Humanitext Reader

柏拉图 · 希帕库斯篇 §229-230

撤回前提与探讨利益的本质

第 3 段,共 4 段 · 希腊语

内容简介

苏格拉底提到希帕库斯告诫人们不要欺骗朋友,并提议撤销之前的同意项。友人选择撤回“所有利益都是善”这一观点,苏格拉底随后论证,无论善恶,作为“利益”的本质是相同的。

§229ΣΩ. ἐστὸν δὲ δύο τὠπιγράμματε· ἐν μὲν τοῖς ἐπʼ ἀριστερὰ τοῦ Ἑρμοῦ ἑκάστου ἐπιγέγραπται λέγων ὁ Ἑρμῆς ὅτι ἐν μέσῳ τοῦ ἄστεος καὶ τοῦ δήμου ἕστηκεν, ἐν δὲ τοῖς ἐπὶ δεξιά— " μνῆμα τόδʼ Ἱππάρχου· στεῖχε δίκαια φρονῶν " φησίν.
苏格拉底:而碑文有两个:在每个赫尔墨斯神柱的左侧,刻着赫尔墨斯说他站在城市和每个得摩斯的中点,在右侧则是―― "此乃希帕库斯之纪念碑;心怀正义前行 "他这样说。
ἔστι δὲ τῶν ποιημάτων καὶ ἄλλα ἐν ἄλλοις Ἑρμαῖς πολλὰ καὶ καλὰ ἐπιγεγραμμένα·
在其他的赫尔墨斯神柱上,他的诗作中还有许多其他优美的内容被刻在上面。
ἔστι δὲ δὴ καὶ τοῦτο ἐπὶ τῇ Στειριακῇ ὁδῷ, ἐν ᾧ λέγει— " μνῆμα τόδʼ Ἱππάρχου· μὴ φίλον ἐξαπάτα. " ἐγὼ οὖν σὲ ἐμοὶ ὄντα φίλον οὐ δήπου τολμῴην ἂν ἐξαπατᾶν καὶ ἐκείνῳ τοιούτῳ ὄντι ἀπιστεῖν, οὗ καὶ ἀποθανόντος τρία ἔτη ἐτυραννεύθησαν Ἀθηναῖοι ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Ἱππίου, καὶ πάντων ἂν τῶν παλαιῶν ἤκουσας ὅτι ταῦτα μόνον τὰ ἔτη τυραννὶς ἐγένετο ἐν Ἀθήναις, τὸν δʼ ἄλλον χρόνον ἐγγύς τι ἔζων Ἀθηναῖοι ὥσπερ ἐπὶ Κρόνου βασιλεύοντος.
而在斯泰里亚道路上的神柱上,也确实刻着这一首,在其中他说―― "此乃希帕库斯之纪念碑;勿欺骗朋友 "因此,对于你这我的朋友,我当然不敢欺骗,也不敢不信任那样的贤人。 在他死后,阿雅奈人又被他的兄弟希庇阿斯统治了三年,你一定会从所有的古人那里听到:只有这几年在雅典是僭主统治,而其他时间雅典人的生活几乎就像在克罗诺斯统治时期一样。
λέγεται δὲ ὑπὸ τῶν χαριεστέρων ἀνθρώπων καὶ ὁ θάνατος αὐτοῦ γενέσθαι οὐ διʼ ἃ οἱ πολλοὶ ᾠήθησαν, διὰ τὴν τῆς ἀδελφῆς ἀτιμίαν τῆς κανηφορίας—ἐπεὶ τοῦτό γε εὔηθες—ἀλλὰ τὸν μὲν Ἁρμόδιον γεγονέναι παιδικὰ τοῦ Ἀριστογείτονος καὶ πεπαιδεῦσθαι ὑπʼ ἐκείνου, μέγα δʼ ἐφρόνει ἄρα καὶ ὁ Ἀριστογείτων ἐπὶ τῷ παιδεῦσαι ἄνθρωπον, καὶ ἀνταγωνιστὴν ἡγεῖτο εἶναι τὸν Ἵππαρχον.
此外,据那些更有教养的人说,他的死发生并不是因为大多数人所认为的原因,即因为他的妹妹被剥夺了执篮者的荣誉——因为这确实是愚蠢的——而是因为哈尔莫迪斯恰好是阿里斯托格伊同的爱人,并且由他教育,阿里斯托格伊同因教育了这个人而感到自豪,并认为希帕库斯是一个竞争对手。
ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ αὐτὸν τὸν Ἁρμόδιον τυγχάνειν ἐρῶντά τινος τῶν νέων τε καὶ καλῶν καὶ γενναίων τῶν τότε—καὶ λέγουσι τοὔνομα αὐτοῦ, ἐγὼ δὲ οὐ μέμνημαι—τὸν οὖν νεανίσκον τοῦτον τέως μὲν θαυμάζειν τόν τε Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα ὡς σοφούς, ἔπειτα συγγενόμενον τῷ Ἱππάρχῳ καταφρονῆσαι ἐκείνων, καὶ τοὺς περιαλγήσαντας ταύτῃ τῇ ἀτιμίᾳ οὕτως ἀποκτεῖναι τὸν Ἵππαρχον.
在那个时候,哈尔莫迪斯自己恰好爱上了当时的一个年轻、美丽且高贵的年轻人——他们说出了他的名字,但我记不得了——而这个年轻人起初崇拜哈尔莫迪斯和阿里斯托格伊同,认为他们是智者,但后来与希帕库斯交往,便轻视他们。 这两个因这一侮辱而极度痛苦的人,就这样杀死了希帕库斯。
ΕΤ. κινδυνεύεις τοίνυν, ὦ Σώκρατες, ἢ οὐ φίλον με ἡγεῖσθαι ἤ, εἰ ἡγῇ φίλον, οὐ πείθεσθαι Ἱππάρχῳ·
友:苏格拉底,看来要么你没有把我当成朋友,要么,如果你把我当成朋友,你却没有听从希帕库斯的话。
ἐγὼ γὰρ ὅπως οὐ σὺ ἐμὲ ἐξαπατᾷς—οὐκ οἶδʼ ὅντινα μέντοι τρόπον— ἐν τοῖς λόγοις, οὐ δύναμαι πεισθῆναι.
因为你在论证中没有欺骗我这一点——尽管我不知道是用什么方式——我是无法被说服的。
ΣΩ. ἀλλὰ μὴν καὶ ὥσπερ πεττεύων ἐθέλω σοι ἐν τοῖς λόγοις ἀναθέσθαι ὅτι βούλει τῶν εἰρημένων, ἵνα μὴ οἴῃ ἐξαπατᾶσθαι.
苏格拉底:然而,就像玩棋一样,在我们的论证中,我愿意为你撤销已说过的任何你想要撤销的观点,好让你不觉得被欺骗。
πότερον γὰρ τοῦτό σοι ἀναθῶμαι, ὡς οὐχὶ τῶν ἀγαθῶν πάντες ἐπιθυμοῦσιν ἄνθρωποι;
那么,我该为你撤销这一个,即并非所有人都渴望善的事物吗?
ΕΤ. μή μοί γε.
友:请千万不要。
ΣΩ. ἀλλʼ ὡς τὸ ζημιοῦσθαι καὶ ἡ ζημία οὐ κακόν;
苏格拉底:那么,撤销“遭受损失和损失不是坏事”这一条?
ΕΤ. μή μοί γε.
友:请千万不要。
ΣΩ. ἀλλʼ ὡς οὐ τῇ ζημίᾳ καὶ τῷ ζημιοῦσθαι τὸ κέρδος καὶ τὸ κερδαίνειν ἐναντίον;
苏格拉底:那么,撤销“利益和获取利益与损失和遭受损失并非相反”这一条?
§230ΕΤ. μηδὲ τοῦτο.
友:也不要这个。
ΣΩ. ἀλλʼ ὡς ἐναντίον ὂν τῷ κακῷ οὐκ ἀγαθόν ἐστι τὸ κερδαίνειν;
苏格拉底:那么,撤销“作为坏事的相反面,获取利益并非好事”这一条?
ΕΤ. οὔτι πᾶν γε·
友:并非所有都是。
τουτί μοι ἀνάθου.
请为我撤销这一条。
ΣΩ. δοκεῖ ἄρα σοι, ὡς ἔοικε, τοῦ κέρδους τὸ μέν τι ἀγαθὸν εἶναι, τὸ δέ τι κακόν.
苏格拉底:那么看来,在你看来,利益中有一部分是好的,有一部分是坏的。
ΕΤ. ἔμοιγε.
友:在我看来是这样。
ΣΩ. ἀνατίθεμαι τοίνυν σοὶ τοῦτο·
苏格拉底:那么我就为你撤销这一条。
ἔστω γὰρ δὴ κέρδος τι ἀγαθὸν καὶ ἕτερον κέρδος τι κακόν.
因为我们可以假定,有些利益是好的,有些利益是坏的。
κέρδος δέ γε οὐδὲν μᾶλλόν ἐστιν αὐτῶν τὸ ἀγαθὸν ἢ τὸ κακόν·
但是,好的利益绝不比坏的利益更算是“利益”,不是吗?
ἦ γάρ; ΕΤ. πῶς με ἐρωτᾷς;
友:你为什么要这样问我?
ΣΩ. ἐγὼ φράσω.
苏格拉底:我会告诉你的。
σιτίον ἐστίν τι ἀγαθόν τε καὶ κακόν;
食物是一种既有好的也有坏的东西吗?
ΕΤ. ναί.
友:是的。
ΣΩ. ἆρʼ οὖν μᾶλλόν τι αὐτῶν ἐστι τὸ ἕτερον τοῦ ἑτέρου σιτίον, ἢ ὁμοίως τοῦτό γε, σιτία, ἐστὸν ἀμφότερα καὶ ταύτῃ γε οὐδὲν διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, κατὰ τὸ σιτίον εἶναι, ἀλλὰ ᾗ τὸ μὲν αὐτῶν ἀγαθόν, τὸ δὲ κακόν;
苏格拉底:那么,它们中的一个比另一个更算是食物吗? 还是在这一点上,即作为食物,两者同样都是食物,且在这一方面一个并不比另一个有什么不同,而只是一个好、另一个坏?
ΕΤ. ναί.
友:是的。
ΣΩ. οὐκοῦν καὶ ποτὸν καὶ τἆλλα πάντα, ὅσα τῶν ὄντων ταὐτὰ ὄντα τὰ μὲν πέπονθεν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, οὐδὲν ἐκείνῃ γε διαφέρει τὸ ἕτερον τοῦ ἑτέρου, ᾗ τὸ αὐτό ἐστιν;
苏格拉底:那么,饮料和所有其他事物也是如此,只要在存在的事物中,尽管相同,但有些具有好、有些具有坏的性质,那么在它是同一事物的这一方面,一个并不比另一个有什么不同,对吗?
ὥσπερ ἄνθρωπος δήπου ὁ μὲν χρηστός ἐστιν, ὁ δὲ πονηρός.
就像人一样,我想,一个是优秀的,另一个是邪恶的。
ΕΤ. ναί.
友:是的。
ΣΩ. ἀλλʼ ἄνθρωπός γε οἶμαι οὐδέτερος οὐδετέρου οὔτε μᾶλλον οὔτε ἧττόν ἐστιν, οὔτε ὁ χρηστὸς τοῦ πονηροῦ οὔτε ὁ πονηρὸς τοῦ χρηστοῦ.
苏格拉底:但我认为,这两个人谁也不比另一个更算是人,无论是优秀的相比于邪恶的,还是邪恶的相比于优秀的。
ΕΤ. ἀληθῆ λέγεις.
友:你说得对。
ΣΩ. οὐκοῦν οὕτω καὶ περὶ τοῦ κέρδους διανοώμεθα, ὡς κέρδος γε ὁμοίως ἐστὶ καὶ τὸ πονηρὸν καὶ τὸ χρηστόν;
苏格拉底:那么,我们对利益也这样考虑,即邪恶的利益和优秀的利益同样都是利益?
ΕΤ. ἀνάγκη.
友:必然如此。
ΣΩ. οὐδὲν ἄρα μᾶλλον κερδαίνει ὁ τὸ χρηστὸν κέρδος ἔχων ἢ τὸ πονηρόν·
苏格拉底:因此,拥有优秀利益的人并不比拥有邪恶利益的人获取更多的利益。
οὔκουν μᾶλλόν γε κέρδος φαίνεται οὐδέτερον ὄν, ὡς ὁμολογοῦμεν.
正如我们所同意的,两者看来都没有更算是利益。
ΕΤ. ναί.
友:是的。
ΣΩ. οὐδετέρῳ γὰρ αὐτῶν οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον πρόσεστιν.
苏格拉底:因为在它们之中,既没有“更多”,也没有“更少”。
ΕΤ. οὐ γὰρ δή.
友:确实没有。
ΣΩ. τῷ δὴ τοιούτῳ πράγματι πῶς ἄν τις μᾶλλον ἢ ἧττον ὁτιοῦν ἂν ποιοῖ ἢ πάσχοι, ᾧ μηδέτερον τούτων προσείη;
苏格拉底:那么,对于这样一类既无“更多”也无“更少”归属的事物,人们又怎能多或少地对其做或遭受任何事情呢?
ΕΤ. ἀδύνατον.
友:不可能。
ΣΩ. ἐπειδὴ τοίνυν κέρδη μὲν ὁμοίως ἐστὶν ἀμφότερα καὶ κερδαλέα, τουτὶ δὴ δεῖ ἡμᾶς ἐπισκέψασθαι, διὰ τί ποτε ἀμφότερα αὐτὰ κέρδος καλεῖς, τί ταὐτὸν ἐν ἀμφοτέροις ὁρῶν;
苏格拉底:既然两者同样是利益且是有利的,那么这就是我们必须探讨的:你究竟为什么把这两者都称为利益? 你在两边看到了什么相同的东西?
ὥσπερ ἂν εἰ σύ με ἠρώτας τὰ νυνδή, διὰ τί ποτε καὶ τὸ ἀγαθὸν σιτίον καὶ τὸ κακὸν σιτίον ὁμοίως ἀμφότερα σιτία καλῶ, εἶπον ἄν σοι διότι ἀμφότερα ξηρὰ τροφὴ σώματός ἐστιν, διὰ τοῦτο ἔγωγε·
正如刚才如果由你问我,为什么我把好的食物和坏的食物同样都称为食物,我会告诉你,因为两者都是身体的干燥营养物,正是因为这个。
τοῦτο γὰρ εἶναι σιτίον κἂν σύ που ἡμῖν ὁμολογοῖς. ἦ γάρ;
因为你大概也会同意我们,这就是食物,对吗?
ΕΤ. ἔγωγε.
友:我会同意的。

词汇与语法注释

  1. 229bοὗ καὶ ἀποθανόντος τρία ἔτη ἐτυραννεύθησαν Ἀθηναῖοι ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Ἱππίου — οὗ 是关系代词 ὅς 的属格,其先行词为 Ἱππάρχου。它与 ἀποθανόντος 结合构成属格独立结构,起着插入性的时间或让步表述作用(“即使在他死后”)。
  2. 229bἂν τῶν παλαιῶν ἤκουσας — 语气词 ἂν 与直说式过去时 ἤκουσας 连用,表示过去的可能性或虚拟语气的结论,意为“(如果你问过的话)你本来会从任何一个古人那里听到”。
  3. 229cλέγεται δὲ ὑπὸ τῶν χαριεστέρων ἀνθρώπων καὶ ὁ θάνατος αὐτοῦ γενέσθαι — λέγεται 没有人称主语,相反,对格与不定式结构(ὁ θάνατος αὐτοῦ γενέσθαι)作为其实际主语。接下来从 ¦229c¦ 到 ¦229d¦ 的一系列不定式(γεγονέναι, πεπαιδεῦσθαι, τυγχάνειν, θαυμάζειν, καταφρονῆσαι, ἀποκτεῖναι)都受这一间接引语结构的支配。
  4. 229dτυγχάνειν ἐρῶντά — 这是在间接引语中,动词 τυγχάνω 的不定式形式 τυγχάνειν 与补充分词 ἐρῶντά 连用的结构,表示“恰好在恋爱”。由于主导动词是不定式,分词 ἐρῶντά 与其对格主语 Ἁρμόδιον 一致,因而也采用对格。
  5. 229eὅπως οὐ σὺ ἐμὲ ἐξαπατᾷς — 引导词 ὅπως οὐ 与直说式现在时 ἐξαπατᾷς 连用,构成一个名词性从句,作为 πεισθῆναι(确信、说服)的对象(“确信你没有欺骗我”)。
  6. 230dτῷ δὴ τοιούτῳ πράγματι πῶς ἄν τις μᾶλλον ἢ ἧττον ὁτιοῦν ἂν ποιοῖ ἢ πάσχοι — 句式 πῶς ἄν 与希求式(ποιοῖ / πάσχοι)连用,表示反问性的可能性(“人们又怎能多或少地做或遭受任何事情……”)。语气词 ἄν 出现两次(分别与 πῶς 和 ὁτιοῦν 连用),是希求式从句中 ἄν 重复以强调可能性的典型例证。

引用这一段

柏拉图, 希帕库斯篇 §229-230. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg015.humanitext-grc2:229-230

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。