§126ΘΕ. εὐξαίμην μὲν ἂν οἶμαι ἔγωγε τύραννος γενέσθαι, μάλιστα μὲν πάντων ἀνθρώπων, εἰ δὲ μή, ὡς πλείστων·
ΘΕ. 私自身、僭主になれるものなら、できれば全人類の、それが叶わぬなら、できる限り多くの人々の僭主になりたいと祈るだろうと思います。
καὶ σύ γʼ ἂν οἶμαι καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι—ἔτι δέ γε ἴσως μᾶλλον θεὸς γενέσθαι—ἀλλʼ οὐ τούτου ἔλεγον ἐπιθυμεῖν.
あなただって、そして他のすべての人々だって、そう祈るだろうと思います――さらにはおそらくむしろ、神になることを祈るでしょうが――。 しかし、私が切望していると言っていたのはそのことではありません。
ΣΩ. ἀλλὰ τί δή ἐστί ποτε οὗ ἐπιθυμεῖς;
ソクラテス:では、あなたが切望しているのはいったい何なのですか?
οὐ τῶν πολιτῶν φῂς ἄρχειν ἐπιθυμεῖν;
市民たちを支配することを望んでいると言っているのではないのですか?
ΘΕ. οὐ βίᾳ γε οὐδʼ ὥσπερ οἱ τύραννοι ἀλλʼ ἑκόντων, ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει ἐλλόγιμοι ἄνδρες.
ΘΕ. 力ずくでもなく、僭主たちのようにでもなく、相手が同意した上で、国家の中の他の評判の高い男たちと同じように(支配することを望んでいるのです)。
ΣΩ. ἆρά γε λέγεις ὥσπερ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καὶ ὅσοι τὰ πολιτικὰ δεινοὶ γεγόνασιν;
ソクラテス:君が言っているのは、テミストクレスやペリクレス、キモン、そして政治において有能であったすべての人々のような(支配の)ことかね?
ΘΕ. νὴ Δία τούτους λέγω.
ΘΕ. ゼウスにかけて、まさに彼らのことを言っているのです。
ΣΩ. τί οὖν εἰ τὰ ἱππικὰ ἐτύγχανες ἐπιθυμῶν σοφὸς γενέσθαι;
ソクラテス:では、もし君が乗馬術において賢くなびきたいと望んでいたとしたらどうだろう。
παρὰ τίνας ἂν ἀφικόμενος ᾠήθης δεινὸς ἔσεσθαι ἱππεύς;
誰のもとへ行けば、自分が有能な乗り手になれると思っただろうか。
ἦ παρʼ ἄλλους τινὰς ἢ τοὺς ἱππικούς;
乗馬の専門家たち以外の誰かだろうか。
ΘΕ. μὰ Δία οὐκ ἔγωγε.
ΘΕ. ゼウスにかけて、私はそうは思いません。
ΣΩ. ἀλλὰ παρʼ αὐτοὺς αὖ τοὺς δεινοὺς ὄντας ταῦτα, καὶ οἷς εἰσίν τε ἵπποι καὶ χρῶνται ἑκάστοτε καὶ οἰκείοις καὶ ἀλλοτρίοις πολλοῖς.
ソクラテス:むしろ、まさにそれらの事柄において有能であり、馬を所有し、自分の馬であれ他人の馬であれ、常に多くの馬を使っている人々のもとへ行くのではないかね。
ΘΕ. δῆλον ὅτι.
ΘΕ. 明らかにそうです。
ΣΩ. τί δὲ εἰ τὰ ἀκοντιστικὰ σοφὸς ἐβούλου γενέσθαι;
ソクラテス:では、もし君が投げ槍術において賢くなりたいと望んだならどうだろう。
οὐ παρὰ τοὺς ἀκοντιστικοὺς ᾤου ἂν ἐλθὼν σοφὸς ἔσεσθαι τούτους, οἷς ἔστιν τε ἀκόντια καὶ πολλοῖς καὶ ἀλλοτρίοις καὶ οἰκείοις ἑκάστοτε χρῶνται ἀκοντίοις;
槍を所有し、自分の槍であれ他人の槍であれ、常に多くの投げ槍を使っている人々、すなわち投げ槍の専門家たちのもとへ行くことで、賢くなれると思ったのではないかね。
ΘΕ. ἔμοιγε δοκεῖ.
ΘΕ. 私にはそう思われます。
ΣΩ. λέγε δή μοι·
ソクラテス:それなら私に言ってごらん。
ἐπεὶ δὲ δὴ τὰ πολιτικὰ βούλει σοφὸς γενέσθαι, οἴει παρʼ ἄλλους τινὰς ἀφικόμενος σοφὸς ἔσεσθαι ἢ τοὺς πολιτικοὺς τούτους, τοὺς αὐτούς τε δεινοὺς ὄντας τὰ πολιτικὰ καὶ χρωμένους ἑκάστοτε τῇ τε αὑτῶν πόλει καὶ ἄλλαις πολλαῖς, καὶ Ἑλληνίσιν προσομιλοῦντας πόλεσιν καὶ βαρβάροις;
君は政治において賢くなりたいと望んでいるのだから、他ならぬ政治家たち、すなわち、政治において自ら有能であり、常に自分自身の国家や他の多くの国家を扱い、ギリシアの国家とも異邦人の国家とも関わっている人々のもとへ行くことによって賢くなれると思うのか。
ἢ δοκεῖς ἄλλοις τισὶν συγγενόμενος σοφὸς ἔσεσθαι ταῦτα ἅπερ οὗτοι, ἀλλʼ οὐκ αὐτοῖς τούτοις;
それとも、まさに彼ら自身ではなく、他の誰かと交わることによって、彼らと同じような賢さを得られると思うのか。
ΘΕ. ἀκήκοα γάρ, ὦ Σώκρατες, οὕς σέ φασιν λέγειν τοὺς λόγους, ὅτι τούτων τῶν πολιτικῶν ἀνδρῶν οἱ ὑεῖς οὐδὲν βελτίους εἰσὶν ἢ οἱ τῶν σκυτοτόμων·
ΘΕ. ソクラテスよ、人々があなたが言っていると噂する議論を、私は聞いたことがあります。 すなわち、これら政治家たちの息子たちは、靴仕立て屋の息子たちよりも少しも優れていないということを。
καί μοι δοκεῖς ἀληθέστατα λέγειν ἐξ ὧν ἐγὼ δύναμαι αἰσθέσθαι.
そして、私が知ることのできる範囲から判断しても、あなたは最も真実なことをおっしゃっているように思われます。
ἀνόητος ἂν οὖν εἴην εἰ οἰοίμην τινὰ τούτων ἐμοὶ μὲν ἂν παραδοῦναι τὴν αὑτοῦ σοφίαν, τὸν δὲ ὑὸν τὸν αὑτοῦ μηδὲν ὠφελῆσαι, εἴ τι οἷός τʼ ἦν εἰς ταῦτα ὠφελεῖν ἄλλον ὁντιναοῦν ἀνθρώπων.
したがって、もし彼らが他のいかなる人間に対してもこれらの点で益を与えることができるとしたら、自分の息子には何の益も与えない一方で、私には自らの知恵を伝授してくれるなどと思うほど、私は愚かではないでしょう。
ΣΩ. τί οὖν ἄν, ὦ βέλτιστε ἀνδρῶν, χρήσαιο σαυτῷ, εἴ σοι ἐπειδὴ γένοιτο ὑὸς τοιαῦτα πράγματα παρέχοι, καὶ φαίη μὲν ἂν ἐπιθυμεῖν ἀγαθὸς γενέσθαι ζωγράφος, καὶ μέμφοιτο σοὶ τῷ πατρὶ ὅτι οὐκ ἐθέλεις ἀναλίσκειν εἰς αὐτὸν τούτων αὐτῶν ἕνεκα ἀργύριον, τοὺς δὲ δημιουργοὺς αὐτοῦ τούτου, τοὺς ζωγράφους, ἀτιμάζοι τε καὶ μὴ βούλοιτο παρʼ αὐτῶν μανθάνειν;
ソクラテス:最も優れた人よ、では君自身どうしたらよいだろうか。 もし君に息子が生まれたとき、その息子がそのような面倒をかけて、優れた画家になりたいと望んでいると言いながら、まさにそのための金を父親である君が自分のために費やそうとしないと君を責め、その一方で、まさにその道の専門家である画家たちを軽蔑し、彼らから学ぼうとはしないとしたら。
ἢ τοὺς αὐλητάς, βουλόμενος αὐλητὴς γενέσθαι, ἢ τοὺς κιθαριστάς;
あるいは、笛吹きになりたいと望みながら(笛吹きたちを軽蔑し)、あるいは竪琴奏者になりたいと望みながら(竪琴奏者たちを軽蔑するとしたら)。
ἔχοις ἂν αὐτῷ ὅτι χρῷο καὶ ὅποι πέμποις ἄλλοσε μὴ ἐθέλοντα παρὰ τούτων μανθάνειν;
彼らから学ぼうとしないその息子に対して、君はどう対処すべきか、また他にどこへ送るべきか、途方に暮れるのではないかね。
ΘΕ. μὰ Δία οὐκ ἔγωγε.
ΘΕ. ゼウスにかけて、私はどうすればよいか分かりません。