§121ΑΛ. καὶ γὰρ τὸ ἡμέτερον, ὦ Σώκρατες, εἰς Εὐρυσάκη, τὸ δʼ Εὐρυσάκους εἰς Δία.
アルキビアデス:というのも、私たちの家系もまた、ソクラテス、エウリュサケスに遡り、エウリュサケスの家系はゼウスに遡るからです。
ΣΩ. καὶ γὰρ τὸ ἡμέτερον, ὦ γενναῖε Ἀλκιβιάδη, εἰς Δαίδαλον, ὁ δὲ Δαίδαλος εἰς Ἥφαιστον τὸν Διός.
ソクラテス:というのも、高貴なるアルキビアデスよ、私たちの家系もまたダイダロスに遡り、ダイダロスはゼウスの子ヘパイストスに遡るからだ。
ἀλλὰ τὰ μὲν τούτων ἀπʼ αὐτῶν ἀρξάμενα βασιλῆς εἰσιν ἐκ βασιλέων μέχρι Διός, οἱ μὲν Ἄργους τε καὶ Λακεδαίμονος, οἱ δὲ τῆς Περσίδος τὸ ἀεί, πολλάκις δὲ καὶ τῆς Ἀσίας, ὥσπερ καὶ νῦν·
しかし、彼らの家系は、本人たちから始まってゼウスに至るまで代々王たる者たちであり、一方はアルゴスとラケダイモンの王、他方は常にペルシアの、そしてしばしばアジア全体の王であった、今もそうであるように。
ἡμεῖς δὲ αὐτοί τε ἰδιῶται καὶ οἱ πατέρες.
だが私たちは、自分たち自身も父親たちも一般市民なのだ。
εἰ δὲ καὶ τοὺς προγόνους σε δέοι καὶ τὴν πατρίδα Εὐρυσάκους ἐπιδεῖξαι Σαλαμῖνα ἢ τὴν Αἰακοῦ τοῦ ἔτι προτέρου Αἴγιναν Ἀρτοξέρξῃ τῷ Ξέρξου, πόσον ἂν οἴει γέλωτα ὀφλεῖν;
しかし、もし君が、先祖たちや、エウリュサケスの故郷であるサラミス、あるいはさらにその先祖であるアイアコスの故郷アイギナを、クセルクセスの親アルタクセルクセスに示さねばならないとしたら、どれほどの物笑いの種になると思うかね。
ἀλλʼ ὅρα μὴ τοῦ τε γένους ὄγκῳ ἐλαττώμεθα τῶν ἀνδρῶν καὶ τῇ ἄλλῃ τροφῇ.
いや、私たちが家柄の気高さにおいても、その他の教育においても、あの男たちに劣っていないか、気をつけるがよい。
ἢ οὐκ ᾔσθησαι τοῖς τε Λακεδαιμονίων βασιλεῦσιν ὡς μεγάλα τὰ ὑπάρχοντα, ὧν αἱ γυναῖκες δημοσίᾳ φυλάττονται ὑπὸ τῶν ἐφόρων, ὅπως εἰς δύναμιν μὴ λάθῃ ἐξ ἄλλου γενόμενος ὁ βασιλεὺς ἢ ἐξ Ἡρακλειδῶν;
それとも、ラケダイモン人の王たちにとって、所有しているものがどれほど大きいか、気づいていないのか。 彼らの妻たちは、王がヘラクレスの子孫以外の者から生まれてそれと気づかれないということが力及ぶ限りないように、監督官たちによって公的に監視されているのだ。
ὁ δὲ Περσῶν τοσοῦτον ὑπερβάλλει, ὥστʼ οὐδεὶς ὑποψίαν ἔχει ὡς ἐξ ἄλλου ἂν βασιλεὺς γένοιτο ἢ ἐξ αὐτοῦ·
他方、ペルシアの王はそれをはるかに領駕しており、王が彼自身以外の者から生まれるかもしれないなどという疑いは誰も抱かない。
διὸ οὐ φρουρεῖται ἡ βασιλέως γυνὴ ἀλλʼ ἢ ὑπὸ φόβου.
それゆえ、王の妻は恐怖以外の何によっても監視されない。
ἐπειδὰν δὲ γένηται ὁ παῖς ὁ πρεσβύτατος, οὗπερ ἡ ἀρχή, πρῶτον μὲν ἑορτάζουσι πάντες οἱ ἐν τῇ βασιλέως, ὧν ἂν ἄρχῃ, εἶτα εἰς τὸν ἄλλον χρόνον ταύτῃ τῇ ἡμέρᾳ βασιλέως γενέθλια πᾶσα θύει καὶ ἑορτάζει ἡ Ἀσία·
そして、支配権を継ぐべき最年長の男子が生まれると、まず王の領土に住む、彼の支配下にあるすべての者が祝い、その後は毎年この日に、王の誕生日としてアジア中が生贄を捧げて祝うのだ。
ἡμῶν δὲ γενομένων, τὸ τοῦ κωμῳδοποιοῦ, οὐδʼ οἱ γείτονες σφόδρα τι αἰσθάνονται, ὦ Ἀλκιβιάδη.
私たちの誕生においては、喜劇作家の言う通り、近所の人たちでさえ、アルキビアデスよ、たいして気にも留めない。
μετὰ τοῦτο τρέφεται ὁ παῖς, οὐχ ὑπὸ γυναικὸς τροφοῦ ὀλίγου ἀξίας, ἀλλʼ ὑπʼ εὐνούχων οἳ ἂν δοκῶσιν τῶν περὶ βασιλέα ἄριστοι εἶναι·
その後、その子は、価値の低い乳母の女によってではなく、王の側近の中で最も優秀と思われる宦官たちによって育てられる。
οἷς τά τε ἄλλα προστέτακται ἐπιμέλεσθαι τοῦ γενομένου, καὶ ὅπως ὅτι κάλλιστος ἔσται μηχανᾶσθαι, ἀναπλάττοντας τὰ μέλη τοῦ παιδὸς καὶ κατορθοῦντας·
彼らには、生まれた子の世話をすること全般に加えて、子供の手足を形作り矯正することによって、その子が可能な限り美しくなるように工夫することが命じられている。
καὶ ταῦτα δρῶντες ἐν μεγάλῃ τιμῇ εἰσιν.
そしてこのようなことを行いながら、彼らは大いなる名誉を得ている。
ἐπειδὰν δὲ ἑπτέτεις γένωνται οἱ παῖδες, ἐπὶ τοὺς ἵππους καὶ ἐπὶ τοὺς τούτων διδασκάλους φοιτῶσιν, καὶ ἐπὶ τὰς θήρας ἄρχονται ἰέναι.
そして、子供たちが7歳になると、馬やその教師たちのもとに通い、狩猟に出かけ始める。
δὶς ἑπτὰ δὲ γενόμενον ἐτῶν τὸν παῖδα παραλαμβάνουσιν οὓς ἐκεῖνοι βασιλείους παιδαγωγοὺς ὀνομάζουσιν·
そして、子供が14歳になると、彼らが「王の教育係」と呼ぶ者たちが引き取る。
εἰσὶ δὲ ἐξειλεγμένοι Περσῶν οἱ ἄριστοι δόξαντες ἐν ἡλικίᾳ τέτταρες, ὅ τε σοφώτατος καὶ ὁ δικαιότατος καὶ ὁ σωφρονέστατος καὶ ὁ ἀνδρειότατος.
それは、ペルシア人の中で最も優秀と認められた分別盛りの4人の男たちであり、最も知恵のある者、最も正義に満ちた者、最も節度のある者、そして最も勇敢な者である。
§122ΣΩ. ὧν ὁ μὲν μαγείαν τε διδάσκει τὴν Ζωροάστρου τοῦ Ὡρομάζου—ἔστι δὲ τοῦτο θεῶν θεραπεία— διδάσκει δὲ καὶ τὰ βασιλικά, ὁ δὲ δικαιότατος ἀληθεύειν διὰ παντὸς τοῦ βίου, ὁ δὲ σωφρονέστατος μηδʼ ὑπὸ μιᾶς ἄρχεσθαι τῶν ἡδονῶν, ἵνα ἐλεύθερος εἶναι ἐθίζηται καὶ ὄντως βασιλεύς, ἄρχων πρῶτον τῶν ἐν αὑτῷ ἀλλὰ μὴ δουλεύων, ὁ δὲ ἀνδρειότατος ἄφοβον καὶ ἀδεᾶ παρασκευάζων, ὡς ὅταν δείσῃ δοῦλον ὄντα·
ソクラテス:彼らのうち、第一の者はホロマゼスの子ゾロアスターの魔術を教えるが、これは神々を崇めることである。 また彼は王としての心得をも教える。 第二の、最も正義に満ちた者は、生涯を通じて真実を語ることを教える。 第三の、最も節度のある者は、快楽のいかなるものによっても支配されないことを教える。 それは、彼が自由であり、かつ真の王となるように習慣づけられるためであり、まず自分自身の内なるものを支配し、奴隷にならないようにするためである。 第四の、最も勇敢な者は、彼を恐れを知らず、怖気づかない者に育てる。 恐れを抱くときには奴隷になってしまうからだ。
σοὶ δʼ, ὦ Ἀλκιβιάδη, Περικλῆς ἐπέστησε παιδαγωγὸν τῶν οἰκετῶν τὸν ἀχρειότατον ὑπὸ γήρως, Ζώπυρον τὸν Θρᾷκα.
しかし、アルキビアデスよ、君に対しては、ペリクレスは召使たちの中で老齢ゆえに最も役に立たない、トラキア人のゾピュロスを教育係としてあてがったのだ。
διῆλθον δὲ καὶ τὴν ἄλλην ἄν σοι τῶν ἀνταγωνιστῶν τροφήν τε καὶ παιδείαν, εἰ μὴ πολὺ ἔργον ἦν καὶ ἅμα ταῦθʼ ἱκανὰ δηλῶσαι καὶ τἆλλα ὅσα τούτοις ἀκόλουθα·
私は、君のライバルたちのその他の養育や教育についても詳しく語ったであろうが、それは大変な労力であり、同時に、これらのことやそれに伴う他のすべてのことを明らかにするには、これで十分だからだ。
τῆς δὲ σῆς γενέσεως, ὦ Ἀλκιβιάδη, καὶ τροφῆς καὶ παιδείας, ἢ ἄλλου ὁτουοῦν Ἀθηναίων, ὡς ἔπος εἰπεῖν οὐδενὶ μέλει, εἰ μὴ εἴ τις ἐραστής σου τυγχάνει ὤν.
しかし、アルキビアデスよ、君の誕生や、養育や教育、あるいは他のどのアテナイ人のそれについても、言ってみれば誰も気にかけてはいない、もし誰かがたまたま君の愛人である場合を除いては。
εἰ δʼ αὖ ἐθέλεις εἰς πλούτους ἀποβλέψαι καὶ τρυφὰς καὶ ἐσθῆτας ἱματίων θʼ ἕλξεις καὶ μύρων ἀλοιφὰς καὶ θεραπόντων πλήθους ἀκολουθίας τήν τε ἄλλην ἁβρότητα τὴν Περσῶν, αἰσχυνθείης ἂν ἐπὶ σεαυτῷ, αἰσθόμενος ὅσον αὐτῶν ἐλλείπεις.
さらに、もし君が彼らの富、贅沢、衣服、引きずる衣の裾、香油の塗布、従う多くの召使たち、そしてペルシア人のその他の華美に目を向けようとするなら、自分がそれらにおいてどれほど劣っているかを実感して、自分自身を恥じることになるだろう。
εἰ δʼ αὖ ἐθελήσεις εἰς σωφροσύνην τε καὶ κοσμιότητα ἀποβλέψαι καὶ εὐχέρειαν καὶ εὐκολίαν καὶ μεγαλοφροσύνην καὶ εὐταξίαν καὶ ἀνδρείαν καὶ καρτερίαν καὶ φιλοπονίαν καὶ φιλονικίαν καὶ φιλοτιμίας τὰς Λακεδαιμονίων, παῖδʼ ἂν ἡγήσαιο σαυτὸν πᾶσι τοῖς τοιούτοις.
他方、もし君が、ラケダイモン人の節度、秩序、身軽さ、気楽さ、気高さ、規律、勇敢さ、忍耐強さ、労苦を厭わぬこと、競争心、名誉欲に目を向けようとするなら、これらすべての点において、君は自分を子供のように思うだろう。
εἰ δʼ αὖ τι καὶ πλούτῳ προσέχεις καὶ κατὰ τοῦτο οἴει τι εἶναι, μηδὲ τοῦθʼ ἡμῖν ἄρρητον ἔστω, ἐάν πως αἴσθῃ οὗ εἶ.
また、もし君が富にいくらかこだわり、その点において自分が何者かであると思っているなら、君が自分の立ち位置を何とかして自覚できるように、このことも語らずにおくのをやめよう。
τοῦτο μὲν γὰρ εἰ ἐθέλεις εἰς τοὺς Λακεδαιμονίων πλούτους ἰδεῖν, γνώσῃ ὅτι πολὺ τἀνθάδε τῶν ἐκεῖ ἐλλείπει·
というのも、もし君がラケダイモン人の富を見ようとするなら、こちらのものがあちらのものに比べていかに大いに劣っているかを知るだろう。
γῆν μὲν γὰρ ὅσην ἔχουσιν τῆς θʼ ἑαυτῶν καὶ Μεσσήνης, οὐδʼ ἂν εἷς ἀμφισβητήσειε τῶν τῇδε πλήθει οὐδʼ ἀρετῇ, οὐδʼ αὖ ἀνδραπόδων κτήσει τῶν τε ἄλλων καὶ τῶν εἱλωτικῶν, οὐδὲ μὴν ἵππων γε, οὐδʼ ὅσα ἄλλα βοσκήματα κατὰ Μεσσήνην νέμεται.
彼らが自分たちの土地およびメッセネに所有している土地の広さについては、こちらの者のうち誰一人として、その広さにおいても質の良さにおいても異論を挟むことはできないし、またその他の奴隷やヘイロテスたちの所有、さらには馬や、メッセネで放牧されている他のあらゆる家畜の数においても同様だからだ。
ἀλλὰ ταῦτα μὲν πάντα ἐῶ χαίρειν, χρυσίον δὲ καὶ ἀργύριον οὐκ ἔστιν ἐν πᾶσιν Ἕλλησιν ὅσον ἐν Λακεδαίμονι ἰδίᾳ·
しかし、これらすべてはさておくとしても、金や銀については、全ギリシア人の中を探しても、ラケダイモン単独に私的に存在しているほどの量はない。
πολλὰς γὰρ ἤδη γενεὰς εἰσέρχεται μὲν αὐτόσε ἐξ ἁπάντων τῶν Ἑλλήνων, πολλάκις δὲ καὶ ἐκ τῶν βαρβάρων, ἐξέρχεται δὲ οὐδαμόσε, ἀλλʼ ἀτεχνῶς κατὰ τὸν Αἰσώπου μῦθον ὃν ἡ ἀλώπηξ πρὸς τὸν λέοντα εἶπεν, καὶ τοῦ εἰς Λακεδαίμονα νομίσματος εἰσιόντος μὲν τὰ ἴχνη τὰ ἐκεῖσε τετραμμένα δῆλα, ἐξιόντος δὲ οὐδαμῇ ἄν τις ἴδοι.
すでに何世代にもわたって、ギリシア人全員から、またしばしば野蛮人からも、そこへ入ることはあっても、出ていくことはどこにもないからだ。 まったくイソップの寓話で狐がライオンに言ったように、ラケダイモンに入っていく貨幣については、そちらに向いている足跡がはっきりと見えるが、出ていく貨幣については、誰もどこにも見ることはできないのだ。