Humanitext Reader

柏拉图 · 阿尔西比亚德篇之二 §148-149

祈祷的危险与阿蒙的神谕

第 7 段,共 8 段 · 希腊语

内容简介

苏格拉底指出轻率的祈祷可能带来危害,并讲述了阿蒙神谕的传说,表明神明比起雅典人奢侈的祭祀,更青睐拉美代蒙人简朴而克制的祈祷。

§148ΣΩ. ἀλλὰ φέρε πρὸς Διός—ὁρᾷς γὰρ δήπου τὴν ἀπορίαν ὅση τε καὶ οἵα, ταύτης δὲ καὶ σύ μοι δοκεῖς κεκοινωνηκέναι·
苏格拉底:但是,凭宙斯起誓,让我们来看一看——因为你大概也看到了这种困惑有多大以及是什么样的,而且在我看来,你也同样分担了这种困惑。
μεταβαλλόμενός γέ τοι ἄνω καὶ κάτω οὐδʼ ὁτιοῦν παύῃ, ἀλλʼ ὅτι ἂν μάλιστά σοι δόξῃ, τοῦτο καὶ ἐκδεδυκέναι αὖ καὶ οὐκέτι ὡσαύτως δοκεῖν—εἰ οὖν σοί γʼ ἔτι καὶ νῦν ἐμφανὴς γενόμενος ὁ θεὸς πρὸς ὃν τυγχάνεις πορευόμενος ἐρωτήσειε, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι ἐκείνων τι γενέσθαι ὧνπερ καὶ ἐν ἀρχῇ ἐλέγετο, εἴτε καὶ αὐτῷ σοι ἐπιτρέψειεν εὔξασθαι, τί ποτʼ ἂν οἴει ἢ τῶν παρʼ ἐκείνου διδομένων λαμβάνων ἢ αὐτὸς εὐξάμενος γενέσθαι τοῦ καιροῦ τυχεῖν;
事实上,你上下不停地改变主意,丝毫没有停止的迹象,而是把你认为最正确的看法,紧接着又像脱衣服一样丢弃,不再像刚才那样认为。 ——因此,如果就在此时,你正准备去拜访的那位神明显现出来,在你做任何祈祷之前问你,如果在最开始时提到的那些事物中,有任何一样实现了是否能让你满足,或者如果他让你自己来祈求,你认为,无论是接受他的赐予,还是自己通过祈求来实现,你该怎么做才能切中时机?
ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ἐγὼ μὲν οὐθὲν ἂν ἔχοιμί σοι εἰπεῖν, ὦ Σώκρατες, οὕτως·
阿尔基比亚德:但是,凭诸神起誓,苏格拉底,如果是这样被问到,我可不知道该对你说什么。
ἀλλὰ μάργον τί μοι δοκεῖ εἶναι, καὶ ὡς ἀληθῶς πολλῆς φυλακῆς, ὅπως μὴ λήσει τις αὑτὸν εὐχόμενος μὲν κακά, δοκῶν δὲ τἀγαθά, ἔπειτʼ ὀλίγον ἐπισχών, ὅπερ καὶ σὺ ἔλεγες, παλινῳδῇ, ἀνευχόμενος ἅττʼ ἂν τὸ πρῶτον εὔξηται.
相反,这在我看来是一件相当危险的事情,确实需要极大的警惕,以免一个人在不知不觉中祈求了恶,却以为是善,然后过了一会儿,正如你所说的那样,改变主意,通过反向祈求来撤回他最初所祈求的一切。
ΣΩ. ἆρʼ οὖν οὐχὶ εἰδώς τι πλέον ἡμῶν ὁ ποιητής, οὗ καὶ ἐν ἀρχῇ τοῦ λόγου ἐπεμνήσθην, τὰ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν ἐκέλευεν;
苏格拉底:那么,那位我在谈话开始时也提到过的诗人,难道不是比我们知道得更多,才命令我们即使是在祈求时,也要避开那些灾祸吗?
ΑΛ. ἔμοιγε δοκεῖ.
阿尔基比亚德:在我看来确实如此。
ΣΩ. τοῦτον μὲν τοίνυν, ὦ Ἀλκιβιάδη, καὶ Λακεδαιμόνιοι τὸν ποιητὴν ἐζηλωκότες, εἴτε καὶ αὐτοὶ οὕτως ἐπεσκεμμένοι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἑκάστοτε παραπλησίαν εὐχὴν εὔχονται, τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς τοὺς θεοὺς διδόναι κελεύοντες αὖ σφίσιν αὐτοῖς·
苏格拉底:因此,阿尔基比亚德,拉美代蒙人也效仿这位诗人,或者也许是他们自己也这样深思熟虑过,无论是在私下还是在公共场合,每次都作类似的祈祷,要求神明在赐予他们“美的东西同时,也赐予他们好的东西”;没有人听过他们祈求比这更多的东西。
πλείω δʼ οὐδεὶς ἂν ἐκείνων εὐξαμένων ἀκούσειεν.
因此,在过去的时间里,他们比任何人都同样幸运。
τοιγαροῦν εἰς τὸ παρῆκον τοῦ χρόνου οὐδένων ἧττον εὐτυχεῖς εἰσιν ἄνθρωποι· εἰ δʼ ἄρα καὶ συμβέβηκεν αὐτοῖς ὥστε μὴ πάντα εὐτυχεῖν, ἀλλʼ οὖν οὐ διὰ τὴν ἐκείνων εὐχήν, ἐπὶ τοῖς θεοῖς δʼ ἐστὶν ὥστε οἶμαι καὶ διδόναι ἅττʼ ἄν τις εὐχόμενος τυγχάνῃ καὶ τἀναντία τούτων.
然而,如果他们确实也遇到了并非事事顺遂的情况,但无论如何,这绝不是因为他们的祈祷,我想,赐予祈祷者碰巧求得的东西还是相反的东西,都在神明的手中。
βούλομαι δέ σοι καὶ ἕτερόν τι διηγήσασθαι, ὅ ποτε ἤκουσα τινῶν, ὡς Ἀθηναίοις καὶ Λακεδαιμονίοις διαφορᾶς γενομένης συνέβαινεν ἀεὶ τῇ πόλει ἡμῶν ὥστε καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὁπότε μάχη γένοιτο δυστυχεῖν καὶ μηδέποτε δύνασθαι κρατῆσαι·
但我还想给你讲另一个故事,是我以前从一些人那里听来的。 当时雅典人和拉美代蒙人发生冲突,我们城邦碰巧总是这样,无论是在陆战还是在海战中,只要有战斗发生就会遭遇不幸,并且永远无法取胜。
τοὺς οὖν Ἀθηναίους ἀγανακτοῦντας τῷ πράγματι καὶ ἀπορουμένους τίνι χρὴ μηχανῇ τῶν παρόντων κακῶν ἀποτροπὴν εὑρεῖν, βουλευομένοις αὐτοῖς δοκεῖν κράτιστον εἶναι πέμψαντας πρὸς Ἄμμωνα ἐκεῖνον ἐπερωτᾶν·
于是,雅典人对这种情况感到恼火,且对用什么办法来避开眼前的灾难感到困惑。 在他们商议时,认为最好是派人去那位阿蒙那里询问。
ἔτι δὲ πρὸς τούτοις τάδε, ἀνθʼ ὅτου ποτὲ Λακεδαιμονίοις οἱ θεοὶ μᾶλλον νίκην διδόασιν ἢ σφίσιν αὐτοῖς, οἳ πλείστας, φάναι, μὲν θυσίας καὶ καλλίστας τῶν Ἑλλήνων ἄγομεν, ἀναθήμασί τε κεκοσμήκαμεν τὰ ἱερὰ αὐτῶν ὡς οὐδένες ἄλλοι, πομπάς τε πολυτελεστάτας καὶ σεμνοτάτας ἐδωρούμεθα τοῖς θεοῖς ἀνʼ ἕκαστον ἔτος, καὶ ἐτελοῦμεν χρήματα ὅσα οὐδʼ ἇλλοι σύμπαντες Ἕλληνες·
此外,除了这些问题,还要问神明为什么要把胜利赐给拉美代蒙人,而不是赐给他们自己。 他们说:“我们在希腊人中举行了最多、最美的祭祀,用谁也比不上的奉献物装点他们的神殿,每年向神明献上最昂贵、最庄严的游行,并且支付了比其他所有希腊人加起来还要多的钱财。
§149ΣΩ. Λακεδαιμονίοις δέ, φάναι, οὐδεπώποτʼ ἐμέλησεν οὐδὲν τούτων, ἀλλʼ οὕτως ὀλιγώρως διάκεινται πρὸς τοὺς θεούς, ὥστε καὶ ἀνάπηρα θύουσιν ἑκάστοτε καὶ τἆλλα πάντα οὐκ ὀλίγῳ ἐνδεεστέρως τιμῶσιν ἤπερ ἡμεῖς, χρήματα οὐδὲν ἐλάττω κεκτημένοι τῆς ἡμετέρας πόλεως.
” 苏格拉底:“然而,对于拉美代蒙人,”他们说,“却从未对这些事情有任何关心,反而对神明如此怠慢,以至于每次都献上残疾的祭品,并在所有其他事情上都以远不如我们的方式来敬神,尽管他们拥有的财富绝不亚于我们的城邦。
ἐπεὶ δὴ εἰρηκέναι ταῦτα καὶ ἐπερωτῆσαι τί χρὴ πράττοντας αὐτοὺς τῶν παρόντων κακῶν ἀπαλλαγὴν εὑρεῖν, ἄλλο μὲν οὐθὲν ἀποκριθῆναι τὸν προφήτην—τὸν γὰρ θεὸν οὐκ ἐᾶν δῆλον ὅτι—καλέσαντα δὲ αὐτόν, Ἀθηναίοις, φάναι, τάδε λέγει Ἄμμων· φησὶν ἂν βούλεσθαι αὑτῷ τὴν Λακεδαιμονίων εὐφημίαν εἶναι μᾶλλον ἢ τὰ σύμπαντα τῶν Ἑλλήνων ἱερά.
”当雅典人说了这些并询问他们该怎么做才能从眼前的灾难中解脱出来时,那位祭司没有给出任何其他回答——显然是神明不允许——但祭司叫住他,说:“阿蒙对雅典人说这些话:他说他宁愿要拉美代蒙人的吉兆之言,也不要希腊人所有的祭祀。
τοσαῦτα εἰπεῖν, οὐκέτι περαιτέρω.
”祭司说了这么多,就没有再多说了。
τήν γʼ οὖν εὐφημίαν οὐκ ἄλλην τινά μοι δοκεῖ λέγειν ὁ θεὸς ἢ τὴν εὐχὴν αὐτῶν·
因此,在我看来,神明所说的“吉兆之言”不是别的,正是他们的那种祷告。
ἔστι γὰρ τῷ ὄντι πολὺ διαφέρουσα τῶν ἄλλων.
因为那确实大有异于他人。
οἱ μὲν γὰρ ἄλλοι Ἕλληνες οἱ μὲν χρυσόκερως βοῦς παραστησάμενοι, ἕτεροι δʼ ἀναθήμασι δωρούμενοι τοὺς θεούς, εὔχονται ἅττʼ ἂν τύχῃ ταῦτα, ἄντε ἀγαθὰ ἄντε κακά·
因为其他的希腊人,有的拉来金角公牛,有的向神明赠送奉献物,祈求碰巧遇到的这些事物,不论是善还是恶。
βλασφημούντων οὖν αὐτῶν ἀκούοντες οἱ θεοὶ οὐκ ἀποδέχονται τὰς πολυτελεῖς ταυτασὶ πομπάς τε καὶ θυσίας.
因此,神明听到他们口出不吉之言,就不接受这些昂贵的游行和祭祀。
ἀλλὰ δοκεῖ μοι πολλῆς φυλακῆς δεῖσθαι καὶ σκέψεως ὅτι ποτὲ ῥητέον ἐστὶ καὶ μή.
但是,在我看来,对于到底什么该说,什么不该说,需要极大的警惕和思考。
εὑρήσεις δὲ καὶ παρʼ Ὁμήρῳ ἕτερα παραπλήσια τούτοις εἰρημένα.
你也会在荷马那里发现与这些相似的叙述。
φησὶν γὰρ τοὺς Τρῶας ἔπαυλιν ποιουμένους " ἔρδειν ἀθανάτοισι τεληέσσας ἑκατόμβας· " τὴν δὲ κνῖσαν ἐκ τοῦ πεδίου τοὺς ἀνέμους φέρειν οὐρανὸν εἴσω " ἡδεῖαν· τῆς δʼ οὔ τι θεοὺς μάκαρας δατέεσθαι, οὐδʼ ἐθέλειν· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρὴ " " καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο· " ὥστε οὐδὲν αὐτοῖς ἦν προύργου θύειν τε καὶ δῶρα τελεῖν μάτην, θεοῖς ἀπηχθημένους.
因为他说,特洛伊人在安营扎寨时, “向不朽的神明献上完美的百牛大祭;风将甘甜的香气从平原带入天空中;但至福的神明却一点也没有分享,也不愿意;因为神圣的伊利翁被他们极度憎恨,普里阿摩斯以及手持优美梣木枪的普里阿摩斯的人民也是如此;” 因此,既然被神明憎恨,他们徒劳地举行祭祀和交付礼物对他们来说就毫无用处。
οὐ γὰρ οἶμαι τοιοῦτόν ἐστι τὸ τῶν θεῶν ὥστε ὑπὸ δώρων παράγεσθαι οἷον κακὸν τοκιστήν·
因为我想,神明的本性绝不像一个邪恶的高利贷者那样,可以通过礼物来收买。
ἀλλὰ καὶ ἡμεῖς εὐήθη λόγον λέγομεν, ἀξιοῦντες Λακεδαιμονίων ταύτῃ περιεῖναι.
相反,如果我们认为能通过这种方式胜过拉美代蒙人,那我们也是在说愚蠢的话。
καὶ γὰρ ἂν δεινὸν εἴη εἰ πρὸς τὰ δῶρα καὶ τὰς θυσίας ἀποβλέπουσιν ἡμῶν οἱ θεοὶ ἀλλὰ μὴ πρὸς τὴν ψυχήν, ἄν τις ὅσιος καὶ δίκαιος ὢν τυγχάνῃ.
因为如果神明看重的是我们的礼物和祭祀,而不是看重一个碰巧是虔敬和公正的人的灵魂,那将是一件可怕的事情。

词汇与语法注释

  1. 148aτοῦ καιροῦ τυχεῖν — 意为“切中时机”或“做出合宜的选择”。不定式 τυχεῖν 与主句中的 ἄν 连用,构成潜在不定式(potential infinitive),其逻辑主语在语境中是听者阿尔基比亚德。
  2. 148bὅπως μὴ λήσει τις αὑτὸν εὐχόμενος — ὅπως μή 后面接将来直说语气 λήσει,表示强烈的担忧或警惕。动词 λανθάνω(此处为将来时 λήσει)与主格分词 εὐχόμενος 结合,构成“免得某人在不知不觉中祈求”的惯用表达。
  3. 149aἂν βούλεσθαι — 在间接引语的不定式从句中,不定式 βούλεσθαι 加上 ἄν 表示潜在或假设的意愿(“会宁愿……”)。这是原句中潜在希求语气 ἂν βουλοίμην(“我宁愿”)在间接引语中转化为不定式的形式。

引用这一段

柏拉图, 阿尔西比亚德篇之二 §148-149. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg014.humanitext-grc2:148-149

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。