§256ΣΩ. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅτι λέγῃ πρὸς τὸν ἡνίοχον, καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι·
ソクラテス:それゆえ、添い寝の席で、愛者の側の放縦な馬は御者に対して言うべきことを持っており、多くの労苦の代償としてわずかな快楽を享受することを要求する。
ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρʼ εὔνουν ἀσπαζόμενος, ὅταν τε συγκατακέωνται, οἷός ἐστι μὴ ἂν ἀπαρνηθῆναι τὸ αὑτοῦ μέρος χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυχεῖν·
一方、少年の側の馬は、言うべきことを何も持たないが、欲求に満ちて途方に暮れながら、愛者を抱きしめてキスし、大いなる好意を抱く者として歓迎する。 そして彼らが添い寝するとき、もし相手が(性的な交わりを)得ることを求めたなら、自分にできる範囲で愛者に(その恵みを)与えることを拒まないような状態にある。
ὁ δὲ ὁμόζυξ αὖ μετὰ τοῦ ἡνιόχου πρὸς ταῦτα μετʼ αἰδοῦς καὶ λόγου ἀντιτείνει.
しかし、もう一頭の相棒の馬は、御者とともに、これらに対して羞恥と理性を伴って抵抗する。
ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην τε δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας ἀγαγόντα, μακάριον μὲν καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς αὑτῶν καὶ κόσμιοι ὄντες, δουλωσάμενοι μὲν ᾧ κακία ψυχῆς ἐνεγίγνετο, ἐλευθερώσαντες δὲ ᾧ ἀρετή·
したがって、もし思考のより優れた部分が、彼らを規律ある生活と哲学へと導いて勝利するならば、彼らは自己を制御し規律正しくありながら、魂の悪徳が生じる部分を服従させ、徳が生じる部分を自由にして、幸福で調和に満ちたこの世の生を送る。
τελευτήσαντες δὲ δὴ ὑπόπτεροι καὶ ἐλαφροὶ γεγονότες τῶν τριῶν παλαισμάτων τῶν ὡς ἀληθῶς Ὀλυμπιακῶν ἓν νενικήκασιν, οὗ μεῖζον ἀγαθὸν οὔτε σωφροσύνη ἀνθρωπίνη οὔτε θεία μανία δυνατὴ πορίσαι ἀνθρώπῳ.
そして死ぬときには、彼らは羽を得て軽やかになり、真の意味でオリンピア的な三つの勝負のうちの一つを勝ち取ったことになる。 これより大きな善は、人間の節制も神的な狂気も、人間に提供することはできない。
ἐὰν δὲ δὴ διαίτῃ φορτικωτέρᾳ τε καὶ ἀφιλοσόφῳ, φιλοτίμῳ δὲ χρήσωνται, τάχʼ ἄν που ἐν μέθαις ἤ τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντε εἰς ταὐτόν, τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην τε καὶ διεπραξάσθην·
しかし、もし彼らがもっと野卑で非哲学的な、だが名誉を重んじる生活を送るなら、おそらくいつか、酒に酔っているときや何か他の不注意の隙に、彼ら二人のうちの二頭の放縦な馬が、魂たちが無防備であるのを捉え、彼らを一堂に引き合わせ、大衆によって祝福される選択肢を選び取り、それを実行に移すだろう。
καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπανίᾳ δέ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράττοντες.
そして実行した後は、彼らはすでにそれ(その快楽)を享受するが、たまにしかしない。 なぜなら彼らは思考の全体が同意したわけではないことを行っているからである。
φίλω μὲν οὖν καὶ τούτω, ἧττον δὲ ἐκείνων, ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεις τὰς μεγίστας ἡγουμένω ἀλλήλοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν ποτὲ ἐλθεῖν.
したがって、この二者もまたお互いに友人ではあるが、先ほどの人々ほどではなく、愛の期間中も、またそれから抜け出した後も過ごし、自分たちが互いに最も偉大な誓いを交わし受け取ったと考えており、それを破って敵対関係になることは神の掟に反すると信じている。
ἐν δὲ τῇ τελευτῇ ἄπτεροι μέν, ὡρμηκότες δὲ πτεροῦσθαι ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρονται·
そして死に際しては、羽は持たないものの、羽を生やそうとする強い衝動を抱いて肉体を離れる。 それゆえ、彼らは愛の狂気に対する少なからぬ報酬を持ち去る。
εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διάγοντας εὐδαιμονεῖν μετʼ ἀλλήλων πορευομένους, καὶ ὁμοπτέρους ἔρωτος χάριν, ὅταν γένωνται, γενέσθαι.
なぜなら、すでに天の下の旅を始め出した者たちにとって、暗闇や地底への旅に行くことはもはや掟によって定められていないからである。 むしろ、光に満ちた生を送りながら、互いに歩みをともにして幸福になり、羽が生えるときには、愛のゆえに、同じように羽の生えた者同士になるのである。
ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ θεῖα οὕτω σοι δωρήσεται ἡ παρʼ ἐραστοῦ φιλία·
これほど多くの、そしてこのように神聖な贈り物を、我が子よ、愛者からの友情はあなたに与えるであろう。
ἡ δὲ ἀπὸ τοῦ μὴ ἐρῶντος οἰκειότης, σωφροσύνῃ θνητῇ κεκραμένη, θνητά τε καὶ φειδωλὰ οἰκονομοῦσα, ἀνελευθερίαν ὑπὸ πλήθους ἐπαινουμένην ὡς ἀρετὴν τῇ φίλῃ ψυχῇ ἐντεκοῦσα, ἐννέα χιλιάδας ἐτῶν περὶ γῆν κυλινδουμένην αὐτὴν καὶ ὑπὸ γῆς ἄνουν παρέξει.
しかし、愛していない者からの親密さは、死すべき節制と混ざり合い、死すべきしみったれた事柄を管理し、大衆に美徳として称賛される卑屈さを愛する魂の内に生み出し、その魂が九千年の間、地上の周りを転がり回り、地底で理性を欠いた状態で過ごすようにさせるであろう。
§257ΣΩ. αὕτη σοι, ὦ φίλε Ἔρως, εἰς ἡμετέραν δύναμιν ὅτι καλλίστη καὶ ἀρίστη δέδοταί τε καὶ ἐκτέτεισται παλινῳδία, τά τε ἄλλα καὶ τοῖς ὀνόμασιν ἠναγκασμένη ποιητικοῖς τισιν διὰ Φαῖδρον εἰρῆσθαι.
ソクラテス:親愛なるエロスよ、これが私たちの力の限り、最も美しく最も優れたものとしてあなたに捧げられ、償われた悔改詩です。 とりわけ、パイドロスのゆえに幾分詩的な言葉で語られることを余儀なくされたものです。
ἀλλὰ τῶν προτέρων τε συγγνώμην καὶ τῶνδε χάριν ἔχων, εὐμενὴς καὶ ἵλεως τὴν ἐρωτικήν μοι τέχνην ἣν ἔδωκας μήτε ἀφέλῃ μήτε πηρώσῃς διʼ ὀργήν, δίδου τʼ ἔτι μᾶλλον ἢ νῦν παρὰ τοῖς καλοῖς τίμιον εἶναι.
しかし、以前の(演説)には寛大であり、今回のものには感謝を抱き、好意と慈悲をもって、あなたが私に与えてくれた愛の技術を、怒りのゆえに奪い去ることも、損なうこともしないでください。 そして、今よりもさらに美しき人々の間で私が尊ばれるようにしてください。
ἐν τῷ πρόσθεν δʼ εἴ τι λόγῳ σοι ἀπηχὲς εἴπομεν Φαῖδρός τε καὶ ἐγώ, Λυσίαν τὸν τοῦ λόγου πατέρα αἰτιώμενος παῦε τῶν τοιούτων λόγων, ἐπὶ φιλοσοφίαν δέ, ὥσπερ ἁδελφὸς αὐτοῦ Πολέμαρχος τέτραπται, τρέψον, ἵνα καὶ ὁ ἐραστὴς ὅδε αὐτοῦ μηκέτι ἐπαμφοτερίζῃ καθάπερ νῦν, ἀλλʼ ἁπλῶς πρὸς ἔρωτα μετὰ φιλοσόφων λόγων τὸν βίον ποιῆται.
また、もし以前の言論でパイドロスと私があなたにとって不快なことを言ったなら、その言論の父親であるリュシアスを責めて彼をそのような言論から引き離し、彼の兄弟ポレマルコスが転向したように、彼を哲学へと転向させてください。 それは、彼のこちらの愛者が今のようにこれとあれの間で迷うことなく、哲学的な言論を伴う愛へと、単純にその人生を向けられるようにするためです。
ΦΑΙ. συνεύχομαί σοι, ὦ Σώκρατες, εἴπερ ἄμεινον ταῦθʼ ἡμῖν εἶναι, ταῦτα γίγνεσθαι.
ΦΑΙ. ソクラテス、もしこれが私たちにとってより良いことであるなら、そうなるよう私もともに祈ります。
τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπηργάσω·
しかし私は、あなたの言論を、前のものに比べてどれほど美しく仕上げられたかということについて、以前からずっと感嘆していました。
ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα καὶ ἐθελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι.
ですから、もしリュシアスがそれに対して別の言論を対置したいと望んだとしても、私にとって見劣りしてしまわないかと心配しています。
καὶ γάρ τις αὐτόν, ὦ θαυμάσιε, ἔναγχος τῶν πολιτικῶν τοῦτʼ αὐτὸ λοιδορῶν ὠνείδιζε, καὶ διὰ πάσης τῆς λοιδορίας ἐκάλει λογογράφον·
というのも、不思議な人よ、最近ある政治家が、まさにこの点をなじって彼を非難し、その誹謗の間じゅう、彼のことを「言論作家」と呼んでいたからです。
τάχʼ οὖν ἂν ὑπὸ φιλοτιμίας ἐπίσχοι ἡμῖν ἂν τοῦ γράφειν.
それゆえ、彼も名誉欲のせいで、私たちに言論を書くことを差し控えるようになってしまうかもしれません。
ΣΩ. γελοῖόν γʼ, ὦ νεανία, τὸ δόγμα λέγεις, καὶ τοῦ ἑταίρου συχνὸν διαμαρτάνεις, εἰ αὐτὸν οὕτως ἡγῇ τινα ψοφοδεᾶ.
ソクラテス:若者よ、おかしな考えを言うものだ。 君の友人のことをそんなに臆病者だと思っているなら、彼を大いに誤解している。
ἴσως δὲ καὶ τὸν λοιδορούμενον αὐτῷ οἴει ὀνειδίζοντα λέγειν ἃ ἔλεγεν.
おそらく君は、彼を非難した男が本気で侮辱してそれらのことを言っていたと思っているのだろう。
ΦΑΙ. ἐφαίνετο γάρ, ὦ Σώκρατες·
ΦΑΙ. だって、そう見えたのですから、ソクラテス。
καὶ σύνοισθά που καὶ αὐτὸς ὅτι οἱ μέγιστον δυνάμενοί τε καὶ σεμνότατοι ἐν ταῖς πόλεσιν αἰσχύνονται λόγους τε γράφειν καὶ καταλείπειν συγγράμματα ἑαυτῶν, δόξαν φοβούμενοι τοῦ ἔπειτα χρόνου, μὴ σοφισταὶ καλῶνται.
そして君も知っているでしょう。 国々で最も力があり、最も威厳のある人々は、後世の評判を恐れ、「ソフィスト」と呼ばれるのを嫌がって、言論を書いたり、自分の著作を残したりすることを恥としているのですから。
ΣΩ. γλυκὺς ἀγκών, ὦ Φαῖδρε, λέληθέν σε ὅτι ἀπὸ τοῦ μακροῦ ἀγκῶνος τοῦ κατὰ Νεῖλον ἐκλήθη·
ソクラテス:パイドロスよ、「心地よい湾」という諺が、ナイル川沿いの「長い湾」に由来していることを君は忘れている。
καὶ πρὸς τῷ ἀγκῶνι λανθάνει σε ὅτι οἱ μέγιστον φρονοῦντες τῶν πολιτικῶν μάλιστα ἐρῶσι λογογραφίας τε καὶ καταλείψεως συγγραμμάτων, οἵ γε καὶ ἐπειδάν τινα γράφωσι λόγον, οὕτως ἀγαπῶσι τοὺς ἐπαινέτας, ὥστε προσπαραγράφουσι πρώτους οἳ ἂν ἑκασταχοῦ ἐπαινῶσιν αὐτούς.
そしてその湾に加えて君が気づいていないのは、最も高慢な政治家たちこそが、言論の作成と著作を残すことを最も強く愛しているということだ。 実際、彼らは何らかの言論を書くとき、自分を称賛してくれる人々を非常に愛するあまり、各地で自分たちを称賛してくれる者たちの名前を、真っ先に書き添えるほどなのだから。
ΦΑΙ. πῶς λέγεις τοῦτο;
ΦΑΙ. どういうことですか。
οὐ γὰρ μανθάνω.
よく分かりません。