§180ΛΥ. ταῦτʼ ἐστὶν ἃ ἐβουλόμεθα ὑμῖν ἀνακοινώσασθαι.
リュシマコス:これらが、私たちがあなた方に相談したかった事柄です。
ἤδη οὖν ὑμέτερον μέρος συμβουλεύειν καὶ περὶ τούτου τοῦ μαθήματος, εἴτε δοκεῖ χρῆναι μανθάνειν εἴτε μή, καὶ περὶ τῶν ἄλλων, εἴ τι ἔχετε ἐπαινέσαι μάθημα νέῳ ἀνδρὶ ἢ ἐπιτήδευμα, καὶ περὶ τῆς κοινωνίας λέγειν ὁποῖόν τι ποιήσετε.
したがって、この武芸について、それを学ぶべきと思われるかどうか、また、若者にとって推奨すべき他の学習や鍛錬が何かあればそれについて、さらには、どのような形で協力してくださるかについて、今や助言をいただくのはあなた方の役目です。
ΝΙ. ἐγὼ μέν, ὦ Λυσίμαχε καὶ Μελησία, ἐπαινῶ τε ὑμῶν τὴν διάνοιαν καὶ κοινωνεῖν ἕτοιμος, οἶμαι δὲ καὶ Λάχητα τόνδε.
ニキアス:私は、リュシマコス、そしてメレシアスよ、あなた方の考えを称賛しますし、協力する用意もあります。 そして、こちらのラケスも同様だと思います。
ΛΑ. ἀληθῆ γὰρ οἴει, ὦ Νικία.
ラケス:ニキアスよ、君の言う通りだ。
ὡς ὅ γε ἔλεγεν ὁ Λυσίμαχος ἄρτι περὶ τοῦ πατρὸς τοῦ αὑτοῦ τε καὶ τοῦ Μελησίου, πάνυ μοι δοκεῖ εὖ εἰρῆσθαι καὶ εἰς ἐκείνους καὶ εἰς ἡμᾶς καὶ εἰς ἅπαντας ὅσοι τὰ τῶν πόλεων πράττουσιν, ὅτι αὐτοῖς σχεδόν τι ταῦτα συμβαίνει ἃ οὗτος λέγει καὶ περὶ παῖδας καὶ περὶ τἆλλα, τὰ ἴδια ὀλιγωρεῖσθαί τε καὶ ἀμελῶς διατίθεσθαι.
リュシマコスが先ほど自分とメレシアスの父親について言ったことは、彼らだけでなく、我々、いや、国政に携わるすべての人々にとっても、実に見事に当てはまる。 彼らの身には、子供に対してもその他のことに対しても、この男が言う通りのこと、すなわち、私的な事柄が軽視され、疎かに扱われるということがほぼ間違いなく起こるからだ。
ταῦτα μὲν οὖν καλῶς λέγεις, ὦ Λυσίμαχε·
リュシマコスよ、その点は君の言う通りだ。
ὅτι δʼ ἡμᾶς μὲν συμβούλους παρακαλεῖς ἐπὶ τὴν τῶν νεανίσκων παιδείαν, Σωκράτη δὲ τόνδε οὐ παρακαλεῖς, θαυμάζω, πρῶτον μὲν ὄντα δημότην, ἔπειτα ἐνταῦθα ἀεὶ τὰς διατριβὰς ποιούμενον ὅπου τί ἐστι τῶν τοιούτων ὧν σὺ ζητεῖς περὶ τοὺς νέους ἢ μάθημα ἢ ἐπιτήδευμα καλόν.
しかし、君が若者たちの教育の相談相手として我々を招きながら、こちらのソクラテスを招かないことには驚かされる。 彼は第一に我々と同じ区民であり、第二に、君が若者たちのために探し求めているような素晴らしい学習や鍛錬がどこにあるかについて、いつもこの場所で探究を重ねているのだから。
ΛΥ. πῶς λέγεις, ὦ Λάχης;
リュシマコス:どういうことかね、ラケス。
Σωκράτης γὰρ ὅδε τινὸς τῶν τοιούτων ἐπιμέλειαν πεποίηται;
こちらのソクラテスが、そのような事柄の面倒を見てくれたことがあるというのか。
ΛΑ. πάνυ μὲν οὖν, ὦ Λυσίμαχε.
ラケス:もちろんですとも、リュシマコス。
ΝΙ. τοῦτο μέν σοι κἂν ἐγὼ ἔχοιμι εἰπεῖν οὐ χεῖρον Λάχητος·
ニキアス:このことなら、私だってラケスに劣らず説明できます。
καὶ γὰρ αὐτῷ μοι ἔναγχος ἄνδρα προυξένησε τῷ ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις.
というのも、つい先日も彼が私の息子に音楽の教師として、アガトクレスの弟子であるダモンを紹介してくれたからです。 彼は音楽においてだけでなく、その他あらゆる点において、この年頃の若者たちと時間を共にするのにこれ以上ないほどふさわしい、きわめて魅力的な人物です。
ΛΥ. οὔτοι, ὦ Σώκρατές τε καὶ Νικία καὶ Λάχης, οἱ ἡλίκοι ἐγὼ ἔτι γιγνώσκομεν τοὺς νεωτέρους, ἅτε κατʼ οἰκίαν τὰ πολλὰ διατρίβοντες ὑπὸ τῆς ἡλικίας·
リュシマコス:ソクラテス、ニキアス、そしてラケスよ、私のような年頃の者は、年齢のせいで大半を家の中で過ごしているため、若い人々のことをもうよく知らないのです。
ἀλλʼ εἴ τι καὶ σύ, ὦ παῖ Σωφρονίσκου, ἔχεις τῷδε τῷ σαυτοῦ δημότῃ ἀγαθὸν συμβουλεῦσαι, χρὴ συμβουλεύειν.
しかし、ソプロニスコスの息子よ、もし君もこの同区民である私に何か良い助言をしてくれるなら、ぜひ助言してほしい。
δίκαιος δʼ εἶ·
そうする義務が君にはある。
καὶ γὰρ πατρικὸς ἡμῖν φίλος τυγχάνεις ὤν·
というのも、君は我々の父親の代からの友人なのだから。
ἀεὶ γὰρ ἐγὼ καὶ ὁ σὸς πατὴρ ἑταίρω τε καὶ φίλω ἦμεν, καὶ πρότερον ἐκεῖνος ἐτελεύτησε, πρίν τι ἐμοὶ διενεχθῆναι.
私と君の父親は常に同志であり友人であったし、彼は私と一度の不和も起こすことなく、先に世を去ったのだ。
§181ΛΥ. περιφέρει δέ τίς με καὶ μνήμη ἄρτι τῶνδε λεγόντων·
リュシマコス:そして今、彼らの話を聞いて、ある記憶が私の心に蘇ってきた。
τὰ γὰρ μειράκια τάδε πρὸς ἀλλήλους οἴκοι διαλεγόμενοι θαμὰ ἐπιμέμνηνται Σωκράτους καὶ σφόδρα ἐπαινοῦσιν·
というのも、家でこの若者たちが互いに話し合っているとき、しばしばソクラテスの名前を挙げ、大いに称賛していたからだ。
οὐ μέντοι πώποτε αὐτοὺς ἀνηρώτησα εἰ τὸν Σωφρονίσκου λέγοιεν.
しかし私は彼らに、それがソプロニスコスの息子のことなのかと問い質したことは一度もなかった。
ἀλλʼ, ὦ παῖδες, λέγετέ μοι, ὅδʼ ἐστὶ Σωκράτης, περὶ οὗ ἑκάστοτε ἐμέμνησθε;
さあ、子供たちよ、私に言ってくれ。 お前たちがいつも話題にしていたソクラテスとは、この方のことなのか。
ΠΑΙ. πάνυ μὲν οὖν, ὦ πάτερ, οὗτος.
子供たち:その通りです、お父さん。 この方です。
ΛΥ. εὖ γε νὴ τὴν Ἥραν, ὦ Σώκρατες, ὅτι ὀρθοῖς τὸν πατέρα, ἄριστον ἀνδρῶν ὄντα, καὶ ἄλλως καὶ δὴ καὶ ὅτι οἰκεῖα τά τε σὰ ἡμῖν ὑπάρξει καὶ σοὶ τὰ ἡμέτερα.
リュシマコス:ヘラにかけて素晴らしい、ソクラテスよ。 君が、この上なく優れた人物であった父の名を辱めずに保っていることは、他の点でも、そして何よりも、君の持っているものが我々のものとなり、我々のものが君のものとなるような、親しい親戚関係が我々の間に存在するであろうという点において、誠に喜ばしいことだ。
ΛΑ. καὶ μήν, ὦ Λυσίμαχε, μὴ ἀφίεσό γε τἀνδρός·
ラケス:それにしても、リュシマコスよ、この男を決して放してはなりませんぞ。
ὡς ἐγὼ καὶ ἄλλοθί γε αὐτὸν ἐθεασάμην οὐ μόνον τὸν πατέρα ἀλλὰ καὶ τὴν πατρίδα ὀρθοῦντα·
私は彼が、父親だけでなく、祖国をもまっすぐに立て直すのを、別の場所でも目撃したのですから。
ἐν γὰρ τῇ ἀπὸ Δηλίου φυγῇ μετʼ ἐμοῦ συνανεχώρει, κἀγώ σοι λέγω ὅτι εἰ οἱ ἄλλοι ἤθελον τοιοῦτοι εἶναι, ὀρθὴ ἂν ἡμῶν ἡ πόλις ἦν καὶ οὐκ ἂν ἔπεσε τότε τοιοῦτον πτῶμα.
デリオンからの退却の際、彼は私と一緒に退却したのですが、断言しておきまが、もし他の者たちも彼と同じようであろうとしたならば、我々の都市は今もまっすぐに立っていたでしょうし、あの時あれほど悲惨な破滅に陥ることもなかったでしょう。
ΛΥ. ὦ Σώκρατες, οὗτος μέντοι ὁ ἔπαινός ἐστιν καλός, ὃν σὺ νῦν ἐπαινῇ ὑπʼ ἀνδρῶν ἀξίων πιστεύεσθαι καὶ εἰς ταῦτα εἰς ἃ οὗτοι ἐπαινοῦσιν.
リュシマコス:ソクラテスよ、君が今受けているその称賛は、称賛している事柄において十分に信頼するに値する人々からのものであるだけに、実に素晴らしいものだ。
εὖ οὖν ἴσθι ὅτι ἐγὼ ταῦτα ἀκούων χαίρω ὅτι εὐδοκιμεῖς, καὶ σὺ δὲ ἡγοῦ με ἐν τοῖς εὐνούστατόν σοι εἶναι.
だから、私がこれを聞いて君が名声を博していることを喜び、君を最も好意的に思っている一人だと考えてほしい。
χρῆν μὲν οὖν καὶ πρότερόν γε φοιτᾶν αὐτὸν παρʼ ἡμᾶς καὶ οἰκείους ἡγεῖσθαι, ὥσπερ τὸ δίκαιον·
本来なら、君自身がもっと早くから我々のところに足を運び、当然のように家族同然に付き合うべきだったのだ。
νῦν δʼ οὖν ἀπὸ τῆσδε τῆς ἡμέρας, ἐπειδὴ ἀνεγνωρίσαμεν ἀλλήλους, μὴ ἄλλως ποίει, ἀλλὰ σύνισθί τε καὶ γνώριζε καὶ ἡμᾶς καὶ τούσδε τοὺς νεωτέρους, ὅπως ἂν διασῴζητε καὶ ὑμεῖς τὴν ἡμετέραν φιλίαν.
しかしともかく、お互いを知るようになった今日からは、そうではないようにするのではなく、我々とも、そしてここにいる若者たちとも交際し、親しくなって、君たちも我々の友情を保ち続けてほしい。
ταῦτα μὲν οὖν καὶ σὺ ποιήσεις καὶ ἡμεῖς σε καὶ αὖθις ὑπομνήσομεν·
このことは君もそうしてくれるだろうし、我々もまた折に触れて君に思い出させることにしよう。
περὶ δὲ ὧν ἠρξάμεθα τί φατε;
ところで、我々が始めた話題については、皆さんはどうお考えか。
τί δοκεῖ; τὸ μάθημα τοῖς μειρακίοις ἐπιτήδειον εἶναι ἢ οὔ, τὸ μαθεῖν ἐν ὅπλοις μάχεσθαι;
若者たちにとって、武器をとって戦う武芸を学ぶという学習は、ふさわしいものと思われるか、それともそうではないか。
ΣΩ. ἀλλὰ καὶ τούτων πέρι, ὦ Λυσίμαχε, ἔγωγε πειράσομαι συμβουλεύειν ἄν τι δύνωμαι, καὶ αὖ ἃ προκαλῇ πάντα ποιεῖν.
ソクラテス:むろん、それらのことについても、リュシマコスよ、私にできることがあれば何でも助言を試みましょうし、また、あなたが勧めてくださることはすべて実行しましょう。
δικαιότατον μέντοι μοι δοκεῖ εἶναι ἐμὲ νεώτερον ὄντα τῶνδε καὶ ἀπειρότερον τούτων ἀκούειν πρότερον τί λέγουσιν καὶ μανθάνειν παρʼ αὐτῶν·
しかしながら、私の方が彼らよりも若く、経験も浅いのですから、彼らがまず何を言うかを聞き、彼らから学ぶことが最も正しいと私には思われます。
ἐὰν δʼ ἔχω τι ἄλλο παρὰ τὰ ὑπὸ τούτων λεγόμενα, τότʼ ἤδη διδάσκειν καὶ πείθειν καὶ σὲ καὶ τούτους.
もし彼らが言うこととは異なる意見を私が持ったなら、その時こそ、あなたをも彼らをも説得し、お教えしましょう。
ἀλλʼ, ὦ Νικία, τί οὐ λέγει πότερος ὑμῶν;
さあ、ニキアスよ、あなた方のどちらからか、お話しになってはいかがですか。
ΝΙ. ἀλλʼ οὐδὲν κωλύει, ὦ Σώκρατες.
ニキアス:ええ、何の差し支えもありません、ソクラテスよ。
δοκεῖ γὰρ καὶ ἐμοὶ τοῦτο τὸ μάθημα τοῖς νέοις ὠφέλιμον εἶναι ἐπίστασθαι πολλαχῇ.
というのも、この武芸を知ることは、若者にとって多くの点で有益であると私にも思われるからです。