Humanitext Reader

柏拉图 · 拉凯斯篇 §180-181

推荐苏格拉底担任教育顾问

第 2 段,共 16 段 · 希腊语

内容简介

吕西马科就年轻人的教育方针寻求建议,拉刻斯和尼基阿斯推荐了同区且热心青年教育的苏格拉底。在得知苏格拉底的身世和优秀品格后,吕西马科热烈欢迎他,并促请两位长辈先就披甲格斗的利弊发表意见。

§180ΛΥ. ταῦτʼ ἐστὶν ἃ ἐβουλόμεθα ὑμῖν ἀνακοινώσασθαι.
吕西马科:这些就是我们想要和你们商讨的事情。
ἤδη οὖν ὑμέτερον μέρος συμβουλεύειν καὶ περὶ τούτου τοῦ μαθήματος, εἴτε δοκεῖ χρῆναι μανθάνειν εἴτε μή, καὶ περὶ τῶν ἄλλων, εἴ τι ἔχετε ἐπαινέσαι μάθημα νέῳ ἀνδρὶ ἢ ἐπιτήδευμα, καὶ περὶ τῆς κοινωνίας λέγειν ὁποῖόν τι ποιήσετε.
因此,现在该轮到你们来提出建议了,不论是关于这门学问,即是否应该学习它,还是关于其他的,如果你们有什么适合年轻人的学问或操练可以推荐,并且说说你们将以何种形式参与我们的合作。
ΝΙ. ἐγὼ μέν, ὦ Λυσίμαχε καὶ Μελησία, ἐπαινῶ τε ὑμῶν τὴν διάνοιαν καὶ κοινωνεῖν ἕτοιμος, οἶμαι δὲ καὶ Λάχητα τόνδε.
尼基阿斯:我赞赏你们的想法,吕西马科、梅勒西阿斯,并且准备好与你们合作,我想这边的拉刻斯也是一样。
ΛΑ. ἀληθῆ γὰρ οἴει, ὦ Νικία.
拉刻斯:尼基阿斯,你想得没错。
ὡς ὅ γε ἔλεγεν ὁ Λυσίμαχος ἄρτι περὶ τοῦ πατρὸς τοῦ αὑτοῦ τε καὶ τοῦ Μελησίου, πάνυ μοι δοκεῖ εὖ εἰρῆσθαι καὶ εἰς ἐκείνους καὶ εἰς ἡμᾶς καὶ εἰς ἅπαντας ὅσοι τὰ τῶν πόλεων πράττουσιν, ὅτι αὐτοῖς σχεδόν τι ταῦτα συμβαίνει ἃ οὗτος λέγει καὶ περὶ παῖδας καὶ περὶ τἆλλα, τὰ ἴδια ὀλιγωρεῖσθαί τε καὶ ἀμελῶς διατίθεσθαι.
因为吕西马科刚才关于他自己和梅勒西阿斯父亲所说的话,在我看来对他们、对我们以及所有治理城邦事务的人都说得非常中肯。 因为发生在他们身上的,几乎正如他所说,不论是对待孩子还是其他方面,私事都被忽视、被草率对待。
ταῦτα μὲν οὖν καλῶς λέγεις, ὦ Λυσίμαχε· ὅτι δʼ ἡμᾶς μὲν συμβούλους παρακαλεῖς ἐπὶ τὴν τῶν νεανίσκων παιδείαν, Σωκράτη δὲ τόνδε οὐ παρακαλεῖς, θαυμάζω, πρῶτον μὲν ὄντα δημότην, ἔπειτα ἐνταῦθα ἀεὶ τὰς διατριβὰς ποιούμενον ὅπου τί ἐστι τῶν τοιούτων ὧν σὺ ζητεῖς περὶ τοὺς νέους ἢ μάθημα ἢ ἐπιτήδευμα καλόν.
吕西马科,这些话你确实说得对;但你邀请我们作为这几个青年教育的顾问,却不邀请这边的苏格拉底,这让人感到惊讶。 首先,他是你的同区人;其次,他总是把时间花在有你为年轻人所寻找的那种好学问或好操练的地方。
ΛΥ. πῶς λέγεις, ὦ Λάχης;
吕西马科:你这是什么意思,拉刻斯?
Σωκράτης γὰρ ὅδε τινὸς τῶν τοιούτων ἐπιμέλειαν πεποίηται;
这边的苏格拉底竟然关注过这类事情吗?
ΛΑ. πάνυ μὲν οὖν, ὦ Λυσίμαχε.
拉刻斯:当然关注过,吕西马科。
ΝΙ. τοῦτο μέν σοι κἂν ἐγὼ ἔχοιμι εἰπεῖν οὐ χεῖρον Λάχητος·
尼基阿斯:这件事,我能告诉你的并不比拉刻斯差。
καὶ γὰρ αὐτῷ μοι ἔναγχος ἄνδρα προυξένησε τῷ ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις.
因为就在不久前,他还为我的儿子推荐了一位音乐老师,那就是阿加托克利斯的门生达蒙,他不但在音乐方面,而且在其他任何你所希望的方面,都是最优雅、最值得与这个年龄的年轻人相处的人。
ΛΥ. οὔτοι, ὦ Σώκρατές τε καὶ Νικία καὶ Λάχης, οἱ ἡλίκοι ἐγὼ ἔτι γιγνώσκομεν τοὺς νεωτέρους, ἅτε κατʼ οἰκίαν τὰ πολλὰ διατρίβοντες ὑπὸ τῆς ἡλικίας·
吕西马科:苏格拉底、尼基阿斯、拉刻斯,像我这样年纪的人已经不太了解年轻一代了,因为由于年龄的关系,我们大部分时间都待在家里。
ἀλλʼ εἴ τι καὶ σύ, ὦ παῖ Σωφρονίσκου, ἔχεις τῷδε τῷ σαυτοῦ δημότῃ ἀγαθὸν συμβουλεῦσαι, χρὴ συμβουλεύειν.
但是,索夫罗尼斯科斯之子,如果你有什么好建议可以给你这位同区人,你就应该提出来。
δίκαιος δʼ εἶ·
这也是理所应当的,因为你恰好是我们世交的朋友。
καὶ γὰρ πατρικὸς ἡμῖν φίλος τυγχάνεις ὤν· ἀεὶ γὰρ ἐγὼ καὶ ὁ σὸς πατὴρ ἑταίρω τε καὶ φίλω ἦμεν, καὶ πρότερον ἐκεῖνος ἐτελεύτησε, πρίν τι ἐμοὶ διενεχθῆναι.
我和你的父亲一直都是同伴和朋友,他在与我发生任何不和之前就去世了。
§181ΛΥ. περιφέρει δέ τίς με καὶ μνήμη ἄρτι τῶνδε λεγόντων·
吕西马科:而且,听了他们刚才的话,我想起了一件事。
τὰ γὰρ μειράκια τάδε πρὸς ἀλλήλους οἴκοι διαλεγόμενοι θαμὰ ἐπιμέμνηνται Σωκράτους καὶ σφόδρα ἐπαινοῦσιν·
因为这几个青年在家里互相交谈时,经常提起苏格拉底,并且赞不绝口。
οὐ μέντοι πώποτε αὐτοὺς ἀνηρώτησα εἰ τὸν Σωφρονίσκου λέγοιεν.
然而,我却从未问过他们,他们所说的是否就是索夫罗尼斯科斯之子。
ἀλλʼ, ὦ παῖδες, λέγετέ μοι, ὅδʼ ἐστὶ Σωκράτης, περὶ οὗ ἑκάστοτε ἐμέμνησθε;
孩子们,告诉我,这位就是你们每次都提起的苏格拉底吗?
ΠΑΙ. πάνυ μὲν οὖν, ὦ πάτερ, οὗτος.
孩子们:确实是,父亲,就是他。
ΛΥ. εὖ γε νὴ τὴν Ἥραν, ὦ Σώκρατες, ὅτι ὀρθοῖς τὸν πατέρα, ἄριστον ἀνδρῶν ὄντα, καὶ ἄλλως καὶ δὴ καὶ ὅτι οἰκεῖα τά τε σὰ ἡμῖν ὑπάρξει καὶ σοὶ τὰ ἡμέτερα.
吕西马科:指赫拉起誓,太好了,苏格拉底,你没有辜负你那作为最优秀的人的父亲的名声,无论是在其他方面,还是因为从此你我的事务将紧密相连,你的就是我们的,我们的就是你的。
ΛΑ. καὶ μήν, ὦ Λυσίμαχε, μὴ ἀφίεσό γε τἀνδρός·
拉刻斯:的确,吕西马科,千万不要放走这个人。
ὡς ἐγὼ καὶ ἄλλοθί γε αὐτὸν ἐθεασάμην οὐ μόνον τὸν πατέρα ἀλλὰ καὶ τὴν πατρίδα ὀρθοῦντα·
因为我曾在别处亲眼目睹他不仅立起了他的父亲,而且立起了他的祖国。
ἐν γὰρ τῇ ἀπὸ Δηλίου φυγῇ μετʼ ἐμοῦ συνανεχώρει, κἀγώ σοι λέγω ὅτι εἰ οἱ ἄλλοι ἤθελον τοιοῦτοι εἶναι, ὀρθὴ ἂν ἡμῶν ἡ πόλις ἦν καὶ οὐκ ἂν ἔπεσε τότε τοιοῦτον πτῶμα.
在从德里翁撤退时,他与我一同撤退,我告诉你,如果其他人都愿意像他那样,我们的城邦就会屹立不倒,当时也就不会遭受那样惨痛的挫败。
ΛΥ. ὦ Σώκρατες, οὗτος μέντοι ὁ ἔπαινός ἐστιν καλός, ὃν σὺ νῦν ἐπαινῇ ὑπʼ ἀνδρῶν ἀξίων πιστεύεσθαι καὶ εἰς ταῦτα εἰς ἃ οὗτοι ἐπαινοῦσιν.
吕西马科:苏格拉底,你现在获得的赞誉确实极其美好,因为它们来自在他们所称赞的事情上十分值得信赖的人。
εὖ οὖν ἴσθι ὅτι ἐγὼ ταῦτα ἀκούων χαίρω ὅτι εὐδοκιμεῖς, καὶ σὺ δὲ ἡγοῦ με ἐν τοῖς εὐνούστατόν σοι εἶναι.
所以你应当确信,听到这些,我为你享有盛誉而感到高兴,你也应该把我视为对你最友善的人之一。
χρῆν μὲν οὖν καὶ πρότερόν γε φοιτᾶν αὐτὸν παρʼ ἡμᾶς καὶ οἰκείους ἡγεῖσθαι, ὥσπερ τὸ δίκαιον·
实际上,你以前就应该常到我们这里来,像理所当然的那样把我们当成自家人。
νῦν δʼ οὖν ἀπὸ τῆσδε τῆς ἡμέρας, ἐπειδὴ ἀνεγνωρίσαμεν ἀλλήλους, μὴ ἄλλως ποίει, ἀλλὰ σύνισθί τε καὶ γνώριζε καὶ ἡμᾶς καὶ τούσδε τοὺς νεωτέρους, ὅπως ἂν διασῴζητε καὶ ὑμεῖς τὴν ἡμετέραν φιλίαν.
但不管怎样,从今天起,既然我们已经相认,就请不要再像以前那样了,而是要和我们以及这里的年轻人多交往、多了解,以便你们也能维系我们之间的友谊。
ταῦτα μὲν οὖν καὶ σὺ ποιήσεις καὶ ἡμεῖς σε καὶ αὖθις ὑπομνήσομεν·
这些事情你当然会做,我们也会再次提醒你。
περὶ δὲ ὧν ἠρξάμεθα τί φατε;
但是,关于我们开始讨论的那个话题,你们怎么看?
τί δοκεῖ; τὸ μάθημα τοῖς μειρακίοις ἐπιτήδειον εἶναι ἢ οὔ, τὸ μαθεῖν ἐν ὅπλοις μάχεσθαι;
你们认为,对这几个年轻人来说,学习披甲格斗这门学问合不合适?
ΣΩ. ἀλλὰ καὶ τούτων πέρι, ὦ Λυσίμαχε, ἔγωγε πειράσομαι συμβουλεύειν ἄν τι δύνωμαι, καὶ αὖ ἃ προκαλῇ πάντα ποιεῖν.
苏格拉底:好吧,关于这些事情,吕西马科,如果我能帮上忙的话,我也会尽力提出建议,并且也会照你所邀请的那样,去做所有的事情。
δικαιότατον μέντοι μοι δοκεῖ εἶναι ἐμὲ νεώτερον ὄντα τῶνδε καὶ ἀπειρότερον τούτων ἀκούειν πρότερον τί λέγουσιν καὶ μανθάνειν παρʼ αὐτῶν·
然而在我看来,最公正的做法是,既然我比他们年轻,也比他们缺乏经验,我应该先听听他们怎么说,并向他们学习。
ἐὰν δʼ ἔχω τι ἄλλο παρὰ τὰ ὑπὸ τούτων λεγόμενα, τότʼ ἤδη διδάσκειν καὶ πείθειν καὶ σὲ καὶ τούτους.
如果我有不同于他们所说的主张,到那时我再去教导和说服你和他们。
ἀλλʼ, ὦ Νικία, τί οὐ λέγει πότερος ὑμῶν;
但是,尼基阿斯,你们俩中的哪一位先说说看?
ΝΙ. ἀλλʼ οὐδὲν κωλύει, ὦ Σώκρατες.
尼基阿斯:这没有任何妨碍,苏格拉底。
δοκεῖ γὰρ καὶ ἐμοὶ τοῦτο τὸ μάθημα τοῖς νέοις ὠφέλιμον εἶναι ἐπίστασθαι πολλαχῇ.
因为在我看来,年轻人懂得这门学问在很多方面也是有益的。

词汇与语法注释

  1. 180bὡς ὅ γε ἔλεγεν ὁ Λυσίμαχος ἄρτι περὶ τοῦ πατρὸς τοῦ αὑτοῦ τε καὶ τοῦ Μελησίου, πάνυ μοι δοκεῖ εὖ εἰρῆσθαι... ὅτι αὐτοῖς... — ὡς ὅ γε ἔλεγεν ... ὅ提 ... 的句法结构。ὅτι 从句具体说明或解释了 εὖ εἰρῆσθαι(说得极好)的内容及根据。句末的不定式短语 τὰ ἴδια ὀλιγωρεῖσθαί τε καὶ ἀμελῶς διατίθεσθαι 作为同位语,进一步详述了 ὅ提 从句中的主语 ταῦτα ἃ οὗτος λέγει(这个人所说的事情)。
  2. 180eδίκαιος δʼ εἶ· — 形容词 δίκαιος 用于人称结构并后接不定式,表示“做某事是理所当然的/有义务的”这一惯用表达。此处承接前文的 χρὴ συμβουλεύειν(应该提出建议),省略了不定式 συμβουλεύειν。
  3. 181aεὖ γε νὴ τὴν Ἥραν, ὦ Σώκρατες, ὅτι ὀρθοῖς τὸν πατέρα — 感叹表达 εὖ γε(太好了)后面接有表示原因的 ὅτι 从句。动词 ὀρθόω(立起、使直立)在此处作比喻性使用,意为“维护、使不辱没父亲的声誉”。
  4. 181bεἰ οἱ ἄλλοι ἤθελον τοιοῦτοι εἶναι, ὀρθὴ ἂν ἡμῶν ἡ πόλις ἦν καὶ οὐκ ἂν ἔπεσε τότε τοιοῦτον πτῶμα. — 针对过去事实的虚拟语气条件句。条件从句(Protasis)使用 εἰ +直陈式未完成过去时(ἤθελον),主句(Apodosis)使用 ἄν +直陈式未完成过去时(ἦν)及 ἄν +直陈式不定过去时(ἔπεσε)。基于苏格拉底在德里翁战役(公元前424年)中英勇撤退的历史事实,表达了对雅典战败的惋惜。

引用这一段

柏拉图, 拉凯斯篇 §180-181. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:180-181

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。