§126ΘΕ. εὐξαίμην μὲν ἂν οἶμαι ἔγωγε τύραννος γενέσθαι, μάλιστα μὲν πάντων ἀνθρώπων, εἰ δὲ μή, ὡς πλείστων· καὶ σύ γʼ ἂν οἶμαι καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι—ἔτι δέ γε ἴσως μᾶλλον θεὸς γενέσθαι—ἀλλʼ οὐ τούτου ἔλεγον ἐπιθυμεῖν.
泰阿格斯:我想,如果可以的话,我自己确实会祈祷成为一名僭主,最好是统治全人类,如果不行,就统治尽可能多的人;而且我想,你以及所有其他人也会这样——甚至可能更想成为神——但先前我并不是说我渴望这个。
ΣΩ. ἀλλὰ τί δή ἐστί ποτε οὗ ἐπιθυμεῖς;
苏格拉底:那么,你到底渴望什么呢?
οὐ τῶν πολιτῶν φῂς ἄρχειν ἐπιθυμεῖν;
你难道不是说,你渴望统治公民们吗?
ΘΕ. οὐ βίᾳ γε οὐδʼ ὥσπερ οἱ τύραννοι ἀλλʼ ἑκόντων, ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει ἐλλόγιμοι ἄνδρες.
泰阿格斯:绝非通过暴力,也不像僭主那样,而是统治心甘情愿的人,就像城邦里其他声名显赫的人那样。
ΣΩ. ἆρά γε λέγεις ὥσπερ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καὶ ὅσοι τὰ πολιτικὰ δεινοὶ γεγόνασιν;
苏格拉底:那么,你指的是像地米斯托克利、伯里克利、客蒙以及所有那些在政治事务上精明能干的人那样吗?
ΘΕ. νὴ Δία τούτους λέγω.
泰阿格斯:因着宙斯,我指的就是他们。
ΣΩ. τί οὖν εἰ τὰ ἱππικὰ ἐτύγχανες ἐπιθυμῶν σοφὸς γενέσθαι;
苏格拉底:那么,如果你恰好渴望在骑术上变得聪明呢?
παρὰ τίνας ἂν ἀφικόμενος ᾠήθης δεινὸς ἔσεσθαι ἱππεύς;
你会认为去到谁那里能使你成为一名精悍的骑手?
ἦ παρʼ ἄλλους τινὰς ἢ τοὺς ἱππικούς;
难道会是骑马术专家以外的其他人吗?
ΘΕ. μὰ Δία οὐκ ἔγωγε.
泰阿格斯:因着宙斯,我不这么认为。
ΣΩ. ἀλλὰ παρʼ αὐτοὺς αὖ τοὺς δεινοὺς ὄντας ταῦτα, καὶ οἷς εἰσίν τε ἵπποι καὶ χρῶνται ἑκάστοτε καὶ οἰκείοις καὶ ἀλλοτρίοις πολλοῖς.
苏格拉底:而是会去那些精通这些事情、拥有马匹且在任何场合都经常使用自己或他人的许多马匹的人那里吧。
ΘΕ. δῆλον ὅτι.
泰阿格斯:显然如此。
ΣΩ. τί δὲ εἰ τὰ ἀκοντιστικὰ σοφὸς ἐβούλου γενέσθαι;
苏格拉底:那如果你想在投枪术上变得聪明呢?
οὐ παρὰ τοὺς ἀκοντιστικοὺς ᾤου ἂν ἐλθὼν σοφὸς ἔσεσθαι τούτους, οἷς ἔστιν τε ἀκόντια καὶ πολλοῖς καὶ ἀλλοτρίοις καὶ οἰκείοις ἑκάστοτε χρῶνται ἀκοντίοις;
你难道不认为去到那些拥有投枪、在任何场合都经常使用自己或他人的许多投枪的投枪手那里,你就能变得聪明吗?
ΘΕ. ἔμοιγε δοκεῖ.
泰阿格斯:我觉得是这样。
ΣΩ. λέγε δή μοι· ἐπεὶ δὲ δὴ τὰ πολιτικὰ βούλει σοφὸς γενέσθαι, οἴει παρʼ ἄλλους τινὰς ἀφικόμενος σοφὸς ἔσεσθαι ἢ τοὺς πολιτικοὺς τούτους, τοὺς αὐτούς τε δεινοὺς ὄντας τὰ πολιτικὰ καὶ χρωμένους ἑκάστοτε τῇ τε αὑτῶν πόλει καὶ ἄλλαις πολλαῖς, καὶ Ἑλληνίσιν προσομιλοῦντας πόλεσιν καὶ βαρβάροις;
苏格拉底:那么请告诉我:既然你确实想在政治事务上变得聪明,你认为去到其他人那里会使你变得聪明呢,还是去到这些政治家那里——他们自己精通政治,随时随地治理着他们自己的城邦以及许多其他城邦,并与希腊城邦以及蛮族城邦打交道?
ἢ δοκεῖς ἄλλοις τισὶν συγγενόμενος σοφὸς ἔσεσθαι ταῦτα ἅπερ οὗτοι, ἀλλʼ οὐκ αὐτοῖς τούτοις;
还是说,你认为通过与别的什么人交往,就能在这些事情上像他们一样聪明,而不需要通过他们自己?
ΘΕ. ἀκήκοα γάρ, ὦ Σώκρατες, οὕς σέ φασιν λέγειν τοὺς λόγους, ὅτι τούτων τῶν πολιτικῶν ἀνδρῶν οἱ ὑεῖς οὐδὲν βελτίους εἰσὶν ἢ οἱ τῶν σκυτοτόμων· καί μοι δοκεῖς ἀληθέστατα λέγειν ἐξ ὧν ἐγὼ δύναμαι αἰσθέσθαι.
泰阿格斯:苏格拉底,因为我听过人们说你讲过的那些话,即这些政治人物的儿子并不比鞋匠的儿子更好;而且从我所能察觉到的情况来看,你说的似乎最真实不过。
ἀνόητος ἂν οὖν εἴην εἰ οἰοίμην τινὰ τούτων ἐμοὶ μὲν ἂν παραδοῦναι τὴν αὑτοῦ σοφίαν, τὸν δὲ ὑὸν τὸν αὑτοῦ μηδὲν ὠφελῆσαι, εἴ τι οἷός τʼ ἦν εἰς ταῦτα ὠφελεῖν ἄλλον ὁντιναοῦν ἀνθρώπων.
因此,如果我以为他们中的某人会把自己的智慧传授给我,却根本不帮助自己的儿子——如果他真的有能力在这些事情上帮助任何其他人的话——那我就是个愚蠢的人了。
ΣΩ. τί οὖν ἄν, ὦ βέλτιστε ἀνδρῶν, χρήσαιο σαυτῷ, εἴ σοι ἐπειδὴ γένοιτο ὑὸς τοιαῦτα πράγματα παρέχοι, καὶ φαίη μὲν ἂν ἐπιθυμεῖν ἀγαθὸς γενέσθαι ζωγράφος, καὶ μέμφοιτο σοὶ τῷ πατρὶ ὅτι οὐκ ἐθέλεις ἀναλίσκειν εἰς αὐτὸν τούτων αὐτῶν ἕνεκα ἀργύριον, τοὺς δὲ δημιουργοὺς αὐτοῦ τούτου, τοὺς ζωγράφους, ἀτιμάζοι τε καὶ μὴ βούλοιτο παρʼ αὐτῶν μανθάνειν;
苏格拉底:那么,最优秀的人啊,如果当你有了一个儿子,他给你带来这样的麻烦,并口头上说他渴望成为一名优秀的画家,并责怪你这个父亲不愿为了这件事情为他花钱,但他却又轻视这件事情的匠人,即那些画家们,不愿向他们学习,你会怎么对待自己呢?
ἢ τοὺς αὐλητάς, βουλόμενος αὐλητὴς γενέσθαι, ἢ τοὺς κιθαριστάς;
或者,他想成为笛手(却轻视笛手),或者想成为琴手(却轻视琴手)?
ἔχοις ἂν αὐτῷ ὅτι χρῷο καὶ ὅποι πέμποις ἄλλοσε μὴ ἐθέλοντα παρὰ τούτων μανθάνειν;
对于这个不愿向他们学习的儿子,你会知道该拿他怎么办,或者还能把他送到别的什么地方去吗?
ΘΕ. μὰ Δία οὐκ ἔγωγε.
泰阿格斯:因着宙斯,我可不知道。