§132εἰς Διονυσίου τοῦ γραμματιστοῦ εἰσῆλθον, καὶ εἶδον αὐτόθι τῶν τε νέων τοὺς ἐπιεικεστάτους δοκοῦντας εἶναι τὴν ἰδέαν καὶ πατέρων εὐδοκίμων, καὶ τούτων ἐραστάς.
私は読み書きの教師ディオニュシオスの学校に入った。 そこには、容姿が最も端麗で評判の高い父親たちの息子であると思われる若者たちと、その恋人たちがいた。
ἐτυγχανέτην οὖν δύο τῶν μειρακίων ἐρίζοντε, περὶ ὅτου δέ, οὐ σφόδρα κατήκουον.
たまたま二人の若者が議論していたが、何についてかはよく聞こえなかった。
ἐφαινέσθην μέντοι ἢ περὶ Ἀναξαγόρου ἢ περὶ Οἰνοπίδου ἐρίζειν·
しかし、アナクサゴラスかオイノピデスについて議論しているようであった。
κύκλους γοῦν γράφειν ἐφαινέσθην καὶ ἐγκλίσεις τινὰς ἐμιμοῦντο τοῖν χεροῖν ἐπικλίνοντε καὶ μάλʼ ἐσπουδακότε.
というのは、彼らは円を描いているように見え、両手で何かの傾きを模して傾け、非常に熱心になっていたからである。
κἀγώ—καθήμην γὰρ παρὰ τὸν ἐραστὴν τοῦ ἑτέρου αὐτοῖν—κινήσας οὖν αὐτὸν τῷ ἀγκῶνι ἠρόμην ὅτι ποτὲ οὕτως ἐσπουδακότε τὼ μειρακίω εἴτην, καὶ εἶπον·
そして私は――私はその一方の恋人の隣に座っていたのだが――彼を肘でつつき、「あの二人の若者は何にこれほど熱心になっているのだろう」と尋ね、さらにこう言った。
ἦ που μέγα τι καὶ καλόν ἐστι περὶ ὃ τοσαύτην σπουδὴν πεποιημένω ἐστόν;
「二人がこれほどの情熱を注いでいるのだから、きっと何か重大で素晴らしいことに違いないね?
ὁ δʼ εἶπε, ποῖον, ἔφη, μέγα καὶ καλόν;
」すると彼は言った。 「何が重大で素晴らしいものですか。
ἀδολεσχοῦσι μὲν οὖν οὗτοί γε περὶ τῶν μετεώρων καὶ φλυαροῦσι φιλοσοφοῦντες.
彼らは天体のことについてくだらない議論をし、哲学を気取ってふざけているだけですよ」私は彼の返答に驚いて言った。
καὶ ἐγὼ θαυμάσας αὐτοῦ τὴν ἀπόκρισιν εἶπον· ὦ νεανία, αἰσχρὸν δοκεῖ σοι εἶναι τὸ φιλοσοφεῖν;
「若者よ、君には哲学をすることが恥ずべきことだと思われるのか。
ἢ τί οὕτως χαλεπῶς λέγεις;
それとも、なぜそんなに手厳しく言うのだ?
καὶ ὁ ἕτερος—πλησίον γὰρ καθήμενος ἐτύγχανεν αὐτοῦ, ἀντεραστὴς ὤν—ἀκούσας ἐμοῦ τε ἐρομένου κἀκείνου ἀποκρινομένου, οὐ πρὸς σοῦ γε, ἔφη, ὦ Σώκρατες, ποιεῖς τὸ καὶ ἀνερέσθαι τοῦτον εἰ αἰσχρὸν ἡγεῖται φιλοσοφίαν εἶναι.
」するともう一人の男が――たまたま彼の隣に座っており、彼の恋敵であったのだが――私が尋ね、彼が答えるのを聞いて言った。 「ソクラテス、君がこの男に、哲学を恥ずべきことだと思うかなどと重ねて尋ねるのは、君らしくもないことだ。
ἢ οὐκ οἶσθα τοῦτον ὅτι τραχηλιζόμενος καὶ ἐμπιμπλάμενος καὶ καθεύδων πάντα τὸν βίον διατετέλεκεν;
それとも君は、この男が一生をレスリングで技をかけられ、腹を満たし、眠って過ごしてきたことを知らないのか。
ὥστε σὺ τί αὐτὸν ᾤου ἀποκρινεῖσθαι ἀλλʼ ἢ ὅτι αἰσχρόν ἐστι φιλοσοφία;
だから、彼が『哲学は恥ずべきことだ』と答える以外に何を期待したというのだ?
ἦν δὲ οὗτος μὲν τοῖν ἐρασταῖν περὶ μουσικὴν διατετριφώς, ὁ δʼ ἕτερος, ὃν ἐλοιδόρει, περὶ γυμναστικήν.
」この二人の恋人のうち、一方は音楽に時間を費やし、もう一方の彼が非難した男は体育に時間を費やしていた。
καί μοι ἔδοξε χρῆναι τὸν μὲν ἕτερον ἀφιέναι, τὸν ἐρωτώμενον, ὅτι οὐδʼ αὐτὸς προσεποιεῖτο περὶ λόγων ἔμπειρος εἶναι ἀλλὰ περὶ ἔργων, τὸν δὲ σοφώτερον προσποιούμενον εἶναι διερωτῆσαι, ἵνα καὶ εἴ τι δυναίμην παρʼ αὐτοῦ ὠφεληθείην.
そこで私は、問われたもう一人の男は、自分自身が言論の経験者であるとは自負しておらず、実践に経験者であるとしていたので、放っておくのがよいと考え、より賢いと自負している方を問いただして、彼から何か得られるものがあれば恩恵を受けようと思った。
εἶπον οὖν ὅτι εἰς κοινὸν μὲν τὸ ἐρώτημα ἠρόμην·
そこで私は言った。 「私はこの質問を皆に共通のものとして尋ねた。
εἰ δὲ σὺ οἴει τοῦδε κάλλιον ἂν ἀποκρίνασθαι, σὲ ἐρωτῶ τὸ αὐτὸ ὅπερ καὶ τοῦτον, εἰ δοκεῖ σοι τὸ φιλοσοφεῖν καλὸν εἶναι ἢ οὔ.
しかし、もし君がこの男よりも上手く答えられると思うなら、君に同じことを尋ねよう。 哲学をすることは素晴らしいことだと思うか、それとも違うか?
§133σχεδὸν οὖν ταῦτα λεγόντων ἡμῶν ἐπακούσαντε τὼ μειρακίω ἐσιγησάτην, καὶ αὐτὼ παυσαμένω τῆς ἔριδος ἡμῶν ἀκροαταὶ ἐγενέσθην.
」私たちがこう話していると、二人の若者がそれを聞いて静かになり、議論をやめて私たちの聞き手となった。
καὶ ὅτι μὲν οἱ ἐρασταὶ ἔπαθον οὐκ οἶδα, αὐτὸς δʼ οὖν ἐξεπλάγην·
そして恋人たちがどう感じたかは知らないが、私自身は驚嘆した。
ἀεὶ γάρ ποτε ὑπὸ τῶν νέων τε καὶ καλῶν ἐκπλήττομαι.
なぜなら、私はいつも若くて美しい者たちに圧倒されてしまうからだ。
ἐδόκει μέντοι μοι καὶ ὁ ἕτερος οὐχ ἧττον ἐμοῦ ἀγωνιᾶν·
しかし、もう一方の男も、私に劣らず不安そうに見えた。
οὐ μὴν ἀλλʼ ἀπεκρίνατό γέ μοι καὶ μάλα φιλοτίμως.
とはいえ、彼は極めて競争心を燃やして答えた。
ὁπότε γάρ τοι, ἔφη, ὦ Σώκρατες, τὸ φιλοσοφεῖν αἰσχρὸν ἡγησαίμην εἶναι, οὐδʼ ἂν ἄνθρωπον νομίσαιμι ἐμαυτὸν εἶναι, οὐδʼ ἄλλον τὸν οὕτω διακείμενον, ἐνδεικνύμενος εἰς τὸν ἀντεραστήν, καὶ λέγων μεγάλῃ τῇ φωνῇ, ἵνʼ αὐτοῦ κατακούοι τὰ παιδικά.
「ソクラテス、もし私が哲学をすることを恥ずべきことだと思うようなことがあれば、自分を人間だとは思わないし、そのように考えている他の誰も人間だとは思わない」と彼は恋敵を指し示し、そのお気に入りの少年に聞こえるように大声で言った。
καὶ ἐγὼ εἶπον, καλὸν ἄρα δοκεῖ σοι τὸ φιλοσοφεῖν;
私は言った。 「では、君にとって哲学をすることは素晴らしいことなのだね?
πάνυ μὲν οὖν, ἔφη.
」「その通りだ」と彼は言った。
τί οὖν, ἐγὼ ἔφην·
「では」と私は言った。
ἦ δοκεῖ σοι οἷόν τʼ εἶναι εἰδέναι πρᾶγμα ὁτιοῦν εἴτε καλὸν εἴτε αἰσχρόν ἐστιν, ὃ μὴ εἰδείη τις τὴν ἀρχὴν ὅτι ἔστιν;
「およそどんな事柄であれ、それが素晴らしいか恥ずべきかを知ることは、そもそもそれが何であるかをまったく知らない者に可能だろうか? 」「不可能だ」と彼は言った。
οὐκ ἔφη. οἶσθʼ ἄρα, ἦν δʼ ἐγώ, ὅτι ἔστιν τὸ φιλοσοφεῖν;
「では、哲学をすることとは何であるか、君は知っているのだね? 」と私は言った。
πάνυ γε, ἔφη.
「もちろんだ」と彼は言った。
τί οὖν ἔστιν;
「では、それは何だ?
ἔφην ἐγώ.
」と私は言った。
τί δʼ ἄλλο γε ἢ κατὰ τὸ Σόλωνος;
「ソロンの言葉の通り以外の何であろうか。
Σόλων γάρ που εἶπε—
"
γηράσκω δʼ αἰεὶ πολλὰ διδασκόμενος· "
καὶ ἐμοὶ δοκεῖ οὕτως ἀεὶ χρῆναι ἕν γέ τι μανθάνειν τὸν μέλλοντα φιλοσοφήσειν, καὶ νεώτερον ὄντα καὶ πρεσβύτερον, ἵνʼ ὡς πλεῖστα ἐν τῷ βίῳ μάθῃ.
ソロンはこう言ったね。 『私は学びつつ常に老いてゆく』そして私にも、哲学しようとする者は常に何か一つでも学び続けるべきだと思える。
καί μοι τὸ μὲν πρῶτον ἔδοξε τὶ εἰπεῖν, ἔπειτά πως ἐννοήσας ἠρόμην αὐτὸν εἰ τὴν φιλοσοφίαν πολυμαθίαν ἡγοῖτο.
若い時も、老いてからも、人生でできるだけ多くのことを学ぶために」最初、私は彼が何か的を射たことを言ったと思ったが、その後、少し考えて、哲学を多識だと考えているのか、と彼に尋ねた。
κἀκεῖνος, πάνυ, ἔφη.
彼は「その通りだ」と言った。
ἡγῇ δὲ δὴ καλὸν εἶναι μόνον τὴν φιλοσοφίαν ἢ καὶ ἀγαθόν; ἦν δʼ ἐγώ.
「君は哲学が素晴らしいことであるだけでなく、良いことでもあると考えているのか? 」と私は尋ねた。
καὶ ἀγαθόν, ἔφη, πάνυ.
「その通り、非常に良いことだ」と彼は言った。
πότερον οὖν ἐν φιλοσοφίᾳ τι τοῦτο ἴδιον ἐνορᾷς, ἢ καὶ ἐν τοῖς ἄλλοις οὕτω σοι δοκεῖ ἔχειν;
「では、哲学の中に何か特別なものを見出しているのか、それとも他のことでも同様だと思うか?
οἷον φιλογυμναστίαν οὐ μόνον ἡγῇ καλὸν εἶναι, ἀλλὰ καὶ ἀγαθόν; ἢ οὔ;
例えば、体育愛好は素晴らしいだけでなく、良いことでもあると思うか、それとも違うか?
ὁ δὲ καὶ μάλα εἰρωνικῶς εἶπε δύο·
」彼は極めて皮肉っぽく言った。
πρὸς μὲν τόνδε μοι εἰρήσθω ὅτι οὐδέτερα·
「この男に対しては、どちらでもないと言っておこう。
πρὸς μέντοι σέ, ὦ Σώκρατες, ὁμολογῶ καὶ καλὸν εἶναι καὶ ἀγαθόν·
しかし、ソクラテス、あなたに対しては、素晴らしいことであり、良いことでもあると認めよう。
ἡγοῦμαι γὰρ ὀρθῶς.
それが正しいと思うからだ」私は尋ねた。
ἠρώτησα οὖν ἐγώ, ἆρʼ οὖν καὶ ἐν τοῖς γυμνασίοις τὴν πολυπονίαν φιλογυμναστίαν ἡγῇ εἶναι;
「では、体育館での多くの労苦を体育愛好だと思うか?
κἀκεῖνος ἔφη, πάνυ γε, ὥσπερ γε καὶ ἐν τῷ φιλοσοφεῖν τὴν πολυμαθίαν φιλοσοφίαν ἡγοῦμαι εἶναι.
」彼は言った。 「そうだ。 哲学において多識を哲学だと思うようにね」私は言った。
κἀγὼ εἶπον, ἡγῇ δὲ δὴ τοὺς φιλογυμναστοῦντας ἄλλου του ἐπιθυμεῖν ἢ τούτου, ὅτι ποιήσει αὐτοὺς εὖ ἔχειν τὸ σῶμα;
「では、体育を愛好する者たちが望んでいるのは、身体を健康な状態にすること以外の何かだと思うか?
τούτου, ἔφη.
」「それだ」と彼は言った。
ἦ οὖν οἱ πολλοὶ πόνοι τὸ σῶμα, ἦν δʼ ἐγώ, ποιοῦσιν εὖ ἔχειν;
「では、多くの労苦が身体を健康にするのだろうか? 」と私は言った。