§148ΣΩ. ἀλλὰ φέρε πρὸς Διός—ὁρᾷς γὰρ δήπου τὴν ἀπορίαν ὅση τε καὶ οἵα, ταύτης δὲ καὶ σύ μοι δοκεῖς κεκοινωνηκέναι·
ソクラテス:だが、ゼウスにかけて考えてみよう。 ――というのも、君もどれほど大きく、またどのような困惑があるか、おそらく見えているだろう。 そして君も私には、この困惑を共有しているように思われる。
μεταβαλλόμενός γέ τοι ἄνω καὶ κάτω οὐδʼ ὁτιοῦν παύῃ, ἀλλʼ ὅτι ἂν μάλιστά σοι δόξῃ, τοῦτο καὶ ἐκδεδυκέναι αὖ καὶ οὐκέτι ὡσαύτως δοκεῖν—εἰ οὖν σοί γʼ ἔτι καὶ νῦν ἐμφανὴς γενόμενος ὁ θεὸς πρὸς ὃν τυγχάνεις πορευόμενος ἐρωτήσειε, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι ἐκείνων τι γενέσθαι ὧνπερ καὶ ἐν ἀρχῇ ἐλέγετο, εἴτε καὶ αὐτῷ σοι ἐπιτρέψειεν εὔξασθαι, τί ποτʼ ἂν οἴει ἢ τῶν παρʼ ἐκείνου διδομένων λαμβάνων ἢ αὐτὸς εὐξάμενος γενέσθαι τοῦ καιροῦ τυχεῖν;
現に君は、上へ下へとあちこち考えを変えて、一向にやめる気配がなく、自分に最も正しいと思えたことを、今度はまた脱ぎ捨てるようにして、もはやそのようには思わなくなっているのだから。 ――もし今、君が向かおうとしているあの神が目の前に現れて、君が何かを祈る前に、かつて最初に語られた事柄のうちのどれかが君に与えられることで十分であるか、それとも君自身に祈ることを委ねるか、と尋ねたとしたら、君は、神から与えられるものを受け取るにせよ、自分自身で祈って何かを実現させるにせよ、どうすれば的を射ることができると思うかね。
ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ἐγὼ μὲν οὐθὲν ἂν ἔχοιμί σοι εἰπεῖν, ὦ Σώκρατες, οὕτως·
アルキビアデス:いや、神々に誓って、ソクラテス、私はそのように尋ねられても、あなたに何も答えることができません。
ἀλλὰ μάργον τί μοι δοκεῖ εἶναι, καὶ ὡς ἀληθῶς πολλῆς φυλακῆς, ὅπως μὴ λήσει τις αὑτὸν εὐχόμενος μὲν κακά, δοκῶν δὲ τἀγαθά, ἔπειτʼ ὀλίγον ἐπισχών, ὅπερ καὶ σὺ ἔλεγες, παλινῳδῇ, ἀνευχόμενος ἅττʼ ἂν τὸ πρῶτον εὔξηται.
むしろ、それは何か非常に危険なことのように思われます。 そして本当に、自分でも気づかないうちに悪いものを祈り求め、それが良いものだと思い込み、その後少し間を置いて、あなたが言われたように、前言を撤回して、最初に祈ったことをすべて祈り消そうとすることのないよう、多大の注意を払う必要があるように思われます。
ΣΩ. ἆρʼ οὖν οὐχὶ εἰδώς τι πλέον ἡμῶν ὁ ποιητής, οὗ καὶ ἐν ἀρχῇ τοῦ λόγου ἐπεμνήσθην, τὰ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν ἐκέλευεν;
ソクラテス:それでは、議論の最初にも私が言及したあの詩人は、我々よりも何かしら多くを知っていて、たとえ我々が祈り求めているときであっても、災いを遠ざけてほしいと命じたのではないか。
ΑΛ. ἔμοιγε δοκεῖ.
アルキビアデス:私にはそのように思われます。
ΣΩ. τοῦτον μὲν τοίνυν, ὦ Ἀλκιβιάδη, καὶ Λακεδαιμόνιοι τὸν ποιητὴν ἐζηλωκότες, εἴτε καὶ αὐτοὶ οὕτως ἐπεσκεμμένοι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἑκάστοτε παραπλησίαν εὐχὴν εὔχονται, τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς τοὺς θεοὺς διδόναι κελεύοντες αὖ σφίσιν αὐτοῖς·
ソクラテス:それゆえ、アルキビアデスよ、ラケダイモン人たちもこの詩人を手本とし、あるいは彼ら自身もまたそのように深く考察して、私的な場でも公的な場でも、常にこれとよく似た祈りを捧げている。 すなわち、神々に対して「美しきものを、良きものに加えて」自分たちに与えるよう求めているのだ。
πλείω δʼ οὐδεὶς ἂν ἐκείνων εὐξαμένων ἀκούσειεν.
それ以上に多くを彼らが祈るのを、誰も聞いたことがない。
τοιγαροῦν εἰς τὸ παρῆκον τοῦ χρόνου οὐδένων ἧττον εὐτυχεῖς εἰσιν ἄνθρωποι·
それだからこそ、これまでの時間を通じて、彼らは他のいかなる人々にも劣らず幸福なのである。
εἰ δʼ ἄρα καὶ συμβέβηκεν αὐτοῖς ὥστε μὴ πάντα εὐτυχεῖν, ἀλλʼ οὖν οὐ διὰ τὴν ἐκείνων εὐχήν, ἐπὶ τοῖς θεοῖς δʼ ἐστὶν ὥστε οἶμαι καὶ διδόναι ἅττʼ ἄν τις εὐχόμενος τυγχάνῃ καὶ τἀναντία τούτων.
だが、もし仮に彼らにもすべての面で幸福とはいかないことが起こったとしても、少なくともそれは彼らのあの祈りのせいではない。 思うに、祈り求める者がたまたま求めているもの、あるいはそれとは反対のものを与えることは、神々の手の中にあるのだから。
βούλομαι δέ σοι καὶ ἕτερόν τι διηγήσασθαι, ὅ ποτε ἤκουσα τινῶν, ὡς Ἀθηναίοις καὶ Λακεδαιμονίοις διαφορᾶς γενομένης συνέβαινεν ἀεὶ τῇ πόλει ἡμῶν ὥστε καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὁπότε μάχη γένοιτο δυστυχεῖν καὶ μηδέποτε δύνασθαι κρατῆσαι·
ところで、私は君に別の話も語って聞かせたい。 昔ある人々から聞いた話だが、アテナイ人とラケダイモン人の間に紛争が生じたとき、我が国家には、陸上でも海上でも戦いがあるたびに不運が重なり、決して勝利を収めることができないという事態が常に起こっていた。
τοὺς οὖν Ἀθηναίους ἀγανακτοῦντας τῷ πράγματι καὶ ἀπορουμένους τίνι χρὴ μηχανῇ τῶν παρόντων κακῶν ἀποτροπὴν εὑρεῖν, βουλευομένοις αὐτοῖς δοκεῖν κράτιστον εἶναι πέμψαντας πρὸς Ἄμμωνα ἐκεῖνον ἐπερωτᾶν·
そこでアテナイ人たちは、この事態に憤慨し、現在の災いを回避するためにいかなる手立てを見出すべきか途方に暮れ、評議の結果、あのアンモンへ使者を送って尋ねるのが最善であると判断した。
ἔτι δὲ πρὸς τούτοις τάδε, ἀνθʼ ὅτου ποτὲ Λακεδαιμονίοις οἱ θεοὶ μᾶλλον νίκην διδόασιν ἢ σφίσιν αὐτοῖς, οἳ πλείστας, φάναι, μὲν θυσίας καὶ καλλίστας τῶν Ἑλλήνων ἄγομεν, ἀναθήμασί τε κεκοσμήκαμεν τὰ ἱερὰ αὐτῶν ὡς οὐδένες ἄλλοι, πομπάς τε πολυτελεστάτας καὶ σεμνοτάτας ἐδωρούμεθα τοῖς θεοῖς ἀνʼ ἕκαστον ἔτος, καὶ ἐτελοῦμεν χρήματα ὅσα οὐδʼ ἇλλοι σύμπαντες Ἕλληνες·
さらにこれに加えて、一体どうして神々はラケダイモン人たちに、自分たちよりもむしろ勝利をお与えになるのか、と尋ねることにした。 彼らが言うには、「我々はギリシア人の中で最も多くの、そして最も美しい生贄を捧げ、誰よりも彼らの神殿を奉納物で飾り立て、毎年最も費用がかかり最も厳かな行列を神々に贈り、他のすべてのギリシア人を合わせたよりも多くの金銭を支払っているというのに」と。
§149ΣΩ. Λακεδαιμονίοις δέ, φάναι, οὐδεπώποτʼ ἐμέλησεν οὐδὲν τούτων, ἀλλʼ οὕτως ὀλιγώρως διάκεινται πρὸς τοὺς θεούς, ὥστε καὶ ἀνάπηρα θύουσιν ἑκάστοτε καὶ τἆλλα πάντα οὐκ ὀλίγῳ ἐνδεεστέρως τιμῶσιν ἤπερ ἡμεῖς, χρήματα οὐδὲν ἐλάττω κεκτημένοι τῆς ἡμετέρας πόλεως.
ソクラテス:「一方、ラケダイモン人たちは」と彼らは言った、「これらのことに一度も心を配ったことがなく、神々に対して非常に怠慢な態度をとっており、毎回不具の生贄を捧げ、その他のすべての点でも我々よりはるかに劣った形で神々を敬っている。 彼らは我が国家に劣らない富を所有しているというのに」。
ἐπεὶ δὴ εἰρηκέναι ταῦτα καὶ ἐπερωτῆσαι τί χρὴ πράττοντας αὐτοὺς τῶν παρόντων κακῶν ἀπαλλαγὴν εὑρεῖν, ἄλλο μὲν οὐθὲν ἀποκριθῆναι τὸν προφήτην—τὸν γὰρ θεὸν οὐκ ἐᾶν δῆλον ὅτι—καλέσαντα δὲ αὐτόν, Ἀθηναίοις, φάναι, τάδε λέγει Ἄμμων·
さて、アテナイ人がこれらのことを述べ、現在の災いから逃れるために自分たちは何をなすべきか尋ねたところ、あの神官は他のいかなる答えも返さなかった。 ――明らかに神が許さなかったのだ。 ――しかし、彼を呼び寄せて、「アンモンはアテナイ人に次のように言っている」と告げた。
φησὶν ἂν βούλεσθαι αὑτῷ τὴν Λακεδαιμονίων εὐφημίαν εἶναι μᾶλλον ἢ τὰ σύμπαντα τῶν Ἑλλήνων ἱερά.
「神は、ギリシア人すべてのあらゆる供物よりも、ラケダイモン人のつつしんだ祈りを自分に捧げられることを望むであろう」と。
τοσαῦτα εἰπεῖν, οὐκέτι περαιτέρω.
神官はこれだけを言い、それ以上は何も語らなかった。
τήν γʼ οὖν εὐφημίαν οὐκ ἄλλην τινά μοι δοκεῖ λέγειν ὁ θεὸς ἢ τὴν εὐχὴν αὐτῶν·
それゆえ、この「つつしんだ祈り」とは、神が彼らのあの祈り以外の何ものでもないと言っているのだと私には思われる。
ἔστι γὰρ τῷ ὄντι πολὺ διαφέρουσα τῶν ἄλλων.
というのも、それは実際に他の人々の祈りとは大いに異なっているからだ。
οἱ μὲν γὰρ ἄλλοι Ἕλληνες οἱ μὲν χρυσόκερως βοῦς παραστησάμενοι, ἕτεροι δʼ ἀναθήμασι δωρούμενοι τοὺς θεούς, εὔχονται ἅττʼ ἂν τύχῃ ταῦτα, ἄντε ἀγαθὰ ἄντε κακά·
他のギリシア人たちは、ある者は角を金で飾った牡牛を立たせ、またある者は神々に奉納物を贈って、それが良いものであれ悪いものであれ、たまたま思いついたものを祈り求める。
βλασφημούντων οὖν αὐτῶν ἀκούοντες οἱ θεοὶ οὐκ ἀποδέχονται τὰς πολυτελεῖς ταυτασὶ πομπάς τε καὶ θυσίας.
それゆえ、彼らが不吉な言葉を口にしているのを聞いて、神々はこれら高価な行列や生贄を受け入れないのだ。
ἀλλὰ δοκεῖ μοι πολλῆς φυλακῆς δεῖσθαι καὶ σκέψεως ὅτι ποτὲ ῥητέον ἐστὶ καὶ μή.
むしろ、一体何を語るべきであり、何を語るべきでないかについては、多大の注意と熟考が必要であるように私には思われます。
εὑρήσεις δὲ καὶ παρʼ Ὁμήρῳ ἕτερα παραπλήσια τούτοις εἰρημένα.
そして、君はホメロスの中にも、これらとよく似た記述を見出すだろう。
φησὶν γὰρ τοὺς Τρῶας ἔπαυλιν ποιουμένους
"
ἔρδειν ἀθανάτοισι τεληέσσας ἑκατόμβας·
というのも、彼はトロイア人たちが陣を張っているとき、このように言っているからだ。 「彼らは不死なる神々に対して、完璧な百牛の生贄を捧げた。
"
τὴν δὲ κνῖσαν ἐκ τοῦ πεδίου τοὺς ἀνέμους φέρειν οὐρανὸν εἴσω
"
ἡδεῖαν·
風は平原から甘い香りを天の奥深くへと運んだ。
τῆς δʼ οὔ τι θεοὺς μάκαρας δατέεσθαι,
οὐδʼ ἐθέλειν·
しかし、至福なる神々はその香りを少しも分かち合わず、またそう望みもしなかった。
μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρὴ
"
"
καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο· "
ὥστε οὐδὲν αὐτοῖς ἦν προύργου θύειν τε καὶ δῶρα τελεῖν μάτην, θεοῖς ἀπηχθημένους.
なぜなら、神聖なるイリオスは彼らにひどく憎まれており、プリアモスも、そして優れたトネリコの槍を持つプリアモスの民も憎まれていたからだ」したがって、神々に憎まれている彼らにとっては、生贄を捧げることも、虚しく贈り物を支払うことも、何の役にも立たなかったのだ。
οὐ γὰρ οἶμαι τοιοῦτόν ἐστι τὸ τῶν θεῶν ὥστε ὑπὸ δώρων παράγεσθαι οἷον κακὸν τοκιστήν·
というのも、神々の性質は、悪徳な金貸しのように、贈り物によって抱き込まれるようなものではないと私は思うからだ。
ἀλλὰ καὶ ἡμεῖς εὐήθη λόγον λέγομεν, ἀξιοῦντες Λακεδαιμονίων ταύτῃ περιεῖναι.
むしろ、我々もまた、このような方法でラケダイモン人より優位に立とうと考えるなら、愚かな議論をしていることになる。
καὶ γὰρ ἂν δεινὸν εἴη εἰ πρὸς τὰ δῶρα καὶ τὰς θυσίας ἀποβλέπουσιν ἡμῶν οἱ θεοὶ ἀλλὰ μὴ πρὸς τὴν ψυχήν, ἄν τις ὅσιος καὶ δίκαιος ὢν τυγχάνῃ.
なぜなら、もし神々が我々の贈り物や生贄に目を向け、人が虔ましく正しい者であるかどうかというその魂に目を向けないのだとしたら、それは恐ろしいことだろうから。