Humanitext Reader

柏拉图 · 竞争对手 §132-133

关于哲学的价值与多识定义的争论

第 1 段,共 4 段 · 希腊语

内容简介

苏格拉底拜访了狄奥尼修斯的学校,遇到了两个正在争论的青年和他们的情人。双方围绕哲学的价值展开对话,并探讨了哲学是否等同于不断学习许多事物的“多识”。

§132εἰς Διονυσίου τοῦ γραμματιστοῦ εἰσῆλθον, καὶ εἶδον αὐτόθι τῶν τε νέων τοὺς ἐπιεικεστάτους δοκοῦντας εἶναι τὴν ἰδέαν καὶ πατέρων εὐδοκίμων, καὶ τούτων ἐραστάς.
我走进文字教师狄奥尼修斯的学校,在那里看到一些年轻人,他们被认为容貌最优雅,且出身于有名望的家庭,此外还有他们的情人。
ἐτυγχανέτην οὖν δύο τῶν μειρακίων ἐρίζοντε, περὶ ὅτου δέ, οὐ σφόδρα κατήκουον.
碰巧有两个年轻人正在争论,但关于什么,我听得不是很清楚。
ἐφαινέσθην μέντοι ἢ περὶ Ἀναξαγόρου ἢ περὶ Οἰνοπίδου ἐρίζειν·
不过,他们似乎在争论关于阿那克萨戈拉或关于奥伊诺皮德斯的问题。
κύκλους γοῦν γράφειν ἐφαινέσθην καὶ ἐγκλίσεις τινὰς ἐμιμοῦντο τοῖν χεροῖν ἐπικλίνοντε καὶ μάλʼ ἐσπουδακότε.
总之,他们似乎在画圆,并且用双手模拟某种倾角,弯曲双手,显得非常热切。
κἀγώ—καθήμην γὰρ παρὰ τὸν ἐραστὴν τοῦ ἑτέρου αὐτοῖν—κινήσας οὖν αὐτὸν τῷ ἀγκῶνι ἠρόμην ὅτι ποτὲ οὕτως ἐσπουδακότε τὼ μειρακίω εἴτην, καὶ εἶπον· ἦ που μέγα τι καὶ καλόν ἐστι περὶ ὃ τοσαύτην σπουδὴν πεποιημένω ἐστόν;
而我——因为我正好坐在其中一人的情人旁边——用肘部碰了碰他,问他这两个年轻人为什么如此热切,并说:“他们如此热切对待的,一定是什么重大而美好的事情吧?
ὁ δʼ εἶπε, ποῖον, ἔφη, μέγα καὶ καλόν;
” 他回答说:“什么重大而美好?
ἀδολεσχοῦσι μὲν οὖν οὗτοί γε περὶ τῶν μετεώρων καὶ φλυαροῦσι φιλοσοφοῦντες.
他们不过是在对天体说些废话,胡言乱语,装作在研究哲学罢了。
καὶ ἐγὼ θαυμάσας αὐτοῦ τὴν ἀπόκρισιν εἶπον· ὦ νεανία, αἰσχρὸν δοκεῖ σοι εἶναι τὸ φιλοσοφεῖν;
” 我对他的回答感到惊讶,说道:“年轻人,在你看来,研究哲学是一件可耻的事吗?
ἢ τί οὕτως χαλεπῶς λέγεις;
或者,你为什么说得这么严厉?
καὶ ὁ ἕτερος—πλησίον γὰρ καθήμενος ἐτύγχανεν αὐτοῦ, ἀντεραστὴς ὤν—ἀκούσας ἐμοῦ τε ἐρομένου κἀκείνου ἀποκρινομένου, οὐ πρὸς σοῦ γε, ἔφη, ὦ Σώκρατες, ποιεῖς τὸ καὶ ἀνερέσθαι τοῦτον εἰ αἰσχρὸν ἡγεῖται φιλοσοφίαν εἶναι.
” 而另一个人——他碰巧坐在他旁边,是他的情敌——听到我的提问和他的回答,便说:“苏格拉底,你这样做可不符合你的身份,竟然还问这个家伙是否认为哲学是可耻的。
ἢ οὐκ οἶσθα τοῦτον ὅτι τραχηλιζόμενος καὶ ἐμπιμπλάμενος καὶ καθεύδων πάντα τὸν βίον διατετέλεκεν;
难道你不知道他一生都在摔跤中被卡住脖子、填饱肚子和睡觉中度过吗?
ὥστε σὺ τί αὐτὸν ᾤου ἀποκρινεῖσθαι ἀλλʼ ἢ ὅτι αἰσχρόν ἐστι φιλοσοφία;
所以,你以为他除了回答哲学是可耻的之外,还会回答什么?
ἦν δὲ οὗτος μὲν τοῖν ἐρασταῖν περὶ μουσικὴν διατετριφώς, ὁ δʼ ἕτερος, ὃν ἐλοιδόρει, περὶ γυμναστικήν.
” 这两个情人中,一个把时间花在文雅艺术上,而另一个被他辱骂的人则把时间花在体育上。
καί μοι ἔδοξε χρῆναι τὸν μὲν ἕτερον ἀφιέναι, τὸν ἐρωτώμενον, ὅτι οὐδʼ αὐτὸς προσεποιεῖτο περὶ λόγων ἔμπειρος εἶναι ἀλλὰ περὶ ἔργων, τὸν δὲ σοφώτερον προσποιούμενον εἶναι διερωτῆσαι, ἵνα καὶ εἴ τι δυναίμην παρʼ αὐτοῦ ὠφεληθείην.
我觉得应该放过另一个被问话的人,因为他自己甚至不自称在言论上有经验,而是在实践上有经验;我应该去质问那个自以为更聪明的人,以便如果可以的话,我能从他那里受益。
εἶπον οὖν ὅτι εἰς κοινὸν μὲν τὸ ἐρώτημα ἠρόμην·
于是我说:“我是把这个问题作为共同的问题来问的。
εἰ δὲ σὺ οἴει τοῦδε κάλλιον ἂν ἀποκρίνασθαι, σὲ ἐρωτῶ τὸ αὐτὸ ὅπερ καὶ τοῦτον, εἰ δοκεῖ σοι τὸ φιλοσοφεῖν καλὸν εἶναι ἢ οὔ.
但如果你认为你能比他回答得更好,我就问你同样的问题:在你看来,研究哲学是美好的,还是不美好?
§133σχεδὸν οὖν ταῦτα λεγόντων ἡμῶν ἐπακούσαντε τὼ μειρακίω ἐσιγησάτην, καὶ αὐτὼ παυσαμένω τῆς ἔριδος ἡμῶν ἀκροαταὶ ἐγενέσθην.
” 正当我们在说这些话时,那两个年轻人听到了我们的话,便安静下来,停止了争论,成了我们的听众。
καὶ ὅτι μὲν οἱ ἐρασταὶ ἔπαθον οὐκ οἶδα, αὐτὸς δʼ οὖν ἐξεπλάγην·
那些情人有什么感受我不知道,但我自己是十分惊讶的。
ἀεὶ γάρ ποτε ὑπὸ τῶν νέων τε καὶ καλῶν ἐκπλήττομαι.
因为我总是会被年轻而美丽的人所震撼。
ἐδόκει μέντοι μοι καὶ ὁ ἕτερος οὐχ ἧττον ἐμοῦ ἀγωνιᾶν·
不过,在我看来,另一个人的焦虑程度并不亚于我。
οὐ μὴν ἀλλʼ ἀπεκρίνατό γέ μοι καὶ μάλα φιλοτίμως.
尽管如此,他还是非常争强好胜地回答了我。
ὁπότε γάρ τοι, ἔφη, ὦ Σώκρατες, τὸ φιλοσοφεῖν αἰσχρὸν ἡγησαίμην εἶναι, οὐδʼ ἂν ἄνθρωπον νομίσαιμι ἐμαυτὸν εἶναι, οὐδʼ ἄλλον τὸν οὕτω διακείμενον, ἐνδεικνύμενος εἰς τὸν ἀντεραστήν, καὶ λέγων μεγάλῃ τῇ φωνῇ, ἵνʼ αὐτοῦ κατακούοι τὰ παιδικά.
“苏格拉底,”他说,“如果我什么时候认为研究哲学是可耻的,我甚至不会认为自己是个人,也不会认为任何其他有这种想法的人是人。 ”他一边指着他的情敌,一边大声说道,好让他的心上人听见。
καὶ ἐγὼ εἶπον, καλὸν ἄρα δοκεῖ σοι τὸ φιλοσοφεῖν;
我说:“那么,在你看来,研究哲学是美好的了?
πάνυ μὲν οὖν, ἔφη.
” “当然,”他说。
τί οὖν, ἐγὼ ἔφην· ἦ δοκεῖ σοι οἷόν τʼ εἶναι εἰδέναι πρᾶγμα ὁτιοῦν εἴτε καλὸν εἴτε αἰσχρόν ἐστιν, ὃ μὴ εἰδείη τις τὴν ἀρχὴν ὅτι ἔστιν;
“那么,”我说,“对于任何事物,无论它是美好的还是可耻的,如果一个人起初根本不知道它是什么,这难道可能知道它的性质吗?
οὐκ ἔφη.
” 他说:“不可能。
οἶσθʼ ἄρα, ἦν δʼ ἐγώ, ὅτι ἔστιν τὸ φιλοσοφεῖν;
” “那么,你知道,”我说,“研究哲学确实是某种东西吗?
πάνυ γε, ἔφη.
” “当然,”他说。
τί οὖν ἔστιν;
“那么它是什么?
ἔφην ἐγώ.
”我说。
τί δʼ ἄλλο γε ἢ κατὰ τὸ Σόλωνος;
“还能是什么,不就是像梭伦所说的那样吗?
Σόλων γάρ που εἶπε— " γηράσκω δʼ αἰεὶ πολλὰ διδασκόμενος·
梭伦肯定说过: ‘我随着不断学习许多事物而渐渐老去。
" καὶ ἐμοὶ δοκεῖ οὕτως ἀεὶ χρῆναι ἕν γέ τι μανθάνειν τὸν μέλλοντα φιλοσοφήσειν, καὶ νεώτερον ὄντα καὶ πρεσβύτερον, ἵνʼ ὡς πλεῖστα ἐν τῷ βίῳ μάθῃ.
’ 在我看来,一个想要研究哲学的人,无论年轻还是年老,也必须总是至少学习某一样东西,以便在生活中学习尽可能多的东西。
καί μοι τὸ μὲν πρῶτον ἔδοξε τὶ εἰπεῖν, ἔπειτά πως ἐννοήσας ἠρόμην αὐτὸν εἰ τὴν φιλοσοφίαν πολυμαθίαν ἡγοῖτο.
” 起初,我觉得他说的有些道理,但随后,我有所反思,便问他是否认为哲学就是多学。
κἀκεῖνος, πάνυ, ἔφη.
他说:“完全如此。
ἡγῇ δὲ δὴ καλὸν εἶναι μόνον τὴν φιλοσοφίαν ἢ καὶ ἀγαθόν;
” “那你认为哲学仅仅是美好的,还是也是有益的?
ἦν δʼ ἐγώ.
”我说。
καὶ ἀγαθόν, ἔφη, πάνυ.
“也是有益的,完全如此,”他说。
πότερον οὖν ἐν φιλοσοφίᾳ τι τοῦτο ἴδιον ἐνορᾷς, ἢ καὶ ἐν τοῖς ἄλλοις οὕτω σοι δοκεῖ ἔχειν;
“那么,你认为这是哲学特有的属性,还是在其他事物中也是如此?
οἷον φιλογυμναστίαν οὐ μόνον ἡγῇ καλὸν εἶναι, ἀλλὰ καὶ ἀγαθόν; ἢ οὔ;
例如,你认为热爱体育不仅是美好的,也是有益的,还是不是?
ὁ δὲ καὶ μάλα εἰρωνικῶς εἶπε δύο· πρὸς μὲν τόνδε μοι εἰρήσθω ὅτι οὐδέτερα·
” 他非常反讽地说道:“对这个家伙,我的回答是两者都不是。
πρὸς μέντοι σέ, ὦ Σώκρατες, ὁμολογῶ καὶ καλὸν εἶναι καὶ ἀγαθόν· ἡγοῦμαι γὰρ ὀρθῶς.
但是,苏格拉底,对你,我承认它既是美好的,也是有益的,因为我认为这是对的。
ἠρώτησα οὖν ἐγώ, ἆρʼ οὖν καὶ ἐν τοῖς γυμνασίοις τὴν πολυπονίαν φιλογυμναστίαν ἡγῇ εἶναι;
” 我于是问:“那么,你认为在体育馆里付出许多辛劳就是热爱体育吗?
κἀκεῖνος ἔφη, πάνυ γε, ὥσπερ γε καὶ ἐν τῷ φιλοσοφεῖν τὴν πολυμαθίαν φιλοσοφίαν ἡγοῦμαι εἶναι.
” 他说:“完全正确,就像在研究哲学中,我认为多学就是哲学一样。
κἀγὼ εἶπον, ἡγῇ δὲ δὴ τοὺς φιλογυμναστοῦντας ἄλλου του ἐπιθυμεῖν ἢ τούτου, ὅτι ποιήσει αὐτοὺς εὖ ἔχειν τὸ σῶμα;
” 我说:“那你认为那些热爱体育的人渴望的是别的什么,还是那个能让他们的身体处于良好状态的东西?
τούτου, ἔφη.
” “是那个,”他说。
ἦ οὖν οἱ πολλοὶ πόνοι τὸ σῶμα, ἦν δʼ ἐγώ, ποιοῦσιν εὖ ἔχειν;
“那么,难道是许多辛劳,”我说,“能让身体处于良好状态吗? ”

词汇与语法注释

  1. 132aεἰς Διονυσίου — 意为“到狄奥尼修斯的学校(或家里)”。在属格 Διονυσίου 之前省略了宾格名词 οἶκον 或 διδασκαλεῖον,这是希腊语表示地点的常用惯用法。
  2. 132bἐφαινέσθην — 动词 φαίνομαι 的第三人称双数未完成过去时。与不定式 γράφειν 连用,表示“他们似乎正在画”。在此场景中,双数形式被一致用来描写这两个青年(ἐτυγχανέτην, ἐρίζοντε, ἐμιμοῦντο, ἐπικλίνοντε, ἐσπουδακότε)。
  3. 132cοὐ πρὸς σοῦ γε — 介词 πρός 接属格,意为“适合于……”或“是……的特征”。伴随否定词 οὐ,表示“这不符合你的身份”或“这不是你该做的”。
  4. 132cἀλλʼ ἢ — 意为“除了……之外”的固定习语。此处与前面的 ᾤου(动词 οἴομαι 的第二人称单数未完成过去时)和疑问词 τί 连用,构成反问句:“除了他会回答‘哲学是可耻的’之外,你还指望他回答什么呢?”
  5. 133bὅτι ἔστιν — 一种先行结构(prolepsis),主句的宾语 πρᾶγμα 被提前作为关系从句中 ὅτι 从句的主语。此处的 ἔστιν 表示存在,整句意为“一个起初根本不知道该事物是什么(是否存在)的人”。

引用这一段

柏拉图, 竞争对手 §132-133. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg016.humanitext-grc2:132-133

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。