Humanitext Reader

プラトン · パイドロス §254-255

御者と黒い馬の相克と反照する愛の芽生え

16 / 28 箇所 · ギリシア語

要旨

ソクラテスは、美を前にした魂の葛藤を、制止に抗う放縦な馬とそれに立ち向かう御者の闘いとして描き出す。その後、愛者が少年の信頼を勝ち取ることで、少年の魂にも愛の反射である「反照する愛(アンテロース)」が芽生える過程を説明する。

§254ΣΩ. ὅταν δʼ οὖν ὁ ἡνίοχος ἰδὼν τὸ ἐρωτικὸν ὄμμα, πᾶσαν αἰσθήσει διαθερμήνας τὴν ψυχήν, γαργαλισμοῦ τε καὶ πόθου κέντρων ὑποπλησθῇ, ὁ μὲν εὐπειθὴς τῷ ἡνιόχῳ τῶν ἵππων, ἀεί τε καὶ τότε αἰδοῖ βιαζόμενος, ἑαυτὸν κατέχει μὴ ἐπιπηδᾶν τῷ ἐρωμένῳ·
ソクラテス:それで、御者が愛の眼差しを見て、魂全体を知覚によって温め、むずがゆさと憧れの刺激に満たされると、馬たちのうち御者に従順な方は、常にそうであるように、その時も羞恥心に制約されて、愛する者に跳びかからぬよう自分を抑える。
ὁ δὲ οὔτε κέντρων ἡνιοχικῶν οὔτε μάστιγος ἔτι ἐντρέπεται, σκιρτῶν δὲ βίᾳ φέρεται, καὶ πάντα πράγματα παρέχων τῷ σύζυγί τε καὶ ἡνιόχῳ ἀναγκάζει ἰέναι τε πρὸς τὰ παιδικὰ καὶ μνείαν ποιεῖσθαι τῆς τῶν ἀφροδισίων χάριτος.
しかし他方は、御者の突き棒にも鞭にももはや従わず、跳ね回りながら力任せに突き進み、相棒の馬と御者にあらゆる困難をもたらしつつ、少年のもとへ進むこと、そして性的な交わりの喜びを思い出させることを彼らに強いる。
τὼ δὲ κατʼ ἀρχὰς μὲν ἀντιτείνετον ἀγανακτοῦντε, ὡς δεινὰ καὶ παράνομα ἀναγκαζομένω·
二頭は最初は怒り、恐ろしく不法なことを強制されているとして抵抗する。
τελευτῶντε δέ, ὅταν μηδὲν ᾖ πέρας κακοῦ, πορεύεσθον ἀγομένω, εἴξαντε καὶ ὁμολογήσαντε ποιήσειν τὸ κελευόμενον.
しかし最後には、災いに際限がないときに、引きずられながら進んでいき、屈服して命じられたことを行うと同意する。
καὶ πρὸς αὐτῷ τʼ ἐγένοντο καὶ εἶδον τὴν ὄψιν τὴν τῶν παιδικῶν ἀστράπτουσαν.
そして彼らは彼のすぐそばに達し、少年の輝く姿を見た。
ἰδόντος δὲ τοῦ ἡνιόχου ἡ μνήμη πρὸς τὴν τοῦ κάλλους φύσιν ἠνέχθη, καὶ πάλιν εἶδεν αὐτὴν μετὰ σωφροσύνης ἐν ἁγνῷ βάθρῳ βεβῶσαν·
御者がそれを見るや、記憶は美そのものの本性へと運ばれ、再びそれを、節制とともに神聖な台座の上に立っているのを見た。
ἰδοῦσα δὲ ἔδεισέ τε καὶ σεφθεῖσα ἀνέπεσεν ὑπτία, καὶ ἅμα ἠναγκάσθη εἰς τοὐπίσω ἑλκύσαι τὰς ἡνίας οὕτω σφόδρα, ὥστʼ ἐπὶ τὰ ἰσχία ἄμφω καθίσαι τὼ ἵππω, τὸν μὲν ἑκόντα διὰ τὸ μὴ ἀντιτείνειν, τὸν δὲ ὑβριστὴν μάλʼ ἄκοντα.
これを見た記憶は恐れをなし、畏敬の念から仰向けに倒れ、同時に手綱を後ろへと非常に激しく引かざるを得なくなり、その結果、二頭の馬を両方とも腰の上に座らせてしまった。
ἀπελθόντε δὲ ἀπωτέρω, ὁ μὲν ὑπʼ αἰσχύνης τε καὶ θάμβους ἱδρῶτι πᾶσαν ἔβρεξε τὴν ψυχήν, ὁ δὲ λήξας τῆς ὀδύνης, ἣν ὑπὸ τοῦ χαλινοῦ τε ἔσχεν καὶ τοῦ πτώματος, μόγις ἐξαναπνεύσας ἐλοιδόρησεν ὀργῇ, πολλὰ κακίζων τόν τε ἡνίοχον καὶ τὸν ὁμόζυγα ὡς δειλίᾳ τε καὶ ἀνανδρίᾳ λιπόντε τὴν τάξιν καὶ ὁμολογίαν·
一方は、抵抗しなかったため自ら進んでそうし、他方の傲慢な馬は、大いに不本意ながらそうさせられたのである。 彼らがより遠くへ引き下がったとき、一方は羞恥と驚愕のために汗で魂全体を濡らし、他方は、ハミと転倒によって受けた痛みがおさまると、かろうじて息を吹き返して怒り狂って罵り、御者と相棒の馬が卑怯と不甲斐なさのゆえに持ち場と約束を放棄したとして散々に非難した。
καὶ πάλιν οὐκ ἐθέλοντας προσιέναι ἀναγκάζων μόγις συνεχώρησεν δεομένων εἰς αὖθις ὑπερβαλέσθαι.
そして、再び近づくことを嫌がる彼らを強制しながら、彼らが後日に延期してくれと懇願するのを、かろうじて承諾した。
ἐλθόντος δὲ τοῦ συντεθέντος χρόνου ἀμνημονεῖν προσποιουμένω ἀναμιμνῄσκων, βιαζόμενος, χρεμετίζων, ἕλκων ἠνάγκασεν αὖ προσελθεῖν τοῖς παιδικοῖς ἐπὶ τοὺς αὐτοὺς λόγους, καὶ ἐπειδὴ ἐγγὺς ἦσαν, ἐγκύψας καὶ ἐκτείνας τὴν κέρκον, ἐνδακὼν τὸν χαλινόν, μετʼ ἀναιδείας ἕλκει·
約束の時間が来ると、忘れたふりをする彼らに思い出させ、力づくで迫り、いななき、引っ張りながら、同じ話をしに再び少年のもとへ近づくよう強制した。 そして彼らが近づくと、頭を下げ、尾を伸ばし、ハミを噛みしめて、ずうずうしくも引っ張る。
ὁ δʼ ἡνίοχος ἔτι μᾶλλον ταὐτὸν πάθος παθών, ὥσπερ ἀπὸ ὕσπληγος ἀναπεσών, ἔτι μᾶλλον τοῦ ὑβριστοῦ ἵππου ἐκ τῶν ὀδόντων βίᾳ ὀπίσω σπάσας τὸν χαλινόν, τήν τε κακηγόρον γλῶτταν καὶ τὰς γνάθους καθῄμαξεν καὶ τὰ σκέλη τε καὶ τὰ ἰσχία πρὸς τὴν γῆν ἐρείσας ὀδύναις ἔδωκεν.
しかし御者はさらに激しく同じ衝撃に襲われ、あたかも出発線から後ろへ倒れこむように、さらに力任せにあの傲慢な馬の歯の間からハミを後ろへと引き抜き、不埒な舌と顎を血だらけにし、両脚と腰を地面に押し当てて痛みに苛んだ。
§255ΣΩ. ὅταν δὲ ταὐτὸν πολλάκις πάσχων ὁ πονηρὸς τῆς ὕβρεως λήξῃ, ταπεινωθεὶς ἕπεται ἤδη τῇ τοῦ ἡνιόχου προνοίᾳ, καὶ ὅταν ἴδῃ τὸν καλόν, φόβῳ διόλλυται·
ソクラテス:この邪悪な馬が同じことを何度も経験して放縦を収めると、屈服して、もはや御者の指図に従うようになり、美しき者を見ると恐怖のあまり死ぬ思いがするようになる。
ὥστε συμβαίνει τότʼ ἤδη τὴν τοῦ ἐραστοῦ ψυχὴν τοῖς παιδικοῖς αἰδουμένην τε καὶ δεδιυῖαν ἕπεσθαι.
その結果、その時になって初めて、愛する者の魂は、少年に畏敬の念と恐れを抱きながら従うことになる。
ἅτε οὖν πᾶσαν θεραπείαν ὡς ἰσόθεος θεραπευόμενος οὐχ ὑπὸ σχηματιζομένου τοῦ ἐρῶντος ἀλλʼ ἀληθῶς τοῦτο πεπονθότος, καὶ αὐτὸς ὢν φύσει φίλος τῷ θεραπεύοντι, ἐὰν ἄρα καὶ ἐν τῷ πρόσθεν ὑπὸ συμφοιτητῶν ἤ τινων ἄλλων διαβεβλημένος ᾖ, λεγόντων ὡς αἰσχρὸν ἐρῶντι πλησιάζειν, καὶ διὰ τοῦτο ἀπωθῇ τὸν ἐρῶντα, προϊόντος δὲ ἤδη τοῦ χρόνου ἥ τε ἡλικία καὶ τὸ χρεὼν ἤγαγεν εἰς τὸ προσέσθαι αὐτὸν εἰς ὁμιλίαν·
少年の側も、神に等しい者としてあらゆるもてなしを、見せかけではなく真にこの情熱を経験している愛者から受けており、また自らも本性上、自分に仕えてくれる者に対して好意を抱いているので、たとえ以前に同級生や他の人々から、愛者に近づくのは恥ずべきことだと言われて偏見を植え付けられ、そのために愛者を退けていたとしても、時が経つにつれて年齢と必然が、彼を交わりへと受け入れる方向へ導く。
οὐ γὰρ δήποτε εἵμαρται κακὸν κακῷ φίλον οὐδʼ ἀγαθὸν μὴ φίλον ἀγαθῷ εἶναι.
なぜなら、悪き者が悪き者の友となり、善き者が善き者の友にならないということは、決して定められていないからである。
προσεμένου δὲ καὶ λόγον καὶ ὁμιλίαν δεξαμένου, ἐγγύθεν ἡ εὔνοια γιγνομένη τοῦ ἐρῶντος ἐκπλήττει τὸν ἐρώμενον διαισθανόμενον ὅτι οὐδʼ οἱ σύμπαντες ἄλλοι φίλοι τε καὶ οἰκεῖοι μοῖραν φιλίας οὐδεμίαν παρέχονται πρὸς τὸν ἔνθεον φίλον.
彼が相手を受け入れ、言葉と交わりを容認すると、身近に接する愛者の好意は、この神を宿した友に比べて、他のすべての友人や親族を合わせてもわずかばかりの友情すら提供していないことをはっきりと感知した愛される者を驚嘆させる。
ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἄλλαις ὁμιλίαις, τότʼ ἤδη ἡ τοῦ ῥεύματος ἐκείνου πηγή, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστήν, ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δʼ ἀπομεστουμένου ἔξω ἀπορρεῖ·
彼がこのような付き合いを長く続け、体育場やその他の交わりの場で肉体的な接触を伴って接近するとき、その時になってついに、あの流れの源泉が――それはゼウスがガニュメデスを愛したときに「憧れ」と名付けたものであるが――大量に愛者へと流れ込み、一部は彼の中に吸い込まれ、他方は彼が満たされると外へと溢れ出る。
καὶ οἷον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν ὅθεν ὡρμήθη φέρεται, οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰόν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον καὶ ἀναπτερῶσαν, τὰς διόδους τῶν πτερῶν ἄρδει τε καὶ ὥρμησε πτεροφυεῖν τε καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν.
そして、風やあるいは響きが、滑らかで固いものから跳ね返って再び出発した場所へと運ばれるように、そのように美の流れもまた、再び美しい者へと目を通じて入り込み、それが魂へと至る本性的な経路を伝って到達し、再び羽を宿らせ、羽の生える通り道を潤し、羽を生やすよう促し、今度は愛される者の魂をも愛で満たすのである。
ἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ·
こうして彼は愛しているが、誰を愛しているのかが分からず当惑している。
καὶ οὔθʼ ὅτι πέπονθεν οἶδεν οὐδʼ ἔχει φράσαι, ἀλλʼ οἷον ἀπʼ ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν οὐκ ἔχει, ὥσπερ δὲ ἐν κατόπτρῳ ἐν τῷ ἐρῶντι ἑαυτὸν ὁρῶν λέληθεν.
自分が何を経験しているのかも分からず、説明することもできない。 ただ、他人の眼病をうつされた者のように、その原因を言うことができない。 そして、あたかも鏡の中であるかのように、愛者の中に自分自身を見ていることに気づいていない。
καὶ ὅταν μὲν ἐκεῖνος παρῇ, λήγει κατὰ ταὐτὰ ἐκείνῳ τῆς ὀδύνης, ὅταν δὲ ἀπῇ, κατὰ ταὐτὰ αὖ ποθεῖ καὶ ποθεῖται, εἴδωλον ἔρωτος ἀντέρωτα ἔχων·
そして、あの者がそばにいるときは、彼と同様に苦痛が和らぎ、あの者がいないときは、彼と同様にまたしても思慕を抱き、また思慕を抱かれる。 愛の幻影である反照する愛を心に抱きながら。
καλεῖ δὲ αὐτὸν καὶ οἴεται οὐκ ἔρωτα ἀλλὰ φιλίαν εἶναι.
しかし彼はそれを愛ではなく友情であると思っている。
ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μέν, ἀσθενεστέρως δέ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι·
そして彼はあの者とほぼ同様に、ただしそれよりは弱く、見ること、触れること、キスすること、添い寝することを望む。
καὶ δή, οἷον εἰκός, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα.
そして実に、予想される通り、その後すぐにこれらのことを行う。

語釈・文法注

  1. 254bἰδοῦσα δὲ — 女性単数主格分詞 ἰδοῦσα の文法的な主語は、直前の女性名詞 ἡ μνήμη(記憶)である。御者の「記憶」が美の本性を見た瞬間、その畏怖のあまりに後退する心理的・認知的反応を表している。
  2. 255aἅτε οὖν πᾶσαν θεραπείαν ... θεραπευόμενος — 原因を示す ἅτε +主格分詞 θεραπευόμενος で始まるこの長い文は、条件節 ἐὰν ἄρα...(たとえ以前に〜であっても)を挟んで、主節 ἥ τε ἡλικία καὶ τὸ χρεὼν ἤγαγεν...(年齢と必然が〜へ導いた)に繋がる非常に長い入れ子構造を成している。分詞 θεραπευόμενος の主格は、主節の対格不定詞の意味上の主語である少年を先取り(先取り構文)している。
  3. 255dἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ· — ὅτου は関係代名詞の属格で、動詞 ἐρᾷ(〜を愛する)の目的語となる。彼は愛しているが、自分が愛している対象が何(あるいは誰)であるかが分からずに当惑している(ἀπορεῖ)という、愛される者が抱く「反照する愛(アンテロース)」の無自覚な本質を明確に示している。

この箇所を引用する

プラトン, パイドロス §254-255. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:254-255

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。