§182ΝΙ. καὶ γὰρ τὸ μὴ ἄλλοθι διατρίβειν, ἐν οἷς δὴ φιλοῦσιν οἱ νέοι τὰς διατριβὰς ποιεῖσθαι ὅταν σχολὴν ἄγωσιν, ἀλλʼ ἐν τούτῳ, εὖ ἔχει, ὅθεν καὶ τὸ σῶμα βέλτιον ἴσχειν ἀνάγκη—οὐδενὸς γὰρ τῶν γυμνασίων φαυλότερον οὐδʼ ἐλάττω πόνον ἔχει—καὶ ἅμα προσήκει μάλιστʼ ἐλευθέρῳ τοῦτό τε τὸ γυμνάσιον καὶ ἡ ἱππική·
尼基阿斯:因为将时间花在这一项上,而不是在年轻人有空闲时喜欢打发时间的其他地方,这是一件好事,身体也必然会因此变得更好——因为它不亚于任何体育锻炼,也不比它们省力——同时,这种体育锻炼和骑马是最适合自由民的。
οὗ γὰρ ἀγῶνος ἀθληταί ἐσμεν καὶ ἐν οἷς ἡμῖν ὁ ἀγὼν πρόκειται, μόνοι οὗτοι γυμνάζονται οἱ ἐν τούτοις τοῖς περὶ τὸν πόλεμον ὀργάνοις γυμναζόμενοι.
因为在我们作为竞争者的那场竞赛中,以及在我们的竞赛所处的那些事务中,只有那些用这些关于战争的武器进行锻炼的人,才是真正进行锻炼的人。
ἔπειτα ὀνήσει μέν τι τοῦτο τὸ μάθημα καὶ ἐν τῇ μάχῃ αὐτῇ, ὅταν ἐν τάξει δέῃ μάχεσθαι μετὰ πολλῶν ἄλλων· μέγιστον μέντοι αὐτοῦ ὄφελος, ὅταν λυθῶσιν αἱ τάξεις καὶ ἤδη τι δέῃ μόνον πρὸς μόνον ἢ διώκοντα ἀμυνομένῳ τινὶ ἐπιθέσθαι ἢ καὶ ἐν φυγῇ ἐπιτιθεμένου ἄλλου ἀμύνασθαι αὐτόν·
其次,这门学问在实际战斗本身中也会有一些帮助,当需要和许多其他人一起在队列中战斗时;但它最大的用处,是在队列溃散,需要一对一,要么在追击时向防守的敌人发起进攻,要么在退却时防守其他人的进攻。
οὔτʼ ἂν ὑπό γε ἑνὸς εἷς ὁ τοῦτʼ ἐπιστάμενος οὐδὲν ἂν πάθοι, ἴσως δʼ οὐδὲ ὑπὸ πλειόνων, ἀλλὰ πανταχῇ ἂν ταύτῃ πλεονεκτοῖ.
精通此术的人不会在面对单个人时受到任何伤害,甚至可能在面对多个人的时候也是如此,而且在任何地方他都能以此占得优势。
ἔτι δὲ καὶ εἰς ἄλλου καλοῦ μαθήματος ἐπιθυμίαν παρακαλεῖ τὸ τοιοῦτον· πᾶς γὰρ ἂν μαθὼν ἐν ὅπλοις μάχεσθαι ἐπιθυμήσειε καὶ τοῦ ἑξῆς μαθήματος τοῦ περὶ τὰς τάξεις, καὶ ταῦτα λαβὼν καὶ φιλοτιμηθεὶς ἐν αὐτοῖς ἐπὶ πᾶν ἂν τὸ περὶ τὰς στρατηγίας ὁρμήσειε·
此外,这样的事情还会激发对另一种美好学问的渴望;因为每个学会了披甲格斗的人,都会渴望接下来的学问,即关于队列的学问,而掌握了这些并在其中获得荣誉之后,他就会奔向关于将帅之术的全部事务。
καὶ ἤδη δῆλον ὅτι τὰ τούτων ἐχόμενα καὶ μαθήματα πάντα καὶ ἐπιτηδεύματα καὶ καλὰ καὶ πολλοῦ ἄξια ἀνδρὶ μαθεῖν τε καὶ ἐπιτηδεῦσαι, ὧν καθηγήσαιτʼ ἂν τοῦτο τὸ μάθημα.
现在显而易见的是,与这些相连的所有学问和操练,对于一个男人去学习和实践来说,都是既美好又有巨大价值的,而这门学问正是这一切的开端。
προσθήσομεν δʼ αὐτῷ οὐ σμικρὰν προσθήκην, ὅτι πάντα ἄνδρα ἐν πολέμῳ καὶ θαρραλεώτερον καὶ ἀνδρειότερον ἂν ποιήσειεν αὐτὸν αὑτοῦ οὐκ ὀλίγῳ αὕτη ἡ ἐπιστήμη.
我们还可以给它增加一个不小的补充,那就是在战争中,这门知识会让每个人比他自己原本的样子要更加勇敢和雄壮不少。
μὴ ἀτιμάσωμεν δὲ εἰπεῖν, εἰ καί τῳ σμικρότερον δοκεῖ εἶναι, ὅτι καὶ εὐσχημονέστερον ἐνταῦθα οὗ χρὴ τὸν ἄνδρα εὐσχημονέστερον φαίνεσθαι, οὗ ἅμα καὶ δεινότερος τοῖς ἐχθροῖς φανεῖται διὰ τὴν εὐσχημοσύνην.
即使在有些人看来这是个较小的事情,我们也不要轻视去说:那就是在人最应当显得得体的地方,它能使人显得更加得体,而在那个地方,由于他的得体,他同时也会在敌人面前显得更加可怕。
ἐμοὶ μὲν οὖν, ὦ Λυσίμαχε, ὥσπερ λέγω, δοκεῖ τε χρῆναι διδάσκειν τοὺς νεανίσκους ταῦτα καὶ διʼ ἃ δοκεῖ εἴρηκα· Λάχητος δʼ, εἴ τι παρὰ ταῦτα λέγει, κἂν αὐτὸς ἡδέως ἀκούσαιμι.
因此,吕西马科:正如我所说,在我看来应当教导年轻人这些,我也已经陈述了之所以这样认为的理由;但如果拉刻斯有与之相反的看法,我也很乐意听听。
ΛΑ. ἀλλʼ ἔστι μέν, ὦ Νικία, χαλεπὸν λέγειν περὶ ὁτουοῦν μαθήματος ὡς οὐ χρὴ μανθάνειν· πάντα γὰρ ἐπίστασθαι ἀγαθὸν δοκεῖ εἶναι.
拉刻斯:但是,尼基阿斯,要说任何一门学问是不应该学习的,这确实是困难的;因为知道所有的事情似乎都是一件好事。
καὶ δὴ καὶ τὸ ὁπλιτικὸν τοῦτο, εἰ μέν ἐστιν μάθημα, ὅπερ φασὶν οἱ διδάσκοντες, καὶ οἷον Νικίας λέγει, χρὴ αὐτὸ μανθάνειν· εἰ δʼ ἔστιν μὲν μὴ μάθημα, ἀλλʼ ἐξαπατῶσιν οἱ ὑπισχνούμενοι, ἢ μάθημα μὲν τυγχάνει ὄν, μὴ μέντοι πάνυ σπουδαῖον, τί καὶ δέοι ἂν αὐτὸ μανθάνειν;
而且,这项披甲格斗之术,如果它是一门学问,正如那些传授它的人所说以及尼基阿斯所描述的那样,就应该学习它;但如果它不是一门学问,而是那些承诺传授它的人在欺骗,或者它碰巧是门学问,却不是很值得认真对待的,那又有什么必要去学习它呢?
§183ΛΑ. λέγω δὲ ταῦτα περὶ αὐτοῦ εἰς τάδε ἀποβλέψας, ὅτι οἶμαι ἐγὼ τοῦτο, εἰ τὶ ἦν, οὐκ ἂν λεληθέναι Λακεδαιμονίους, οἷς οὐδὲν ἄλλο μέλει ἐν τῷ βίῳ ἢ τοῦτο ζητεῖν καὶ ἐπιτηδεύειν, ὅτι ἂν μαθόντες καὶ ἐπιτηδεύσαντες πλεονεκτοῖεν τῶν ἄλλων περὶ τὸν πόλεμον.
拉刻斯:我之所以对它说这些,是看重了以下这点:因为我认为这件事情,如果它真的是什么有价值的东西,是不会逃过拉刻代蒙人的注意的,对他们来说,一生中没有其他事情比探求和实践那些学会并实践了就能在战争中比其他人占优势的事情更为重要的了。
εἰ δʼ ἐκείνους λέληθεν, ἀλλʼ οὐ τούτους γε τοὺς διδασκάλους αὐτοῦ λέληθεν αὐτὸ τοῦτο, ὅτι ἐκεῖνοι μάλιστα τῶν Ἑλλήνων σπουδάζουσιν ἐπὶ τοῖς τοιούτοις καὶ ὅτι παρʼ ἐκείνοις ἄν τις τιμηθεὶς εἰς ταῦτα καὶ παρὰ τῶν ἄλλων πλεῖστʼ ἂν ἐργάζοιτο χρήματα, ὥσπερ γε καὶ τραγῳδίας ποιητὴς παρʼ ἡμῖν τιμηθείς.
如果它逃过了那些人的注意,那也绝不会逃过这门学问的教师们的注意:那就是在希腊人中,拉刻代蒙人对这类事情最为热心,如果在他们那里因这些事情受到尊重,就能从其他人那里赚到最多的钱,正如在我们这里受到尊重的悲剧诗人一样。
τοιγάρτοι ὃς ἂν οἴηται τραγῳδίαν καλῶς ποιεῖν, οὐκ ἔξωθεν κύκλῳ περὶ τὴν Ἀττικὴν κατὰ τὰς ἄλλας πόλεις ἐπιδεικνύμενος περιέρχεται, ἀλλʼ εὐθὺς δεῦρο φέρεται καὶ τοῖσδʼ ἐπιδείκνυσιν εἰκότως·
因此,凡是认为自己悲剧写得好的人,不会在阿提卡之外的其他城邦里巡回表演,而是会立刻奔向这里并展示给这里的人看,这是理所当然的。
τοὺς δὲ ἐν ὅπλοις μαχομένους ἐγὼ τούτους ὁρῶ τὴν μὲν Λακεδαίμονα ἡγουμένους εἶναι ἄβατον ἱερὸν καὶ οὐδὲ ἄκρῳ ποδὶ ἐπιβαίνοντας, κύκλῳ δὲ περιιόντας αὐτὴν καὶ πᾶσι μᾶλλον ἐπιδεικνυμένους, καὶ μάλιστα τούτοις οἳ κἂν αὐτοὶ ὁμολογήσειαν πολλοὺς σφῶν προτέρους εἶναι πρὸς τὰ τοῦ πολέμου.
但我看到这些披甲格斗的人,把拉刻代蒙视为不可逾越的圣地,连脚尖都不曾踏入,而是绕着它转圈,向其他所有人展示,尤其是那些连自己都会承认在战争事务中许多人比他们自己强的人。
ἔπειτα, ὦ Λυσίμαχε, οὐ πάνυ ὀλίγοις ἐγὼ τούτων παραγέγονα ἐν αὐτῷ τῷ ἔργῳ, καὶ ὁρῶ οἷοί εἰσιν.
其次,吕西马科:在实际战役中,我曾与他们中的不少人共事过,并且亲眼看到过他们是什么样的人。
ἔξεστι δὲ καὶ αὐτόθεν ἡμῖν σκέψασθαι.
我们也可以从眼前的事情中来观察。
ὥσπερ γὰρ ἐπίτηδες οὐδεὶς πώποτʼ εὐδόκιμος γέγονεν ἐν τῷ πολέμῳ ἀνὴρ τῶν τὰ ὁπλιτικὰ ἐπιτηδευσάντων.
因为仿佛故意作弄一般,在那些修习披甲格斗术的人中,从未有一个在战争中成名的人。
καίτοι εἴς γε τἆλλα πάντα ἐκ τούτων οἱ ὀνομαστοὶ γίγνονται, ἐκ τῶν ἐπιτηδευσάντων ἕκαστα· οὗτοι δʼ, ὡς ἔοικε, παρὰ τοὺς ἄλλους οὕτω σφόδρα εἰς τοῦτο δεδυστυχήκασιν.
然而,在所有其他行业中,名人们都是从那些实践了每个行业的人中产生的;但这些人,似乎在这一点上比其他人遭受了如此强烈的厄运。
ἐπεὶ καὶ τοῦτον τὸν Στησίλεων, ὃν ὑμεῖς μετʼ ἐμοῦ ἐν τοσούτῳ ὄχλῳ ἐθεάσασθε ἐπιδεικνύμενον καὶ τὰ μεγάλα περὶ αὑτοῦ λέγοντα ἃ ἔλεγεν, ἑτέρωθι ἐγὼ κάλλιον ἐθεασάμην ἐν τῇ ἀληθείᾳ ὡς ἀληθῶς ἐπιδεικνύμενον οὐχ ἑκόντα.
因为即使是这个斯忒西劳斯,你们曾和我一起在那大群人中目睹他展示自己,并说着关于他自己的那些大话,我却在另一个地方更美妙地目睹了他在实战中,真正违背其意愿的展示。
προσβαλούσης γὰρ τῆς νεὼς ἐφʼ ᾗ ἐπεβάτευεν πρὸς ὁλκάδα τινά, ἐμάχετο ἔχων δορυδρέπανον, διαφέρον δὴ ὅπλον ἅτε καὶ αὐτὸς τῶν ἄλλων διαφέρων.
因为在他作为海军士兵服役的船只向一艘商船发起攻击时,他拿着一把割草镰刀枪战斗,这是一种与众不同的武器,正如他自己与其他人与众不同一样。
τὰ μὲν οὖν ἄλλα οὐκ ἄξια λέγειν περὶ τἀνδρός, τὸ δὲ σόφισμα τὸ τοῦ δρεπάνου τοῦ πρὸς τῇ λόγχῃ οἷον ἀπέβη. μαχομένου γὰρ αὐτοῦ ἐνέσχετό που ἐν τοῖς τῆς νεὼς σκεύεσιν καὶ ἀντελάβετο·
这个人的其他事迹不值一提,但那安装在枪尖上的镰刀的巧妙发明却带来了这样的结果:当他战斗时,那武器卡在商船的缆绳艤装中的某个地方,被固定住了。
εἷλκεν οὖν ὁ Στησίλεως βουλόμενος ἀπολῦσαι, καὶ οὐχ οἷός τʼ ἦν, ἡ δὲ ναῦς τὴν ναῦν παρῄει.
斯忒西劳斯用力拖拽想要拔出来,但却办不到,而那艘船正在擦过对方的船只。