§256ΣΩ. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅτι λέγῃ πρὸς τὸν ἡνίοχον, καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρʼ εὔνουν ἀσπαζόμενος, ὅταν τε συγκατακέωνται, οἷός ἐστι μὴ ἂν ἀπαρνηθῆναι τὸ αὑτοῦ μέρος χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυχεῖν· ὁ δὲ ὁμόζυξ αὖ μετὰ τοῦ ἡνιόχου πρὸς ταῦτα μετʼ αἰδοῦς καὶ λόγου ἀντιτείνει.
苏格拉底:因此,在同寝时,爱者的那一匹放纵的马有话对御者说,并要求在许多劳苦之后享受一点点快乐;而少年的那一匹马则无话可说,只是在渴望中膨胀且不知所措,它拥抱并亲吻爱者,像迎接一位极其友善的人那样欢迎他,当他们并排躺下时,如果对方请求得到,它绝不会拒绝在自己力所能及的范围内向爱者施予恩惠;而那匹同伴之马则与御者一道,怀着羞耻与理智对此予以抗拒。
ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην τε δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας ἀγαγόντα, μακάριον μὲν καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς αὑτῶν καὶ κόσμιοι ὄντες, δουλωσάμενοι μὲν ᾧ κακία ψυχῆς ἐνεγίγνετο, ἐλευθερώσαντες δὲ ᾧ ἀρετή· τελευτήσαντες δὲ δὴ ὑπόπτεροι καὶ ἐλαφροὶ γεγονότες τῶν τριῶν παλαισμάτων τῶν ὡς ἀληθῶς Ὀλυμπιακῶν ἓν νενικήκασιν, οὗ μεῖζον ἀγαθὸν οὔτε σωφροσύνη ἀνθρωπίνη οὔτε θεία μανία δυνατὴ πορίσαι ἀνθρώπῳ.
因此,如果思维中较好的部分在将他们引向有秩序的生活与哲学中获得胜利,他们在此生便过着幸福且和谐的生活,能够自我克制且规矩,奴役了那产生灵魂恶德的部分,而释放了那产生美德的部分;当他们去世时,他们便长出羽翼并变得轻盈,赢得了真正属于奥林匹克的三次角逐(摔跤)中的一次。 对于人类而言,无论是人间的节制还是神圣的狂气,都无法提供比这更大的善。
ἐὰν δὲ δὴ διαίτῃ φορτικωτέρᾳ τε καὶ ἀφιλοσόφῳ, φιλοτίμῳ δὲ χρήσωνται, τάχʼ ἄν που ἐν μέθαις ἤ τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντε εἰς ταὐτόν, τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην τε καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπανίᾳ δέ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράττοντες.
但是,如果他们过着一种较为粗俗且不求哲学的,但却追求名誉的生活,那么或许在醉酒或某种其他疏忽的时刻,他们那两匹放纵的驭兽会乘着灵魂防备不严,将它们带到同一个地方,并选择并执行了那被大众所祝福的选择;在执行之后,他们此后便享受它,但很少如此,因为他们所做的事情并未得到整个思维的同意。
φίλω μὲν οὖν καὶ τούτω, ἧττον δὲ ἐκείνων, ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεις τὰς μεγίστας ἡγουμένω ἀλλήλοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν ποτὲ ἐλθεῖν.
因此,这两者也是彼此的朋友,但程度不及前述那些人,无论是在恋爱期间还是在脱离恋爱之后,他们共同度日,认为彼此之间已经给出并接受了最伟大的誓言,打破誓言以致走向仇恨是神圣法则所不容的。
ἐν δὲ τῇ τελευτῇ ἄπτεροι μέν, ὡρμηκότες δὲ πτεροῦσθαι ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρονται· εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διάγοντας εὐδαιμονεῖν μετʼ ἀλλήλων πορευομένους, καὶ ὁμοπτέρους ἔρωτος χάριν, ὅταν γένωνται, γενέσθαι.
而在他们生命终结时,他们虽然没有羽翼,但怀着长出羽翼的强烈冲动脱离肉体,因此他们从爱的狂气中带走了不小的奖赏;因为对于那些已经开始天界之下旅程的人来说,法则已不容许他们再去往黑暗和地下的旅途,而是让他们过着光明的生活,彼此同行而幸福,且当他们长出羽翼时,因爱之故,成为羽翼相同的伴侣。
ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ θεῖα οὕτω σοι δωρήσεται ἡ παρʼ ἐραστοῦ φιλία· ἡ δὲ ἀπὸ τοῦ μὴ ἐρῶντος οἰκειότης, σωφροσύνῃ θνητῇ κεκραμένη, θνητά τε καὶ φειδωλὰ οἰκονομοῦσα, ἀνελευθερίαν ὑπὸ πλήθους ἐπαινουμένην ὡς ἀρετὴν τῇ φίλῃ ψυχῇ ἐντεκοῦσα, ἐννέα χιλιάδας ἐτῶν περὶ γῆν κυλινδουμένην αὐτὴν καὶ ὑπὸ γῆς ἄνουν παρέξει.
这些如此巨大、如此神圣的礼物,我的孩子,那来自爱者的友谊将会赐予你;而来自不爱者之人的亲密,混杂着凡俗的节制,管理着凡俗且吝啬的事物,在所爱的灵魂中孕育出被大众赞美为美德的卑屈,将使其在地上滚转九千年,并在地下无理智地度过。
§257ΣΩ. αὕτη σοι, ὦ φίλε Ἔρως, εἰς ἡμετέραν δύναμιν ὅτι καλλίστη καὶ ἀρίστη δέδοταί τε καὶ ἐκτέτεισται παλινῳδία, τά τε ἄλλα καὶ τοῖς ὀνόμασιν ἠναγκασμένη ποιητικοῖς τισιν διὰ Φαῖδρον εἰρῆσθαι.
苏格拉底:亲爱的爱神啊,这就是尽我们所能,作为最美、最优秀的悔改诗奉献并偿还给你的,特别是由于帕德罗斯的缘故,不得不被迫用一些诗意的词句来说出。
ἀλλὰ τῶν προτέρων τε συγγνώμην καὶ τῶνδε χάριν ἔχων, εὐμενὴς καὶ ἵλεως τὴν ἐρωτικήν μοι τέχνην ἣν ἔδωκας μήτε ἀφέλῃ μήτε πηρώσῃς διʼ ὀργήν, δίδου τʼ ἔτι μᾶλλον ἢ νῦν παρὰ τοῖς καλοῖς τίμιον εἶναι.
但是,请宽恕我先前的言论,并对当下的言论心怀感激,仁慈温和地对待我,不要因愤怒而夺走或损伤你所赐予我的爱之艺术,并请赐予我让我在美者之中比现在更受尊崇。
ἐν τῷ πρόσθεν δʼ εἴ τι λόγῳ σοι ἀπηχὲς εἴπομεν Φαῖδρός τε καὶ ἐγώ, Λυσίαν τὸν τοῦ λόγου πατέρα αἰτιώμενος παῦε τῶν τοιούτων λόγων, ἐπὶ φιλοσοφίαν δέ, ὥσπερ ἁδελφὸς αὐτοῦ Πολέμαρχος τέτραπται, τρέψον, ἵνα καὶ ὁ ἐραστὴς ὅδε αὐτοῦ μηκέτι ἐπαμφοτερίζῃ καθάπερ νῦν, ἀλλʼ ἁπλῶς πρὸς ἔρωτα μετὰ φιλοσόφων λόγων τὸν βίον ποιῆται.
并且,如果先前在言论中,帕德罗斯和我对你说了什么不中听的话,请谴责那篇言论的父亲吕西亚斯,使他停止此类言论,并引导他走向哲学,正如他的兄弟波勒马科斯被引导那样,以便他的这位爱者(帕德罗斯)不再像现在这样摇摆不定,而是能够伴随着哲学言论,单纯地将生命献给爱。
ΦΑΙ. συνεύχομαί σοι, ὦ Σώκρατες, εἴπερ ἄμεινον ταῦθʼ ἡμῖν εἶναι, ταῦτα γίγνεσθαι.
帕德罗斯:苏格拉底,如果这对于我们更好,我与你一同祈求这些事情能够实现。
τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπηργάσω· ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα καὶ ἐθελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι.
不过,我早已对你的言论惊叹不已,你把它写得比前一篇美得多;因此我担心吕西亚斯在我眼里会显得相形见绌,即便他可能也想针对这篇言论再写一篇来对抗。
καὶ γάρ τις αὐτόν, ὦ θαυμάσιε, ἔναγχος τῶν πολιτικῶν τοῦτʼ αὐτὸ λοιδορῶν ὠνείδιζε, καὶ διὰ πάσης τῆς λοιδορίας ἐκάλει λογογράφον· τάχʼ οὖν ἂν ὑπὸ φιλοτιμίας ἐπίσχοι ἡμῖν ἂν τοῦ γράφειν.
事实上,神奇的人啊,最近有一位政治家在责骂他时正是以此来指责他,并在整场责骂中称他为“言论撰稿人”;因此他也许会因为名誉心而停止为我们写作。
ΣΩ. γελοῖόν γʼ, ὦ νεανία, τὸ δόγμα λέγεις, καὶ τοῦ ἑταίρου συχνὸν διαμαρτάνεις, εἰ αὐτὸν οὕτως ἡγῇ τινα ψοφοδεᾶ.
苏格拉底:年轻人,你说的这个观点真是可笑,你对你的朋友大有误解,如果你认为他是这么一个容易被风吹草动吓倒的人。
ἴσως δὲ καὶ τὸν λοιδορούμενον αὐτῷ οἴει ὀνειδίζοντα λέγειν ἃ ἔλεγεν.
也许你还以为,那位责骂他的人是在用侮辱的意图说那些话的。
ΦΑΙ. ἐφαίνετο γάρ, ὦ Σώκρατες· καὶ σύνοισθά που καὶ αὐτὸς ὅτι οἱ μέγιστον δυνάμενοί τε καὶ σεμνότατοι ἐν ταῖς πόλεσιν αἰσχύνονται λόγους τε γράφειν καὶ καταλείπειν συγγράμματα ἑαυτῶν, δόξαν φοβούμενοι τοῦ ἔπειτα χρόνου, μὴ σοφισταὶ καλῶνται.
帕德罗斯:因为看起来确实如此,苏格拉底;而且想必你自己也知道,在城邦里最有权力、最尊贵的人,都羞于撰写言论和留下自己的著作,他们害怕未来的名声,以免被称作“智者”。
ΣΩ. γλυκὺς ἀγκών, ὦ Φαῖδρε, λέληθέν σε ὅτι ἀπὸ τοῦ μακροῦ ἀγκῶνος τοῦ κατὰ Νεῖλον ἐκλήθη· καὶ πρὸς τῷ ἀγκῶνι λανθάνει σε ὅτι οἱ μέγιστον φρονοῦντες τῶν πολιτικῶν μάλιστα ἐρῶσι λογογραφίας τε καὶ καταλείψεως συγγραμμάτων, οἵ γε καὶ ἐπειδάν τινα γράφωσι λόγον, οὕτως ἀγαπῶσι τοὺς ἐπαινέτας, ὥστε προσπαραγράφουσι πρώτους οἳ ἂν ἑκασταχοῦ ἐπαινῶσιν αὐτούς.
苏格拉底:帕德罗斯,“甜美之弯”这个俗语,你忘了它是源自尼罗河畔那条“长弯”;而且除了这个弯之外,你没有注意到,政治家中最自负的人最热衷于撰写言论和留下著作,以至于每当他们写下某篇言论时,他们是如此喜爱赞美他们的人,以至于他们甚至把各地称赞他们的人的名字排在最前面写上去。
ΦΑΙ. πῶς λέγεις τοῦτο;
帕德罗斯:你这是什么意思?
οὐ γὰρ μανθάνω.
我不太明白。