Humanitext Reader

柏拉图 · 斐德罗篇 §254-255

御者驯服劣马与被爱者心中反向之爱的萌生

第 16 段,共 28 段 · 希腊语

内容简介

苏格拉底将面对美时的灵魂冲突,描绘为放纵之马与坚守的御者之间的激烈斗争。随后,他阐述了爱者如何赢得少年的信任,从而在被爱者的灵魂中激发出作为爱之反映的“反向之爱”(anteros)。

§254ΣΩ. ὅταν δʼ οὖν ὁ ἡνίοχος ἰδὼν τὸ ἐρωτικὸν ὄμμα, πᾶσαν αἰσθήσει διαθερμήνας τὴν ψυχήν, γαργαλισμοῦ τε καὶ πόθου κέντρων ὑποπλησθῇ, ὁ μὲν εὐπειθὴς τῷ ἡνιόχῳ τῶν ἵππων, ἀεί τε καὶ τότε αἰδοῖ βιαζόμενος, ἑαυτὸν κατέχει μὴ ἐπιπηδᾶν τῷ ἐρωμένῳ· ὁ δὲ οὔτε κέντρων ἡνιοχικῶν οὔτε μάστιγος ἔτι ἐντρέπεται, σκιρτῶν δὲ βίᾳ φέρεται, καὶ πάντα πράγματα παρέχων τῷ σύζυγί τε καὶ ἡνιόχῳ ἀναγκάζει ἰέναι τε πρὸς τὰ παιδικὰ καὶ μνείαν ποιεῖσθαι τῆς τῶν ἀφροδισίων χάριτος.
苏格拉底:因此,当御者看到那充满爱意的眼光,由于感觉而使整个灵魂温暖起来,并塞满了瘙痒和渴望的刺棒时,那匹顺从御者的马,无论何时也包括此时都为羞耻所约束,克制自己不跳向所爱之人;但另一匹马则不再顾及御者的刺棒或鞭子,而是猛烈地跳跃着被带走,给它的同伴和御者带来各种麻烦,强迫他们走向少年,并提及性爱的快乐。
τὼ δὲ κατʼ ἀρχὰς μὲν ἀντιτείνετον ἀγανακτοῦντε, ὡς δεινὰ καὶ παράνομα ἀναγκαζομένω· τελευτῶντε δέ, ὅταν μηδὲν ᾖ πέρας κακοῦ, πορεύεσθον ἀγομένω, εἴξαντε καὶ ὁμολογήσαντε ποιήσειν τὸ κελευόμενον.
起初,那两匹因为被强迫做可怕和违法的事而愤怒地抗抗;但最后,当痛苦没有限度时,他们被牵引着前行,屈服并同意执行命令。
καὶ πρὸς αὐτῷ τʼ ἐγένοντο καὶ εἶδον τὴν ὄψιν τὴν τῶν παιδικῶν ἀστράπτουσαν.
于是他们来到了他的身边,看到了少年闪光的脸庞。
ἰδόντος δὲ τοῦ ἡνιόχου ἡ μνήμη πρὸς τὴν τοῦ κάλλους φύσιν ἠνέχθη, καὶ πάλιν εἶδεν αὐτὴν μετὰ σωφροσύνης ἐν ἁγνῷ βάθρῳ βεβῶσαν· ἰδοῦσα δὲ ἔδεισέ τε καὶ σεφθεῖσα ἀνέπεσεν ὑπτία, καὶ ἅμα ἠναγκάσθη εἰς τοὐπίσω ἑλκύσαι τὰς ἡνίας οὕτω σφόδρα, ὥστʼ ἐπὶ τὰ ἰσχία ἄμφω καθίσαι τὼ ἵππω, τὸν μὲν ἑκόντα διὰ τὸ μὴ ἀντιτείνειν, τὸν δὲ ὑβριστὴν μάλʼ ἄκοντα.
当御者看到这幅景象时,他的记忆被带回到美本身的本性,再次看到它与节制一起伫立在神圣的台座上;看到之后,他感到恐惧,并因敬畏而仰身向后倒下,同时被迫极其猛烈地向后拉紧缰绳,结果使两匹马都用臀部坐下,一匹由于没有抗拒而心甘情愿,而那匹傲慢的马则是极其不情愿的。
ἀπελθόντε δὲ ἀπωτέρω, ὁ μὲν ὑπʼ αἰσχύνης τε καὶ θάμβους ἱδρῶτι πᾶσαν ἔβρεξε τὴν ψυχήν, ὁ δὲ λήξας τῆς ὀδύνης, ἣν ὑπὸ τοῦ χαλινοῦ τε ἔσχεν καὶ τοῦ πτώματος, μόγις ἐξαναπνεύσας ἐλοιδόρησεν ὀργῇ, πολλὰ κακίζων τόν τε ἡνίοχον καὶ τὸν ὁμόζυγα ὡς δειλίᾳ τε καὶ ἀνανδρίᾳ λιπόντε τὴν τάξιν καὶ ὁμολογίαν· καὶ πάλιν οὐκ ἐθέλοντας προσιέναι ἀναγκάζων μόγις συνεχώρησεν δεομένων εἰς αὖθις ὑπερβαλέσθαι.
当他们退到较远的地方时,一匹因羞耻和惊愕而用汗水浸湿了整个灵魂,另一匹则在从缰绳和跌倒所带来的痛苦中平复下来后,好不容易喘过气来,便愤怒地责骂,极力斥责御者和同伴因懦弱和不武而放弃了岗位和约定;并且再次强迫他们靠近,在他们请求推迟到以后时,它才勉强同意。
ἐλθόντος δὲ τοῦ συντεθέντος χρόνου ἀμνημονεῖν προσποιουμένω ἀναμιμνῄσκων, βιαζόμενος, χρεμετίζων, ἕλκων ἠνάγκασεν αὖ προσελθεῖν τοῖς παιδικοῖς ἐπὶ τοὺς αὐτοὺς λόγους, καὶ ἐπειδὴ ἐγγὺς ἦσαν, ἐγκύψας καὶ ἐκτείνας τὴν κέρκον, ἐνδακὼν τὸν χαλινόν, μετʼ ἀναιδείας ἕλκει·
当约定的时间到来时,它向假装忘记的他们提醒,强迫、嘶鸣、拉扯着,强迫他们再次为了同样的话语走向少年;当他们靠近时,它低下头、伸直尾巴、咬住缰绳,毫无廉耻地拉扯着。
ὁ δʼ ἡνίοχος ἔτι μᾶλλον ταὐτὸν πάθος παθών, ὥσπερ ἀπὸ ὕσπληγος ἀναπεσών, ἔτι μᾶλλον τοῦ ὑβριστοῦ ἵππου ἐκ τῶν ὀδόντων βίᾳ ὀπίσω σπάσας τὸν χαλινόν, τήν τε κακηγόρον γλῶτταν καὶ τὰς γνάθους καθῄμαξεν καὶ τὰ σκέλη τε καὶ τὰ ἰσχία πρὸς τὴν γῆν ἐρείσας ὀδύναις ἔδωκεν.
然而御者遭受了更强烈的同样的痛苦,仿佛从起跑线上向后倒下,比之前更猛烈地将缰绳从那匹傲慢的马的牙齿中夺回,使它那口出恶言的舌头和双颊鲜血淋漓,并将它的双腿和臀部压在地上,使它陷入极大的痛苦中。
§255ΣΩ. ὅταν δὲ ταὐτὸν πολλάκις πάσχων ὁ πονηρὸς τῆς ὕβρεως λήξῃ, ταπεινωθεὶς ἕπεται ἤδη τῇ τοῦ ἡνιόχου προνοίᾳ, καὶ ὅταν ἴδῃ τὸν καλόν, φόβῳ διόλλυται·
苏格拉底:当这匹坏马多次遭受同样的惩罚而停止了它的放纵,被驯服之后,它现在便服从御者的远见;而当它看到那美者时,它便因恐惧而魂飞魄散。
ὥστε συμβαίνει τότʼ ἤδη τὴν τοῦ ἐραστοῦ ψυχὴν τοῖς παιδικοῖς αἰδουμένην τε καὶ δεδιυῖαν ἕπεσθαι.
结果,在那时,爱者的灵魂终于得以怀着敬畏和恐惧追随少年。
ἅτε οὖν πᾶσαν θεραπείαν ὡς ἰσόθεος θεραπευόμενος οὐχ ὑπὸ σχηματιζομένου τοῦ ἐρῶντος ἀλλʼ ἀληθῶς τοῦτο πεπονθότος, καὶ αὐτὸς ὢν φύσει φίλος τῷ θεραπεύοντι, ἐὰν ἄρα καὶ ἐν τῷ πρόσθεν ὑπὸ συμφοιτητῶν ἤ τινων ἄλλων διαβεβλημένος ᾖ, λεγόντων ὡς αἰσχρὸν ἐρῶντι πλησιάζειν, καὶ διὰ τοῦτο ἀπωθῇ τὸν ἐρῶντα, προϊόντος δὲ ἤδη τοῦ χρόνου ἥ τε ἡλικία καὶ τὸ χρεὼν ἤγαγεν εἰς τὸ προσέσθαι αὐτὸν εἰς ὁμιλίαν· οὐ γὰρ δήποτε εἵμαρται κακὸν κακῷ φίλον οὐδʼ ἀγαθὸν μὴ φίλον ἀγαθῷ εἶναι.
由于少年就像神明一样,受到爱者的一切侍奉,这爱者并非假装,而是真正承受了这种激情,并且少年自己天生就对侍奉他的人怀有好感,因此,即使他以前曾受到同窗或其他一些人的中伤,说接近爱者是可耻的,并因此推开爱者,但随着时间的推移,年龄和必然性都会引导他接受他进行交往;因为无论如何,命运绝没有注定恶人与恶人交友,也没有注定好人不与好人交友。
προσεμένου δὲ καὶ λόγον καὶ ὁμιλίαν δεξαμένου, ἐγγύθεν ἡ εὔνοια γιγνομένη τοῦ ἐρῶντος ἐκπλήττει τὸν ἐρώμενον διαισθανόμενον ὅτι οὐδʼ οἱ σύμπαντες ἄλλοι φίλοι τε καὶ οἰκεῖοι μοῖραν φιλίας οὐδεμίαν παρέχονται πρὸς τὸν ἔνθεον φίλον.
当他接受了交往并听取了对方的言辞时,爱者从近处产生的善意让被爱者感到惊异,他感知到,即使其他所有的朋友和亲戚加在一起,与这位充满神性的朋友相比,也提供不了丝毫的友谊。
ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἄλλαις ὁμιλίαις, τότʼ ἤδη ἡ τοῦ ῥεύματος ἐκείνου πηγή, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστήν, ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δʼ ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἷον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν ὅθεν ὡρμήθη φέρεται, οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰόν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον καὶ ἀναπτερῶσαν, τὰς διόδους τῶν πτερῶν ἄρδει τε καὶ ὥρμησε πτεροφυεῖν τε καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν.
而当他长期进行这种交往,并且在体育场及其他交往中伴随着肢体接触而接近时,这时,那股流动的源泉——也就是宙斯因爱慕甘尼墨德而称之为“渴望”的源泉——便大量地涌向爱者,一部分渗入他的内部,另一部分在充满时溢流出来;正如风或某种回声从光滑坚硬的物体上跳回,再度运往它出发的地方一样,美的流动也这样通过眼睛重新进入那美丽的少年,到达了它天然该去往灵魂的通道,并使其重新长出羽翼,灌溉羽翼的通道,促使羽翼生长,反过来也让被爱者的灵魂充满了爱。
ἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ· καὶ οὔθʼ ὅτι πέπονθεν οἶδεν οὐδʼ ἔχει φράσαι, ἀλλʼ οἷον ἀπʼ ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν οὐκ ἔχει, ὥσπερ δὲ ἐν κατόπτρῳ ἐν τῷ ἐρῶντι ἑαυτὸν ὁρῶν λέληθεν.
因此,他虽然爱着,却对所爱的是谁感到困惑;他既不知道自己经历了什么,也无法表达,只是像被别人传染了眼病一样,说不出病因;他没有意识到,自己仿佛在镜子里一样,在爱者身上看到了自己。
καὶ ὅταν μὲν ἐκεῖνος παρῇ, λήγει κατὰ ταὐτὰ ἐκείνῳ τῆς ὀδύνης, ὅταν δὲ ἀπῇ, κατὰ ταὐτὰ αὖ ποθεῖ καὶ ποθεῖται, εἴδωλον ἔρωτος ἀντέρωτα ἔχων· καλεῖ δὲ αὐτὸν καὶ οἴεται οὐκ ἔρωτα ἀλλὰ φιλίαν εἶναι.
当那人在场时,他的痛苦便与那人一样平息;而当那人不在时,他又与那人一样渴望着,并被渴望着,拥抱着作为爱之幻影的反向之爱;但他称其为并认为它不是爱,而是友谊。
ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μέν, ἀσθενεστέρως δέ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι· καὶ δή, οἷον εἰκός, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα.
他渴望着像那人一样去注视、抚摸、亲吻、同寝;而事实上,正如所预料的那样,他很快就会在这之后做这些事。

词汇与语法注释

  1. 254bἰδοῦσα δὲ — 阴性单数主格分词 ἰδοῦσα 的语法主语是前文的阴性名词 ἡ μνήμη(记忆)。它描述了御者的“记忆”在目睹美之本性时的心理与认知反应,因畏惧而退缩。
  2. 255aἅτε οὖν πᾶσαν θεραπείαν ... θεραπευόμενος — 本句由表示原因的 ἅτε 加上主格分词 θεραπευόμενος 开始,中间夹杂了条件从句 ἐὰν ἄρα...(“即使以前……”),最终连接到主句 ἥ τε ἡλικία καὶ τὸ χρεὼν ἤγαγεν...(“年龄和必然性引导了……”)。分词 θεραπευόμενος 的主格形式前瞻性地指代了被爱的少年,即主句中带对格的不定式结构的行为主体。
  3. 255dἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ· — ὅτου 是关系代词的属格,作为动词 ἐρᾷ(爱)的支配对象。它生动地刻画了被爱者所产生的“反向之爱”(anteros)的无意识特征,即他虽然爱着,却对所爱的对象是谁或什么感到困惑(ἀπορεῖ)。

引用这一段

柏拉图, 斐德罗篇 §254-255. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:254-255

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。