← プラトン

恋敵

§132-133

哲学の価値と多識の定義をめぐる議論

ソクラテスがディオニュシオスの学校を訪れ、議論する若者とその恋人たちに出会う。哲学の価値をめぐって恋敵の間で対立が生じ、哲学とは多くのことを学び続けること(多識)であるかどうかが議論される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§132

εἰς Διονυσίου1 τοῦ γραμματιστοῦ εἰσῆλθον, καὶ εἶδον αὐτόθι τῶν τε νέων τοὺς ἐπιεικεστάτους δοκοῦντας εἶναι τὴν ἰδέαν καὶ πατέρων εὐδοκίμων, καὶ τούτων ἐραστάς. ἐτυγχανέτην οὖν δύο τῶν μειρακίων ἐρίζοντε, περὶ ὅτου δέ, οὐ σφόδρα κατήκουον. ἐφαινέσθην μέντοι ἢ περὶ Ἀναξαγόρου ἢ περὶ Οἰνοπίδου ἐρίζειν· κύκλους γοῦν γράφειν ἐφαινέσθην2 καὶ ἐγκλίσεις τινὰς ἐμιμοῦντο τοῖν χεροῖν ἐπικλίνοντε καὶ μάλʼ ἐσπουδακότε. κἀγώ—καθήμην γὰρ παρὰ τὸν ἐραστὴν τοῦ ἑτέρου αὐτοῖν—κινήσας οὖν αὐτὸν τῷ ἀγκῶνι ἠρόμην ὅτι ποτὲ οὕτως ἐσπουδακότε τὼ μειρακίω εἴτην, καὶ εἶπον· ἦ που μέγα τι καὶ καλόν ἐστι περὶ ὃ τοσαύτην σπουδὴν πεποιημένω ἐστόν; ὁ δʼ εἶπε, ποῖον, ἔφη, μέγα καὶ καλόν; ἀδολεσχοῦσι μὲν οὖν οὗτοί γε περὶ τῶν μετεώρων καὶ φλυαροῦσι φιλοσοφοῦντες. καὶ ἐγὼ θαυμάσας αὐτοῦ τὴν ἀπόκρισιν εἶπον· ὦ νεανία, αἰσχρὸν δοκεῖ σοι εἶναι τὸ φιλοσοφεῖν; ἢ τί οὕτως χαλεπῶς λέγεις; καὶ ὁ ἕτερος—πλησίον γὰρ καθήμενος ἐτύγχανεν αὐτοῦ, ἀντεραστὴς ὤν—ἀκούσας ἐμοῦ τε ἐρομένου κἀκείνου ἀποκρινομένου, οὐ πρὸς σοῦ γε,3 ἔφη, ὦ Σώκρατες, ποιεῖς τὸ καὶ ἀνερέσθαι τοῦτον εἰ αἰσχρὸν ἡγεῖται φιλοσοφίαν εἶναι. ἢ οὐκ οἶσθα τοῦτον ὅτι τραχηλιζόμενος καὶ ἐμπιμπλάμενος καὶ καθεύδων πάντα τὸν βίον διατετέλεκεν; ὥστε σὺ τί αὐτὸν ᾤου ἀποκρινεῖσθαι ἀλλʼ ἢ4 ὅτι αἰσχρόν ἐστι φιλοσοφία; ἦν δὲ οὗτος μὲν τοῖν ἐρασταῖν περὶ μουσικὴν διατετριφώς, ὁ δʼ ἕτερος, ὃν ἐλοιδόρει, περὶ γυμναστικήν. καί μοι ἔδοξε χρῆναι τὸν μὲν ἕτερον ἀφιέναι, τὸν ἐρωτώμενον, ὅτι οὐδʼ αὐτὸς προσεποιεῖτο περὶ λόγων ἔμπειρος εἶναι ἀλλὰ περὶ ἔργων, τὸν δὲ σοφώτερον προσποιούμενον εἶναι διερωτῆσαι, ἵνα καὶ εἴ τι δυναίμην παρʼ αὐτοῦ ὠφεληθείην. εἶπον οὖν ὅτι εἰς κοινὸν μὲν τὸ ἐρώτημα ἠρόμην· εἰ δὲ σὺ οἴει τοῦδε κάλλιον ἂν ἀποκρίνασθαι, σὲ ἐρωτῶ τὸ αὐτὸ ὅπερ καὶ τοῦτον, εἰ δοκεῖ σοι τὸ φιλοσοφεῖν καλὸν εἶναι ἢ οὔ.

私は読み書きの教師ディオニュシオスの学校に入った。そこには、容姿が最も端麗で評判の高い父親たちの息子であると思われる若者たちと、その恋人たちがいた。たまたま二人の若者が議論していたが、何についてかはよく聞こえなかった。 しかし、アナクサゴラスかオイノピデスについて議論しているようであった。というのは、彼らは円を描いているように見え、両手で何かの傾きを模して傾け、非常に熱心になっていたからである。そして私は――私はその一方の恋人の隣に座っていたのだが――彼を肘でつつき、「あの二人の若者は何にこれほど熱心になっているのだろう」と尋ね、さらにこう言った。「二人がこれほどの情熱を注いでいるのだから、きっと何か重大で素晴らしいことに違いないね?」 すると彼は言った。「何が重大で素晴らしいものですか。彼らは天体のことについてくだらない議論をし、哲学を気取ってふざけているだけですよ」私は彼の返答に驚いて言った。「若者よ、君には哲学をすることが恥ずべきことだと思われるのか。それとも、なぜそんなに手厳しく言うのだ?」 するともう一人の男が――たまたま彼の隣に座っており、彼の恋敵であったのだが――私が尋ね、彼が答えるのを聞いて言った。「ソクラテス、君がこの男に、哲学を恥ずべきことだと思うかなどと重ねて尋ねるのは、君らしくもないことだ。それとも君は、この男が一生をレスリングで技をかけられ、腹を満たし、眠って過ごしてきたことを知らないのか。だから、彼が『哲学は恥ずべきことだ』と答える以外に何を期待したというのだ?」 この二人の恋人のうち、一方は音楽に時間を費やし、もう一方の彼が非難した男は体育に時間を費やしていた。そこで私は、問われたもう一人の男は、自分自身が言論の経験者であるとは自負しておらず、実践に経験者であるとしていたので、放っておくのがよいと考え、より賢いと自負している方を問いただして、彼から何か得られるものがあれば恩恵を受けようと思った。そこで私は言った。「私はこの質問を皆に共通のものとして尋ねた。しかし、もし君がこの男よりも上手く答えられると思うなら、君に同じことを尋ねよう。哲学をすることは素晴らしいことだと思うか、それとも違うか?」

§133

σχεδὸν οὖν ταῦτα λεγόντων ἡμῶν ἐπακούσαντε τὼ μειρακίω ἐσιγησάτην, καὶ αὐτὼ παυσαμένω τῆς ἔριδος ἡμῶν ἀκροαταὶ ἐγενέσθην. καὶ ὅτι μὲν οἱ ἐρασταὶ ἔπαθον οὐκ οἶδα, αὐτὸς δʼ οὖν ἐξεπλάγην· ἀεὶ γάρ ποτε ὑπὸ τῶν νέων τε καὶ καλῶν ἐκπλήττομαι. ἐδόκει μέντοι μοι καὶ ὁ ἕτερος οὐχ ἧττον ἐμοῦ ἀγωνιᾶν· οὐ μὴν ἀλλʼ ἀπεκρίνατό γέ μοι καὶ μάλα φιλοτίμως. ὁπότε γάρ τοι, ἔφη, ὦ Σώκρατες, τὸ φιλοσοφεῖν αἰσχρὸν ἡγησαίμην εἶναι, οὐδʼ ἂν ἄνθρωπον νομίσαιμι ἐμαυτὸν εἶναι, οὐδʼ ἄλλον τὸν οὕτω διακείμενον, ἐνδεικνύμενος εἰς τὸν ἀντεραστήν, καὶ λέγων μεγάλῃ τῇ φωνῇ, ἵνʼ αὐτοῦ κατακούοι τὰ παιδικά. καὶ ἐγὼ εἶπον, καλὸν ἄρα δοκεῖ σοι τὸ φιλοσοφεῖν; πάνυ μὲν οὖν, ἔφη. τί οὖν, ἐγὼ ἔφην· ἦ δοκεῖ σοι οἷόν τʼ εἶναι εἰδέναι πρᾶγμα ὁτιοῦν εἴτε καλὸν εἴτε αἰσχρόν ἐστιν, ὃ μὴ εἰδείη τις τὴν ἀρχὴν ὅτι ἔστιν;5 οὐκ ἔφη. οἶσθʼ ἄρα, ἦν δʼ ἐγώ, ὅτι ἔστιν τὸ φιλοσοφεῖν; πάνυ γε, ἔφη. τί οὖν ἔστιν; ἔφην ἐγώ. τί δʼ ἄλλο γε ἢ κατὰ τὸ Σόλωνος; Σόλων γάρ που εἶπε— "γηράσκω δʼ αἰεὶ πολλὰ διδασκόμενος·" καὶ ἐμοὶ δοκεῖ οὕτως ἀεὶ χρῆναι ἕν γέ τι μανθάνειν τὸν μέλλοντα φιλοσοφήσειν, καὶ νεώτερον ὄντα καὶ πρεσβύτερον, ἵνʼ ὡς πλεῖστα ἐν τῷ βίῳ μάθῃ. καί μοι τὸ μὲν πρῶτον ἔδοξε τὶ εἰπεῖν, ἔπειτά πως ἐννοήσας ἠρόμην αὐτὸν εἰ τὴν φιλοσοφίαν πολυμαθίαν ἡγοῖτο. κἀκεῖνος, πάνυ, ἔφη. ἡγῇ δὲ δὴ καλὸν εἶναι μόνον τὴν φιλοσοφίαν ἢ καὶ ἀγαθόν; ἦν δʼ ἐγώ. καὶ ἀγαθόν, ἔφη, πάνυ. πότερον οὖν ἐν φιλοσοφίᾳ τι τοῦτο ἴδιον ἐνορᾷς, ἢ καὶ ἐν τοῖς ἄλλοις οὕτω σοι δοκεῖ ἔχειν; οἷον φιλογυμναστίαν οὐ μόνον ἡγῇ καλὸν εἶναι, ἀλλὰ καὶ ἀγαθόν; ἢ οὔ; ὁ δὲ καὶ μάλα εἰρωνικῶς εἶπε δύο· πρὸς μὲν τόνδε μοι εἰρήσθω ὅτι οὐδέτερα· πρὸς μέντοι σέ, ὦ Σώκρατες, ὁμολογῶ καὶ καλὸν εἶναι καὶ ἀγαθόν· ἡγοῦμαι γὰρ ὀρθῶς. ἠρώτησα οὖν ἐγώ, ἆρʼ οὖν καὶ ἐν τοῖς γυμνασίοις τὴν πολυπονίαν φιλογυμναστίαν ἡγῇ εἶναι; κἀκεῖνος ἔφη, πάνυ γε, ὥσπερ γε καὶ ἐν τῷ φιλοσοφεῖν τὴν πολυμαθίαν φιλοσοφίαν ἡγοῦμαι εἶναι. κἀγὼ εἶπον, ἡγῇ δὲ δὴ τοὺς φιλογυμναστοῦντας ἄλλου του ἐπιθυμεῖν ἢ τούτου, ὅτι ποιήσει αὐτοὺς εὖ ἔχειν τὸ σῶμα; τούτου, ἔφη. ἦ οὖν οἱ πολλοὶ πόνοι τὸ σῶμα, ἦν δʼ ἐγώ, ποιοῦσιν εὖ ἔχειν;

私たちがこう話していると、二人の若者がそれを聞いて静かになり、議論をやめて私たちの聞き手となった。そして恋人たちがどう感じたかは知らないが、私自身は驚嘆した。なぜなら、私はいつも若くて美しい者たちに圧倒されてしまうからだ。しかし、もう一方の男も、私に劣らず不安そうに見えた。とはいえ、彼は極めて競争心を燃やして答えた。「ソクラテス、もし私が哲学をすることを恥ずべきことだと思うようなことがあれば、自分を人間だとは思わないし、そのように考えている他の誰も人間だとは思わない」と彼は恋敵を指し示し、そのお気に入りの少年に聞こえるように大声で言った。 私は言った。「では、君にとって哲学をすることは素晴らしいことなのだね?」 「その通りだ」と彼は言った。 「では」と私は言った。「およそどんな事柄であれ、それが素晴らしいか恥ずべきかを知ることは、そもそもそれが何であるかをまったく知らない者に可能だろうか?」 「不可能だ」と彼は言った。 「では、哲学をすることとは何であるか、君は知っているのだね?」と私は言った。 「もちろんだ」と彼は言った。 「では、それは何だ?」と私は言った。 「ソロンの言葉の通り以外の何であろうか。ソロンはこう言ったね。 『私は学びつつ常に老いてゆく』 そして私にも、哲学しようとする者は常に何か一つでも学び続けるべきだと思える。若い時も、老いてからも、人生でできるだけ多くのことを学ぶために」最初、私は彼が何か的を射たことを言ったと思ったが、その後、少し考えて、哲学を多識だと考えているのか、と彼に尋ねた。 彼は「その通りだ」と言った。 「君は哲学が素晴らしいことであるだけでなく、良いことでもあると考えているのか?」と私は尋ねた。 「その通り、非常に良いことだ」と彼は言った。 「では、哲学の中に何か特別なものを見出しているのか、それとも他のことでも同様だと思うか?例えば、体育愛好は素晴らしいだけでなく、良いことでもあると思うか、それとも違うか?」 彼は極めて皮肉っぽく二つのことを言った。「この男に対しては、どちらでもないと言っておこう。しかし、ソクラテス、あなたに対しては、素晴らしいことであり、良いことでもあると認めよう。それが正しいと思うからだ」私は尋ねた。「では、体育館での多くの労苦を体育愛好だと思うか?」 彼は言った。「そうだ。哲学において多識を哲学だと思うようにね」私は言った。「では、体育を愛好する者たちが望んでいるのは、身体を健康な状態にすること以外の何かだと思うか?」 「それだ」と彼は言った。 「では、多くの労苦が身体を健康にするのだろうか?」と私は言った。

構文注5 件
  1. 132aεἰς Διονυσίου

    ディオニュシオスの家(または学校)を意味する。属格 Διονυσίου の前に、対格名詞 οἶκον または διδασκαλεῖον が省略された、ギリシア語の一般的な場所表現の慣用。

  2. 132bἐφαινέσθην

    動詞 φαίνομαι の三人称双数未完了過去形。不定詞 γράφειν を伴い、「彼らは描いているように見えた」となる。この場面では、議論する二人の若者を描写するために双数形が徹底して用いられている(ἐτυγχανέτην, ἐρίζοντε, ἐπικλίνοντε, ἐσπουδακότε)。

  3. 132cοὐ πρὸς σοῦ γε

    前置詞 πρός +属格で「〜にふさわしい」「〜の特徴である」を意味する。ここでは否定語 οὐ を伴い、「君らしくない」「君にふさわしくない行動だ」という非難・不満を表明している。

  4. 132cἀλλʼ ἢ

    「〜以外に、〜を除いて(except)」を意味する慣用表現。直前の ᾤου(「思う、予期する」の二人称単数未完了過去)および疑問詞 τί を伴う疑問文において、「哲学は恥ずべきことだという回答以外に、君は何を期待したのか」という修辞疑問を形成している。

  5. 133bὅτι ἔστιν

    ここでの ὅτι は間接疑問詞 ὅ τι(「何であるか」)であり、全体で「そもそもそれが何であるかをまったく知らない者」を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg016.humanitext-grc2:132-133