτα ὀνήσει μέν τι τοῦτο τὸ μάθημα καὶ ἐν τῇ μάχῃ αὐτῇ, ὅταν ἐν τάξει δέῃ μάχεσθαι μετὰ πολλῶν ἄλλων·
さらに、この学習は実際の戦闘そのものにおいても、多くの他の人々とともに隊列を組んで戦う必要があるときに役立つでしょう。
μέγιστον μέντοι αὐτοῦ ὄφελος, ὅταν λυθῶσιν αἱ τάξεις καὶ ἤδη τι δέῃ μόνον πρὸς μόνον ἢ διώκοντα ἀμυνομένῳ τινὶ ἐπιθέσθαι ἢ καὶ ἐν φυγῇ ἐπιτιθεμένου ἄλλου ἀμύνασθαι αὐτόν·
しかし、その最大の効用は、隊列が崩れ、もはや一対一で、追撃しながら防戦する敵に襲いかかるか、あるいは自ら退却する中で襲いかかってくる他の敵を防がねばならぬときです。
οὔτʼ ἂν ὑπό γε ἑνὸς εἷς ὁ τοῦτʼ ἐπιστάμενος οὐδὲν ἂν πάθοι, ἴσως δʼ οὐδὲ ὑπὸ πλειόνων, ἀλλὰ πανταχῇ ἂν ταύτῃ πλεονεκτοῖ.
この武芸を知っている者は、一人を相手にして痛手を負うことはまずないでしょうし、おそらくは複数人を相手にしてもそうであり、あらゆる点でこのことによって優位に立つでしょう。
ἔτι δὲ καὶ εἰς ἄλλου καλοῦ μαθήματος ἐπιθυμίαν παρακαλεῖ τὸ τοιοῦτον·
さらにまた、このようなものは他の素晴らしい学習への意欲を呼び起こします。
πᾶς γὰρ ἂν μαθὼν ἐν ὅπλοις μάχεσθαι ἐπιθυμήσειε καὶ τοῦ ἑξῆς μαθήματος τοῦ περὶ τὰς τάξεις, καὶ ταῦτα λαβὼν καὶ φιλοτιμηθεὶς ἐν αὐτοῖς ἐπὶ πᾶν ἂν τὸ περὶ τὰς στρατηγίας ὁρμήσειε·
というのも、武器をとって戦うことを学んだ者は誰もが、その次に来る隊列に関する学習をも望むようになるでしょうし、それらを受け入れてその中で名誉を重んじるようになれば、将帥の術全般へと向かうことになるからです。
καὶ ἤδη δῆλον ὅτι τὰ τούτων ἐχόμενα καὶ μαθήματα πάντα καὶ ἐπιτηδεύματα καὶ καλὰ καὶ πολλοῦ ἄξια ἀνδρὶ μαθεῖν τε καὶ ἐπιτηδεῦσαι, ὧν καθηγήσαιτʼ ἂν τοῦτο τὸ μάθημα.
そして、この学習が先導することになる、これに続くすべての学習や鍛錬もまた、人間にとって学び、鍛錬するに値する素晴らしく価値あるものであることは、すでに明らかです。
προσθήσομεν δʼ αὐτῷ οὐ σμικρὰν προσθήκην, ὅτι πάντα ἄνδρα ἐν πολέμῳ καὶ θαρραλεώτερον καὶ ἀνδρειότερον ἂν ποιήσειεν αὐτὸν αὑτοῦ οὐκ ὀλίγῳ αὕτη ἡ ἐπιστήμη.
また、我々はこれに決して小さくないおまけを付け加えることができます。 すなわち、この知識は、戦争においてすべての人間を、彼自身が本来持っているよりも少なからず勇敢で、また雄々しくさせるということです。
μὴ ἀτιμάσωμεν δὲ εἰπεῖν, εἰ καί τῳ σμικρότερον δοκεῖ εἶναι, ὅτι καὶ εὐσχημονέστερον ἐνταῦθα οὗ χρὴ τὸν ἄνδρα εὐσχημονέστερον φαίνεσθαι, οὗ ἅμα καὶ δεινότερος τοῖς ἐχθροῖς φανεῖται διὰ τὴν εὐσχημοσύνην.
そして、人によっては些細なことと思われるかもしれませんが、言うのを躊躇わないでおきましょう。 人間が最も端正に見えるべきまさにその場所において、その人をより端正に見せ、同時に、その端正さゆえに敵にとってより恐るべき存在に見せるということも、この武芸の効用なのです。
ἐμοὶ μὲν οὖν, ὦ Λυσίμαχε, ὥσπερ λέγω, δοκεῖ τε χρῆναι διδάσκειν τοὺς νεανίσκους ταῦτα καὶ διʼ ἃ δοκεῖ εἴρηκα·
したがって、リュシマコスよ、私はまさに言う通り、若者たちにこれらを教えるべきだと考えますし、そう考える理由も述べました。
Λάχητος δʼ, εἴ τι παρὰ ταῦτα λέγει, κἂν αὐτὸς ἡδέως ἀκούσαιμι.
しかし、もしラケスがこれとは異なる意見を持っているなら、私自身、喜んで耳を傾けたいと思います。
ΛΑ. ἀλλʼ ἔστι μέν, ὦ Νικία, χαλεπὸν λέγειν περὶ ὁτουοῦν μαθήματος ὡς οὐ χρὴ μανθάνειν·
ラケス:しかし、ニキアスよ、いかなる学習についても、それを学ぶべきではないと言うのは難しいことです。
πάντα γὰρ ἐπίστασθαι ἀγαθὸν δοκεῖ εἶναι.
なぜなら、あらゆることを知っているのは良いことだと思われるからです。
καὶ δὴ καὶ τὸ ὁπλιτικὸν τοῦτο, εἰ μέν ἐστιν μάθημα, ὅπερ φασὶν οἱ διδάσκοντες, καὶ οἷον Νικίας λέγει, χρὴ αὐτὸ μανθάνειν·
そして、この重装歩兵術にしても、もしそれを教える者たちが主張し、またニキアスが言うような学習であるならば、それを学ぶべきです。
εἰ δʼ ἔστιν μὲν μὴ μάθημα, ἀλλʼ ἐξαπατῶσιν οἱ ὑπισχνούμενοι, ἢ μάθημα μὲν τυγχάνει ὄν, μὴ μέντοι πάνυ σπουδαῖον, τί καὶ δέοι ἂν αὐτὸ μανθάνειν;
しかし、もしそれが学習などではなく、約束する者たちが欺いているだけであったり、あるいは学習ではあってもそれほど大したものではなかったりするならば、一体なぜそれを学ぶ必要があるでしょうか。
§183ΛΑ. λέγω δὲ ταῦτα περὶ αὐτοῦ εἰς τάδε ἀποβλέψας, ὅτι οἶμαι ἐγὼ τοῦτο, εἰ τὶ ἦν, οὐκ ἂν λεληθέναι Λακεδαιμονίους, οἷς οὐδὲν ἄλλο μέλει ἐν τῷ βίῳ ἢ τοῦτο ζητεῖν καὶ ἐπιτηδεύειν, ὅτι ἂν μαθόντες καὶ ἐπιτηδεύσαντες πλεονεκτοῖεν τῶν ἄλλων περὶ τὸν πόλεμον.
ラケス:私がこれについてこのように言うのは、次のような点に着目してのことです。 すなわち、もしこれが価値あるものであったなら、ラケダイモン人たちの目に留まらなかったはずはないと私は思うからです。 彼らにとっては、人生において、これを学び、修めることで、戦争において他者に対して優位に立てるような事柄を探求し、実践すること以外に、何の関心もないのですから。
εἰ δʼ ἐκείνους λέληθεν, ἀλλʼ οὐ τούτους γε τοὺς διδασκάλους αὐτοῦ λέληθεν αὐτὸ τοῦτο, ὅτι ἐκεῖνοι μάλιστα τῶν Ἑλλήνων σπουδάζουσιν ἐπὶ τοῖς τοιούτοις καὶ ὅτι παρʼ ἐκείνοις ἄν τις τιμηθεὶς εἰς ταῦτα καὶ παρὰ τῶν ἄλλων πλεῖστʼ ἂν ἐργάζοιτο χρήματα, ὥσπερ γε καὶ τραγῳδίας ποιητὴς παρʼ ἡμῖν τιμηθείς.
もし彼らの目に留まらなかったとしても、この武芸の教師たちの目に、まさにそのことが留まらなかったはずはありません。 すなわち、ギリシア人の中でラケダイモン人こそがこのような事柄に最も熱心であり、彼らのところでこの点について重んじられれば、他国の人々からも最も多くの富を得られるだろう、ちょうど我々のところで悲劇詩人が重んじられるように、という事実が。
τοιγάρτοι ὃς ἂν οἴηται τραγῳδίαν καλῶς ποιεῖν, οὐκ ἔξωθεν κύκλῳ περὶ τὴν Ἀττικὴν κατὰ τὰς ἄλλας πόλεις ἐπιδεικνύμενος περιέρχεται, ἀλλʼ εὐθὺς δεῦρο φέρεται καὶ τοῖσδʼ ἐπιδείκνυσιν εἰκότως·
それゆえ、もし自分が悲劇を上手く作れると思う者がいれば、アッティカの外を巡って他の諸都市で実演して回るようなことはせず、すぐにこちらへ駆けつけて彼らに実演してみせるのが当然です。
τοὺς δὲ ἐν ὅπλοις μαχομένους ἐγὼ τούτους ὁρῶ τὴν μὲν Λακεδαίμονα ἡγουμένους εἶναι ἄβατον ἱερὸν καὶ οὐδὲ ἄκρῳ ποδὶ ἐπιβαίνοντας, κύκλῳ δὲ περιιόντας αὐτὴν καὶ πᾶσι μᾶλλον ἐπιδεικνυμένους, καὶ μάλιστα τούτοις οἳ κἂν αὐτοὶ ὁμολογήσειαν πολλοὺς σφῶν προτέρους εἶναι πρὸς τὰ τοῦ πολέμου.
しかし、この武器をとって戦う者たちを見ていると、彼らはラケダイモンを不可侵の聖域とみなし、爪先さえ踏み入れようとはせず、その周囲を巡り歩いて他のすべての人々に実演してみせています。 とりわけ、自分たち自身が、戦争の事柄において他者より多く劣っていることを自ら認めるような人々に対して実演しているのです。
ἔπειτα, ὦ Λυσίμαχε, οὐ πάνυ ὀλίγοις ἐγὼ τούτων παραγέγονα ἐν αὐτῷ τῷ ἔργῳ, καὶ ὁρῶ οἷοί εἰσιν.
さらに、リュシマコスよ、私は実際の戦場において、彼らのうちの少なからぬ者たちに立ち会ってきましたが、彼らがどのような者であるかを見てきました。
ἔξεστι δὲ καὶ αὐτόθεν ἡμῖν σκέψασθαι.
我々はここからでもそれを察することができます。
ὥσπερ γὰρ ἐπίτηδες οὐδεὶς πώποτʼ εὐδόκιμος γέγονεν ἐν τῷ πολέμῳ ἀνὴρ τῶν τὰ ὁπλιτικὰ ἐπιτηδευσάντων.
というのも、まるで狙い澄ましたかのように、重装歩兵術を修めた者たちの中で、戦争で名を馳せた者は一人もいないからです。
καίτοι εἴς γε τἆλλα πάντα ἐκ τούτων οἱ ὀνομαστοὶ γίγνονται, ἐκ τῶν ἐπιτηδευσάντων ἕκαστα·
それにもかかわらず、他のすべての分野においては、それぞれの分野を修めた者たちの中から有名な人々が出現します。
οὗτοι δʼ, ὡς ἔοικε, παρὰ τοὺς ἄλλους οὕτω σφόδρα εἰς τοῦτο δεδυστυχήκασιν.
しかし彼らは、どうやら他とは異なり、このことにおいてそれほどまでに甚だしく不運に見舞われているようです。
ἐπεὶ καὶ τοῦτον τὸν Στησίλεων, ὃν ὑμεῖς μετʼ ἐμοῦ ἐν τοσούτῳ ὄχλῳ ἐθεάσασθε ἐπιδεικνύμενον καὶ τὰ μεγάλα περὶ αὑτοῦ λέγοντα ἃ ἔλεγεν, ἑτέρωθι ἐγὼ κάλλιον ἐθεασάμην ἐν τῇ ἀληθείᾳ ὡς ἀληθῶς ἐπιδεικνύμενον οὐχ ἑκόντα.
というのも、あなた方が私と一緒に、あの大群衆の中で実演しているのを目撃し、自身について大言壮語していたあのステシラオスにしても、私は別の場所において、実戦において、本人の意に反して見事に実演してみせているのを、より美しく目撃したのですから。
προσβαλούσης γὰρ τῆς νεὼς ἐφʼ ᾗ ἐπεβάτευεν πρὸς ὁλκάδα τινά, ἐμάχετο ἔχων δορυδρέπανον, διαφέρον δὴ ὅπλον ἅτε καὶ αὐτὸς τῶν ἄλλων διαφέρων.
彼が乗っていた船が、ある商船に突撃した際、彼は鎌付きの槍という、彼自身が他とは異なる者であるために、他とは異なる際立った武器を持って戦っていました。
τὰ μὲν οὖν ἄλλα οὐκ ἄξια λέγειν περὶ τἀνδρός, τὸ δὲ σόφισμα τὸ τοῦ δρεπάνου τοῦ πρὸς τῇ λόγχῃ οἷον ἀπέβη.
さて、この男の他のことについては話すに値しませんが、槍の先に取り付けられたその鎌の仕掛けが、どのような結果を招いたかということです。
μαχομένου γὰρ αὐτοῦ ἐνέσχετό που ἐν τοῖς τῆς νεὼς σκεύεσιν καὶ ἀντελάβετο·
彼が戦っていると、それが船の艤装のどこかに引っかかって、固定されてしまいました。
εἷλκεν οὖν ὁ Στησίλεως βουλόμενος ἀπολῦσαι, καὶ οὐχ οἷός τʼ ἦν, ἡ δὲ ναῦς τὴν ναῦν παρῄει.
そこでステシラオスは引き抜こうと引っ張りましたが、どうしても抜けず、そうしている間に船は相手の船の傍らを通り過ぎていったのです。

語釈・文法注

  1. 182τὸ μὴ ἄλλοθι διατρίβειν ... εὖ ἔχει — 主格不定詞句 τὸ μὴ ἄλλοθι διατρίβειν(他の場所で時間を過ごさないこと)が主語であり、非人称的に用いられた述語 εὖ ἔχει(良い状態である、好ましい)に係っている。後続の ὅθεν... はこの不定詞句の内容から生じる結果を説明する関係詞節である。
  2. 182bἀμυνομένῳ τινὶ ἐπιθέσθαι ἢ καὶ ἐν φυγῇ ἐπιτιθεμένου ἄλλου ἀμύνασθαι αὐτόν — 前半の与格分詞 ἀμυνομένῳ τινί は、動詞 ἐπιθέσθαι(〜に襲いかかる)の与格補語。後半の属格独立分詞構文 ἐπιτιθεμένου ἄλλου(他の者が襲いかかってくるときに)は、時を表す副詞句として不定詞 ἀμύνασθαι(〜を防ぐ)に係る。主格対格不定詞の主語(αὐτόν)は、前文の「この武芸を身につけた者」を指す対格主語である。
  3. 182cποιήσειεν αὐτὸν αὑτοῦ οὐκ ὀλίγῳ — αὐτόν(彼自身を)は ποιήσειεν の対格目的語。αὑτοῦ(彼自身よりも)は、後続の比較級(θαρραλεώτερον καὶ ἀνδρειότερον)に係る比較の属格。οὐκ ὀλίγῳ(少なからず)は、比較の差を示す度合いの与格である。
  4. 183aὅτι οἶμαι ἐγὼ τοῦτο ... οὐκ ἂν λεληθέναι Λακεδαιμονίους — 接続詞 ὅτι が先行する動詞 λέγω(182e末尾および183a頭)を承けて名詞節を導き、その中に挿入節 οἶμαι ἐγὼ(私は思う)が割り込んでいる。その影響で、本来直説法または希求法が続くはずの ὅτι 節内に、間接話法としての「対格+不定詞」構文(τοῦτο ... οὐκ ἂν λεληθέναι Λακεδαιμονίους)が混入する一種の混合構成(anacoluthon)が生じている。

この箇所を引用する

プラトン, ラケス §182-183. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:182-183

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。