§229ΣΩ. ἐστὸν δὲ δύο τὠπιγράμματε·
ソクラテス:そして、碑文は二つある。
ἐν μὲν τοῖς ἐπʼ ἀριστερὰ τοῦ Ἑρμοῦ ἑκάστου ἐπιγέγραπται λέγων ὁ Ἑρμῆς ὅτι ἐν μέσῳ τοῦ ἄστεος καὶ τοῦ δήμου ἕστηκεν, ἐν δὲ τοῖς ἐπὶ δεξιά—
"
μνῆμα τόδʼ Ἱππάρχου·
各ヘルメス柱の左側には、ヘルメスが自分が都とそれぞれの区の中間に立っていると語る碑文が刻まれており、右側には―― "これはヒッパルコスの記念碑なり。
στεῖχε δίκαια φρονῶν
"
φησίν.
正しきを思いつつ歩め "と書かれている。
ἔστι δὲ τῶν ποιημάτων καὶ ἄλλα ἐν ἄλλοις Ἑρμαῖς πολλὰ καὶ καλὰ ἐπιγεγραμμένα·
他のヘルメス柱にも、彼の詩で多くの美しいものが刻まれている。
ἔστι δὲ δὴ καὶ τοῦτο ἐπὶ τῇ Στειριακῇ ὁδῷ, ἐν ᾧ λέγει—
"
μνῆμα τόδʼ Ἱππάρχου·
そして、ステイリア街道にある柱にもこれ(次の詩)が刻まれており、その中で彼はこう言っている―― "これはヒッパルコスの記念碑なり。
μὴ φίλον ἐξαπάτα. "
ἐγὼ οὖν σὲ ἐμοὶ ὄντα φίλον οὐ δήπου τολμῴην ἂν ἐξαπατᾶν καὶ ἐκείνῳ τοιούτῳ ὄντι ἀπιστεῖν, οὗ καὶ ἀποθανόντος τρία ἔτη ἐτυραννεύθησαν Ἀθηναῖοι ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Ἱππίου, καὶ πάντων ἂν τῶν παλαιῶν ἤκουσας ὅτι ταῦτα μόνον τὰ ἔτη τυραννὶς ἐγένετο ἐν Ἀθήναις, τὸν δʼ ἄλλον χρόνον ἐγγύς τι ἔζων Ἀθηναῖοι ὥσπερ ἐπὶ Κρόνου βασιλεύοντος.
友を騙すなかれ "それゆえ、私にとって友である君を、私が騙すようなことをあえてするはずがないし、あのような人物の言葉に不信を抱くはずもない。 彼が死んだ後も、アテナイ人は3年間、彼の兄弟であるヒッピアスの僭主政治のもとに置かれたが、昔の人々誰もが語るのを聞いたことがあるだろう、アテナイで僭主政治があったのはこの数年間だけであり、それ以外の時期には、アテナイ人はまるでクロノスが支配していた頃のように暮らしていた、と。
λέγεται δὲ ὑπὸ τῶν χαριεστέρων ἀνθρώπων καὶ ὁ θάνατος αὐτοῦ γενέσθαι οὐ διʼ ἃ οἱ πολλοὶ ᾠήθησαν, διὰ τὴν τῆς ἀδελφῆς ἀτιμίαν τῆς κανηφορίας—ἐπεὶ τοῦτό γε εὔηθες—ἀλλὰ τὸν μὲν Ἁρμόδιον γεγονέναι παιδικὰ τοῦ Ἀριστογείτονος καὶ πεπαιδεῦσθαι ὑπʼ ἐκείνου, μέγα δʼ ἐφρόνει ἄρα καὶ ὁ Ἀριστογείτων ἐπὶ τῷ παιδεῦσαι ἄνθρωπον, καὶ ἀνταγωνιστὴν ἡγεῖτο εἶναι τὸν Ἵππαρχον.
また、より教養のある人々によって、彼の死は多くの人々が考えたような、彼の妹が籠持ちを拒否されて侮辱されたためではなく(そんな理由は愚か極まりないからだ)、ハルモディオスがアリストゲイトンの愛人であり彼によって教育されていたところ、アリストゲイトンは人間を教育したことを非常に誇りにしており、ヒッパルコスを好敵手とみなしていたからだ、と言われている。
ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ αὐτὸν τὸν Ἁρμόδιον τυγχάνειν ἐρῶντά τινος τῶν νέων τε καὶ καλῶν καὶ γενναίων τῶν τότε—καὶ λέγουσι τοὔνομα αὐτοῦ, ἐγὼ δὲ οὐ μέμνημαι—τὸν οὖν νεανίσκον τοῦτον τέως μὲν θαυμάζειν τόν τε Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα ὡς σοφούς, ἔπειτα συγγενόμενον τῷ Ἱππάρχῳ καταφρονῆσαι ἐκείνων, καὶ τοὺς περιαλγήσαντας ταύτῃ τῇ ἀτιμίᾳ οὕτως ἀποκτεῖναι τὸν Ἵππαρχον.
そして、その当時、ハルモディオス自身がある若くて美しく高貴な者に恋していた。 その若者の名は語られているが、私は覚えていない。 この若者は、それまではハルモディオスとアリストゲイトンを賢者として敬っていたが、その後ヒッパルコスと交際するようになると二人を軽蔑するようになり、この侮辱に深く傷ついた二人が、このようにしてヒッパルコスを殺害した、というのだ。
ΕΤ. κινδυνεύεις τοίνυν, ὦ Σώκρατες, ἢ οὐ φίλον με ἡγεῖσθαι ἤ, εἰ ἡγῇ φίλον, οὐ πείθεσθαι Ἱππάρχῳ·
伴侶:そうなるとソクラテスよ、君は私を友と思っていないか、あるいは友と思っているにしても、ヒッパルコスに従っていないかのどちらかであるようだ。
ἐγὼ γὰρ ὅπως οὐ σὺ ἐμὲ ἐξαπατᾷς—οὐκ οἶδʼ ὅντινα μέντοι τρόπον— ἐν τοῖς λόγοις, οὐ δύναμαι πεισθῆναι.
というのも、君が議論の中で私を騙していないということについては、――どういう方法で騙しているのかはわからないけれど――私は納得できないからだ。
ΣΩ. ἀλλὰ μὴν καὶ ὥσπερ πεττεύων ἐθέλω σοι ἐν τοῖς λόγοις ἀναθέσθαι ὅτι βούλει τῶν εἰρημένων, ἵνα μὴ οἴῃ ἐξαπατᾶσθαι.
ソクラテス:いやしかし、盤上遊戯をするように、君が騙されていると思わないように、これまでに言われたことのうち君の望むものを何でも議論の中で取り消すことにしよう。
πότερον γὰρ τοῦτό σοι ἀναθῶμαι, ὡς οὐχὶ τῶν ἀγαθῶν πάντες ἐπιθυμοῦσιν ἄνθρωποι;
では、すべての人が善を求めているわけではない、という点を取り消そうか?
ΕΤ. μή μοί γε.
伴侶:それだけはしないでください。
ΣΩ. ἀλλʼ ὡς τὸ ζημιοῦσθαι καὶ ἡ ζημία οὐ κακόν;
ソクラテス:では、損失を被ることや損失は悪ではない、という点を取り消そうか?
ΕΤ. μή μοί γε.
伴侶:それも結構です。
ΣΩ. ἀλλʼ ὡς οὐ τῇ ζημίᾳ καὶ τῷ ζημιοῦσθαι τὸ κέρδος καὶ τὸ κερδαίνειν ἐναντίον;
ソクラテス:では、損失や損失を被ることに対して、利益や利益を得ることが反対ではない、という点を取り消そうか?
§230ΕΤ. μηδὲ τοῦτο.
伴侶:それもなしで。
ΣΩ. ἀλλʼ ὡς ἐναντίον ὂν τῷ κακῷ οὐκ ἀγαθόν ἐστι τὸ κερδαίνειν;
ソクラテス:では、悪の反対である以上、利益を得ることは善ではない、という点を取り消そうか?
ΕΤ. οὔτι πᾶν γε·
伴侶:すべてが善というわけではありません。
τουτί μοι ἀνάθου.
これを取り消してください。
ΣΩ. δοκεῖ ἄρα σοι, ὡς ἔοικε, τοῦ κέρδους τὸ μέν τι ἀγαθὸν εἶναι, τὸ δέ τι κακόν.
ソクラテス:それなら、君には利益のうち、あるものは善であり、あるものは悪であると思われるようだね。
ΕΤ. ἔμοιγε.
伴侶:私にはそう思えます。
ΣΩ. ἀνατίθεμαι τοίνυν σοὶ τοῦτο·
ソクラテス:それなら、君のためにこれを取り消そう。
ἔστω γὰρ δὴ κέρδος τι ἀγαθὸν καὶ ἕτερον κέρδος τι κακόν.
ある利益は善であり、別の利益は悪であるとしよう。
κέρδος δέ γε οὐδὲν μᾶλλόν ἐστιν αὐτῶν τὸ ἀγαθὸν ἢ τὸ κακόν·
しかし、それらのうち善い利益の方が、悪い利益よりも「利益」であるということは決してない。
ἦ γάρ;
そうではないかね?
ΕΤ. πῶς με ἐρωτᾷς;
伴侶:どういう意味で尋ねているのですか?
ΣΩ. ἐγὼ φράσω.
ソクラテス:説明しよう。
σιτίον ἐστίν τι ἀγαθόν τε καὶ κακόν;
食物には、良いものと悪いものがあるかね?
ΕΤ. ναί.
伴侶:はい。
ΣΩ. ἆρʼ οὖν μᾶλλόν τι αὐτῶν ἐστι τὸ ἕτερον τοῦ ἑτέρου σιτίον, ἢ ὁμοίως τοῦτό γε, σιτία, ἐστὸν ἀμφότερα καὶ ταύτῃ γε οὐδὲν διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, κατὰ τὸ σιτίον εἶναι, ἀλλὰ ᾗ τὸ μὲν αὐτῶν ἀγαθόν, τὸ δὲ κακόν;
ソクラテス:では、それらの一方が他方よりもいっそう食物であるだろうか。 それとも、食物であるという点に関しては両方とも同様に食物であって、その点では一方が他方と何ら異ならず、ただ一方が善で他方が悪であるという点においてのみ異なるのだろうか?
ΕΤ. ναί.
伴侶:はい。
ΣΩ. οὐκοῦν καὶ ποτὸν καὶ τἆλλα πάντα, ὅσα τῶν ὄντων ταὐτὰ ὄντα τὰ μὲν πέπονθεν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, οὐδὲν ἐκείνῃ γε διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, ᾗ τὸ αὐτό ἐστιν;
ソクラテス:それなら、飲み物やその他のすべての存在するものについても、同一の類でありながら一方は善で他方は悪であるという性質を持つものは、それが同一のものであるという点に関しては、一方が他方と何ら異ならないのではないかね?
ὥσπερ ἄνθρωπος δήπου ὁ μὲν χρηστός ἐστιν, ὁ δὲ πονηρός.
ちょうど、ある人間は優れており、別の人間は邪悪であるようにね。
ΕΤ. ναί.
伴侶:はい。
ΣΩ. ἀλλʼ ἄνθρωπός γε οἶμαι οὐδέτερος οὐδετέρου οὔτε μᾶλλον οὔτε ἧττόν ἐστιν, οὔτε ὁ χρηστὸς τοῦ πονηροῦ οὔτε ὁ πονηρὸς τοῦ χρηστοῦ.
ソクラテス:だが、どちらの人間も他方よりいっそう人間であるということは、多くも少なくもないと思う。 優れた者が邪悪な者よりも人間であるわけでも、邪悪な者が優れた者よりも人間であるわけでもない。
ΕΤ. ἀληθῆ λέγεις.
伴侶:おっしゃる通りです。
ΣΩ. οὐκοῦν οὕτω καὶ περὶ τοῦ κέρδους διανοώμεθα, ὡς κέρδος γε ὁμοίως ἐστὶ καὶ τὸ πονηρὸν καὶ τὸ χρηστόν;
ソクラテス:それなら利益についても同様に考えよう。 邪悪な利益も優れた利益も同様に「利益」であると。
ΕΤ. ἀνάγκη.
伴侶:そうせざるを得ません。
ΣΩ. οὐδὲν ἄρα μᾶλλον κερδαίνει ὁ τὸ χρηστὸν κέρδος ἔχων ἢ τὸ πονηρόν·
ソクラテス:したがって、優れた利益を得る者が、邪悪な利益を得る者よりもいっそう利益を得ているわけではない。
οὔκουν μᾶλλόν γε κέρδος φαίνεται οὐδέτερον ὄν, ὡς ὁμολογοῦμεν.
私たちが合意しているように、どちらもいっそう「利益」であるようには見えないのだからね。
ΕΤ. ναί.
伴侶:はい。
ΣΩ. οὐδετέρῳ γὰρ αὐτῶν οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον πρόσεστιν.
ソクラテス:というのも、それらのどちらにも「より多く」も「より少なく」も属していないからだ。
ΕΤ. οὐ γὰρ δή.
伴侶:その通りです。
ΣΩ. τῷ δὴ τοιούτῳ πράγματι πῶς ἄν τις μᾶλλον ἢ ἧττον ὁτιοῦν ἂν ποιοῖ ἢ πάσχοι, ᾧ μηδέτερον τούτων προσείη;
ソクラテス:では、これらのいずれも属していないような事柄に対して、どのようにして人は、何かをより多く、あるいはより少なく行ったり被ったりできるだろうか?
ΕΤ. ἀδύνατον.
伴侶:不可能です。
ΣΩ. ἐπειδὴ τοίνυν κέρδη μὲν ὁμοίως ἐστὶν ἀμφότερα καὶ κερδαλέα, τουτὶ δὴ δεῖ ἡμᾶς ἐπισκέψασθαι, διὰ τί ποτε ἀμφότερα αὐτὰ κέρδος καλεῖς, τί ταὐτὸν ἐν ἀμφοτέροις ὁρῶν;
ソクラテス:それなら、どちらも同様に利益であり有益なものである以上、私たちが検討しなければならないのはこれだ。 すなわち、君は一体なぜその両方を利益と呼ぶのか、両方にどのような共通のものを見ているのか。
ὥσπερ ἂν εἰ σύ με ἠρώτας τὰ νυνδή, διὰ τί ποτε καὶ τὸ ἀγαθὸν σιτίον καὶ τὸ κακὸν σιτίον ὁμοίως ἀμφότερα σιτία καλῶ, εἶπον ἄν σοι διότι ἀμφότερα ξηρὰ τροφὴ σώματός ἐστιν, διὰ τοῦτο ἔγωγε·
ちょうど君が今さっき私に、なぜ善い食物も悪い食物も同様に食物と呼ぶのかと尋ねたとしたら、私は君に、両方とも身体のための固形の栄養分だからだ、だから私はそう呼ぶのだ、と答えただろう。
τοῦτο γὰρ εἶναι σιτίον κἂν σύ που ἡμῖν ὁμολογοῖς.
なぜなら君もまた、これが食物であることには同意してくれるだろうから。
ἦ γάρ;
そうではないかね?
ΕΤ. ἔγωγε.
伴侶:同意します。